PG 38:397Read from the pageκινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐκ γένους, κινδύνοις ἐν ψευδαδέλφοις, κόπῳ καὶ μόχθῳ, ψύχει καὶ γυμνότητι, λιμῷ καὶ δίψει, θανάτοις πολυτρόποις καὶ δεσμοῖς, διωγμοῖς τε καὶ μάστιξι, καὶ τέλος τῷ δι' αἵματος μαρτυρίῳ.
in perils in the sea, in perils in the city, in perils in the wilderness, in perils from his own race, in perils among false brethren, in labour and toil, in cold and nakedness, in hunger and thirst, in manifold deaths and bonds, in persecutions and scourgings, and finally in martyrdom through blood.
205 . . Καὶ τριτάτοιο πόλου πρὸς χῶρον ἱκέσθαι, 206 Καὶ θεῖναι γλυκερῇσιν ἐν ἄρκυσι κόσμον ἅπαντα.
205 . . And to reach the region of the third heaven, 206 and to set the whole world in sweet nets.
Κεῖται ἐν τῷ βʹ λόγῳ.
It is set out in the second discourse.
213 Τοὔνεκα καὶ δολόμητις ἐπὶ Χριστοῦ βασιλῆος 214 Ἐς πεῖραν καθέηκε, Θεὸν βροτὸν ἄμμιγα λεύσων 215 Πεινάοντ' ἐκέλευσε λίθους εἰς εἶδαρ ἀμεῖψαι.
213 Therefore the crafty one even against Christ the King 214 descended to temptation; beholding God and mortal mingled together, 215 he bade Him when hungering to change stones into food.
Μετὰ τὸ βαπτισθῆναι Χριστὸν, νηστεύσαντα τεσσαράκοντα ἡμερῶν κατὰ τὴν ἔρημον, πειράζει προσελθὼν ὁ Σατανᾶς. Πεινάσαντι γάρ φησι τῷ Ἰησοῦ· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται· Χριστὸς δὲ, ὡς Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, εἰρηκὼς, ἄτιμον τὸν πειραστὴν ἀποπέμπεται. Δεύτερον δὲ καὶ τρίτον πειράσας ὁ δαίμων, διά τε δόξης, ὡς αὐτῷ πάσας προσκυνήσαντι τὰς βασιλείας παρέξει τῆς γῆς, τό τε τρίτον, ὡς βαλεῖν ἑαυτὸν ἀπὸ τοῦ ὕψους κάτω τῆς θεότητος ἐπιδεικτιῶντα, ἀπωσθεὶς, ἕως καιροῦ ἀνεχώρησε. Καιρὸν δέ φησιν ὧδε πάντως τὸν καιρὸν κατὰ τὸ πάθος, ὅτε σφοδρὸν ἐπιθέμενος, τὸ μετ' ἤχου ὑπέμεινε πτῶμα, πάσης ἐλαθεὶς τῆς οἰκουμένης, καὶ πᾶσιν ὁ ἀλιτήριος δαίμων γέλως καταστάς.
After Christ was baptized, when He had fasted forty days in the wilderness, Satan approaches and tempts Him. For to Jesus when He hungered he says: If Thou art the Son of God, command that these stones become loaves; but Christ, having said, Man shall not live by bread alone, sends the tempter away in disgrace. And the demon having tempted Him a second and a third time—both through glory, [saying] that if He worshipped him he would give Him all the kingdoms of the earth, and the third time to cast Himself down from the height making a display of His divinity—being repulsed, departed until a season. By a season he means here altogether the time at the Passion, when, attacking violently, he suffered a resounding fall, being driven out of the whole inhabited world and becoming, that wicked demon, a laughing-stock to all.
371 Δείδω μὴ βιότοιο θεμείλιον ἐν ψαμάθοισι, 372 Βαλλόμενος ὄμβρῳ ποταμοῖς ἀνέμοις τε σκεδασθῶ.
371 I fear lest [laying] the foundation of my life on the sands, 372 pelted by rain, rivers, and winds, I be scattered.
Περὶ τῆς ἐπὶ πέτρᾳ παγείσης οἰκίας καὶ ἐπὶ ψάμμου, τοῦ τε πεσόντος εἰς τὴν γῆν σπόρου, καὶ τῶν ζιζανίων, περί τε τῶν παρθένων, τοῦ τε γάμου τοῦ ἑτοιμασθέντος, καὶ τῶν κεκλημένων καὶ παραιτησαμένων, τοῦ τε ῥυπαρὰν ἔχοντος στολὴν, τοῦ τε γρηγορήσαντος δούλου καὶ τῶν ταλάντων· ταῦτα μὲν
Concerning the house built upon a rock and upon sand, and the seed that fell into the earth, and the tares, and concerning the virgins, and the wedding that was prepared, and those who were invited and excused themselves, and him who had a soiled garment, and the watchful servant, and the talents: all these indeed
PG 38:398Read from the pageἅπαντα προβλήματα τῶν τοῦ Σωτῆρός εἰσι παραβολικῶς λόγων, ἅτινα καθ' ἓν ἑρμηνευόμενα, τηλαυγῶς λελέξεται.
are themes of the Saviour's parabolic words, which, being interpreted one by one, will be clearly set forth.
406 Μηδ' ὡς Ἠλεῖδαι πατρὸς ἀτίσητε ἐφετμήν.
406 Nor like the sons of Eli dishonour a father's command.
Κεῖται περὶ τοῦ Ἠλεὶ καὶ τῶν υἱῶν αὐτοῦ, ἐν τῷ αʹ λόγῳ.
The account concerning Eli and his sons is set out in the first discourse.
419 Καὶ Σολύμοις Σαμάρειαν ἀλιτροτάτην ἱεροῖσιν.
419 And most sinful Samaria with holy Solyma.
Σολομῶντος τεθνηκότος, διάδοχος τῆς αὐτοῦ βασιλείας Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ γίνεται. Οὗτος συναθροισθέντα πρὸς αὐτὸν τὸν λαὸν Ἰσραὴλ, καὶ τοὺς φόρους αὐτῶν αἰτούμενον ἐπικουφίσαι, τοῖς πρεσβυτέροις παῖς τοῦ πατρὸς συμβουλευσάμενος τίνα λόγον αὐτοῖς ἀποκρίναιτο, κἀκείνων ἁπαλῶς αὐτοῖς ἀποκριθῆναι συμβουλευσάντων, γνώμην καὶ τῶν νεωτέρων εἰληφὼς αὐτοῦ παίδων, τοῖς μὲν νεωτέροις σκληρῶς ἀποκριθῆναι τῷ λαῷ τῆς γῆς συμβουλεύσασι πεισθεὶς, ὃ τότε διαπραξάμενος, καὶ τῶν πρεσβυτέρων ἀπειθήσας τῇ συμβουλίᾳ, εἰς τοὐναντίον τὸν λαὸν περιτρέπει, καὶ δέκα φυλῶν ἀπεχωρίσθη μέρος, εἰπόντος τοῦ λαοῦ· Οὐκ ἔστι μερὶς ἡμῖν ἐν Ἰούδᾳ· ἀνὴρ Ἰσραὴλ εἰς τὰ σκηνώματά σου. Τότε δὴ τῶν Σολομῶντος παίδων Ἱεροβοὰμ, υἱὸν Ναβὰτ, αἱ δέκα φυλαὶ χρίουσιν ἐφ' ἑαυτὰς εἰς βασιλέα. Μηχανᾶται οὖν οὗτος, ὥστε προφάσει τοῦ ναοῦ τὸν λαὸν ἐξ Ἱερουσαλὴμ ἀπάγεσθαι, δαμάλεις χρυσᾶς καὶ τοῦ Βάαλ εἴδωλον, καὶ πολλὰ ἕτερα ἐν Ἰεζραὲλ τῇ πρὸς τὴν Σαμάρειαν ἐνιδρῦσαι, ὅπου καὶ θυσιαστήρια τοῖς Βααλειμ πηξάμενος, θύειν τὸν λαὸν Ἰσραὴλ παρεσκεύαζε. Διὸ τὴν Σαμάρειαν ἀντὶ τῆς Ἱερουσαλὴμ τῷ Ἰσραὴλ ἐνιδρύσας ὁ τοῦ Ναβὰτ Ἱεροβοὰμ, τῆς θείας λατρείας καὶ τοῦ πατρῴου νόμου ἀπέστησε. Τούτου πολλαχοῦ τῆς Γραφῆς κατηγορούσης, ὡς πρῶτος ἐξήμαρτε τὸν Ἰσραὴλ, εὕροι τις ἄν· ἀλλὰ καὶ τὸ Σολομώντειον ὧδε καλῶς ἐκληπτέον· τὸ τρίτον σαλεύεσθαι τὴν γῆν, τὸ δὲ τέταρτον οὐχ ὑπομένειν, βασιλεύοντος δούλου· τοῦ γὰρ Σολομῶν-
When Solomon had died, Rehoboam his son becomes successor to his kingdom. When the people of Israel had gathered to him and asked him to lighten their taxes, he took counsel with his father's elder attendants as to what answer he should give them, and when they advised him to answer them gently, he also took the opinion of his younger attendants; and persuaded by the younger men who advised him to answer the people of the land harshly—which he then did, disobeying the counsel of the elders—he turns the people to the opposite course, and a portion of ten tribes broke away, the people saying: We have no portion in Judah; every man of Israel to thy tents! Then indeed the ten tribes anoint Jeroboam, son of Nebat, one of Solomon's servants, as king over themselves. He therefore devises a plan, so that on pretext of the temple the people should be led away from Jerusalem, to set up golden calves and the idol of Baal and many other things in Jezreel near Samaria, where, having also erected altars to the Baalim, he induced the people of Israel to sacrifice. Wherefore Jeroboam the son of Nebat, having established Samaria instead of Jerusalem for Israel, caused them to apostatize from the divine worship and the ancestral law. One may find Scripture accusing him in many places as the first who made Israel to sin; and the saying of Solomon too is well to be understood here: by three things the earth is shaken, and the fourth it cannot bear, when a servant reigns; for of Solom-
Notes, col. 398
On the reading
Printed Βααλειμ, for Βααλεὶμ.
PG 38:399Read from the pageτος δοῦλος ἦν οἰκογενὴς Ἱεροβοάμ. Ἀναγωγικῶς οὖν ὁ θεῖος Γρηγόριος ταῦτά φησιν· οὐ γὰρ τῇ Ἱερουσαλὴμ τὴν Σαμάρειαν οἷόν τε ἐξισοῦσθαι.
on Jeroboam was a home-born servant. Anagogically, then, divine Gregory says these things; for Samaria cannot be made equal to Jerusalem.
432 Τίς δ' ἀΐων Σάπφειραν ἀτάσθαλον Ἀνανίαν τε, 433 Κέρδεος οἳ σφετέροιο κακὸν μόρον ἠλλάξαντο;
432 And who, hearing of reckless Sapphira and Ananias, 433 who exchanged their own gain for an evil doom?
Ἀνανίας ἦν τῶν πεπιστευκότων ἐπὶ τῶν ἀποστόλων ἐν Ἱερουσαλὴμ, Σάπφειρα δὲ τούτῳ γυνή. Τοῖς δὲ πιστεύουσι τότε πάντα κοινά· τὰ γὰρ κτήματα καὶ τὰς ὑπάρξεις πιπράσκοντες, ἔφερον καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, ἑκάστῳ δὲ διεδίδοτο καθότι ἄν τις χρείαν εἶχεν. Ὑπάρχοντος δὲ τῷ Ἀνανίᾳ χωρίου, πιπράσας, τὸ μὲν ἤγαγε, τὸ δὲ νοσφισάμενος κατέσχεν· ἐρωτηθεὶς δὲ ὑπὸ τοῦ Πέτρου, καὶ ψευσάμενος, λαβὼν ἀπόφασιν ἐξέψυξεν, εἰπόντος τοῦ Πέτρου· Διὰ τί τὸ Πνεῦμα τὸ ἅγιον ἐψεύσω πειράσας; Κομισθέντος οὖν Ἀνανίου πρὸς τῶν νεκροτάφων καὶ ἀποτεθέντος, οὐκ εἰδυῖα τὸ γεγονὸς ἡ Σάπφειρα παραγενομένη, ὑπὸ τοῦ Πέτρου ἐρωτηθεῖσα καὶ ψευσαμένη, καὶ αὐτὴ δεξαμένη τὴν ἀπόφασιν, παραχρῆμα ἐξέψυξε· καὶ ταύτης μετ' ἀνδρὸς συναποτεθείσης, φόβος ἐπέπεσεν ἐπὶ πάντας τοὺς ὁρῶντας ταῦτα.
Ananias was one of those who had believed in the time of the apostles in Jerusalem, and Sapphira was his wife. To those who believed at that time all things were in common; for selling their possessions and goods, they brought and laid them at the feet of the apostles, and distribution was made to each according as anyone had need. Now Ananias having a piece of land, having sold it, brought part of the price and kept back part by embezzlement; and being questioned by Peter and having lied, he received sentence and expired, Peter saying: Why hast thou lied, tempting the Holy Spirit? When therefore Ananias had been carried out by the buriers and laid to rest, Sapphira, not knowing what had happened, came in, and being questioned by Peter and having lied, she too received the sentence and straightway expired; and when she had been laid to rest together with her husband, fear fell upon all who beheld these things.
435 Καὶ γλῶσσαν χρυσέην τις ἐπεὶ νοσφίσατο λάθρῃ 436 Ἀνδράσιν ἐν προτέροισι, παρὲκ νόον ἡγεμονῆος, 437 Εἷμά τε χρῆμά τε βαιὸν, ὅλον δηλήσατο λαόν.
435 And when among men of old one secretly purloined a golden tongue, 436 contrary to the mind of the leader, 437 and a garment and a little wealth, he harmed the whole people.
Ἄχαρ ὁ τοῦ Χαρμὶ (οὗτος δὲ τὸ γένος ἦν Ἰσραηλίτης) τοῦ ἀναθέματος ἀφελόμενος, ὅλῳ βλάβην ἐποίησε τῷ λαῷ. Διαβεβηκότος γὰρ τοῦ λαοῦ τὸν Ἰορδάνην καὶ τὴν Ἰεριχὼ πολιορκοῦντος, Ἰησοῦς ὁ τοῦ Ναυῆ τῷ λαῷ παντὶ διετάξατο, πάντα τῷ Θεῷ ἀναθέσθαι καὶ μηδὲν τῶν ὑποπιπτομένων λαφυραγωγῆσαι. Γενόμενοι δὲ τῆς πόλεως εἴσω, τῶν τειχέων αὐτομάτως πεπτωκότων, τὸν μὲν ἐν αὐτῇ λαὸν ἀνῄρουν, οὐ μὴν τῶν σκύλων προτέψαυον δέ. Χρυ-
Achar the son of Charmi (and he was an Israelite by race), having taken of the devoted thing, brought harm upon the whole people. For when the people had crossed the Jordan and were besieging Jericho, Joshua the son of Nun commanded all the people to devote everything to God and to take as plunder nothing of what fell into their hands. Having come inside the city when the walls had fallen of their own accord, they slew the people in it, yet did not touch the spoils. Go-
Notes, col. 399
On the reading
Printed προτέψαυον, for προσέψαυον.
PG 38:400Read from the pageσίον τοίνυν θεασάμενος ὁ Ἄχαρ, γλῶσσάν τε χρυσῆν καὶ ψιλὴν, ἀφείλατο καταφρονήσας· τῶν δὲ λοιπῶν ἐμπρησθέντων λαφύρων, ταῦτα ἦν παρὰ τῷ Ἄχαρ. Ἐν τοσούτῳ τοῖς ἀπὸ τῆς Γάης (πόλις δὲ τῆς ὀρεινῆς αὕτη) ὁ λαὸς παρετάξατο, καὶ ἐτράπη. Ἰησοῦς οὖν πεσὼν ἐπὶ πρόσωπον ἀπωδύρετο λιττόμενος τὸν Θεὸν ἀποκαλύψαι τὸ αἴτιον. Χρηματισθεὶς δὲ περὶ τοῦ ἀναθέματος, ἔδωκε κλήρους κατὰ φυλήν· ἐπὶ δὲ τὴν φυλὴν Ζαρὲ ἔπεσεν ὁ κλῆρος, αὐτῇ κατὰ δήμους δίδωσι κλῆρον· κληροῦνται δὲ δῆμος οὗτος κατὰ πατριὰς, πίπτει δέ. Οὕτω μὲν οὖν φωραθεὶς Ἄχαρ ὁ κλέπτης σὺν παντὶ κατελιθοβολήθη τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα δὲ τὰ προσόντα αὐτῷ ἐνεπυρίσθη, καὶ πᾶσαν τὴν ὑπόστασιν αὐτοῦ κατανάλωσε πῦρ.
ld, then, Achar having seen, both a golden tongue and a fine rug, he took them away in contempt; and when the rest of the spoils were burnt, these remained with Achar. Meanwhile the people drew up in battle against those of Ai (and this is a city of the hill country), and were put to flight. Joshua therefore, falling on his face, lamented, entreating God to reveal the cause. Having received an oracle concerning the devoted thing, he cast lots by tribe; and the lot fell upon the tribe of Zare, to which he casts the lot by clans; and this clan is allotted by households, and it falls [upon him]. Thus then Achar the thief, being detected, was stoned to death together with all his house, and all his belongings were burnt, and fire consumed all his substance.
485 Ὡς δὲ δίκῃ τὸ πάροιθε βοὸς κταμένου ἀροτῆρος 486 Δείδια μὴ κοτέῃσι Θεὸς ψήφοις ἀνίσοισι.
485 And as in judgement of old for the slain plough-ox, 486 I fear lest God be wroth with unequal votes.
Βουθοίνας ὁ Ἡρακλῆς λέγεται, ταύτης χάριν τῆς αἰτίας· Ὁ Ἡρακλῆς τὴν Δρυοπίδα γῆν παρῄει, βαστάζων καὶ τὸν υἱὸν αὐτοῦ Ὕλλον· εἶτα τοῦ Ὕλλου πεπεινακότος, καὶ αἰτοῦντος τροφὴν, ἀροτριῶντά τινα Θειοδάμαντα οὕτω καλούμενον θεασάμενος, ᾔτησεν ὁ Ἡρακλῆς ἄρτον· ὃς δὲ οὐκ ἔδωκεν, ἀλλὰ καὶ ὕβρισεν· ὁ δὲ Ἡρακλῆς ἕνα τῶν ἀροτριώντων βοῶν λαβὼν, ἔσφαξε, καὶ ἐθοινήθη αὐτός τε καὶ ὁ υἱὸς αὐτοῦ, καὶ ἐκλήθη διὰ ταύτην τὴν αἰτίαν Βουθοίνας, ἐπειδὴ τὸν βοῦν ὅλον ἐθοινήθη· ἔνθεν αὐτῷ τῷ Ἡρακλεῖ γέγονεν ὁ πρὸς τοὺς Δρύοπας πόλεμος. Τοῦ γὰρ Θειοδάμαντος ἀνελθόντος ἐν τῇ πόλει καὶ εἰπόντος, ὡς πολέμιος ἐλήλυθεν ἐν τῇ χώρᾳ, ἐξῆλθον κατ' αὐτοῦ καὶ νενίκηκε πάντας ὁ Ἡρακλῆς. Ὁ τοίνυν θεῖος Γρηγόριος πρὸς τοὺς κωλύοντας παρθενεύειν τοὺς ἑαυτῶν παῖδας ταύτην φησὶ τὴν ἱστορίαν. Ὥσπερ γὰρ αἰτήσαντος ἄρτον τοῦ Ἡρακλέους ὁ Θειοδάμας μὴ δοὺς, τὸν ἀροτῆρα βοῦν καὶ τὴν ἰδίαν
Heracles is called Bouthoinas [Ox-Feaster] for this reason: Heracles was passing through the land of Dryopis, carrying also his son Hyllus; then when Hyllus grew hungry and asked for food, Heracles, seeing a certain man called Theiodamas ploughing, asked for bread; but he did not give any, and even insulted him; so Heracles, taking one of the ploughing oxen, slaughtered it, and both he and his son feasted upon it, and for this reason he was called Bouthoinas, because he feasted upon the whole ox; hence arose for Heracles the war against the Dryopes. For when Theiodamas went up into the city and said that an enemy had come into the country, they came out against him and Heracles defeated them all. Divine Gregory therefore tells this story to those who hinder their own children from living in virginity. For just as when Heracles asked for bread, Theiodamas by not giving it lost his plough-ox and his own
PG 38:401Read from the pageπόλιν ὀργισθέντος τοῦ Ἡρακλέους ἀπώλεσεν· οὕτω φόβος ἐστὶ μὴ καὶ αὐτοῖς, φησὶ, τοῖς γονεῦσιν ἀντικοτήσοι Θεὸς ταύτης ἕνεκεν, καὶ ἀπόλωνται τῆς προθέσεως.
city when Heracles grew wroth, so there is fear, he says, lest God also be wroth in turn against the parents themselves on account of this, and they perish for their intention.
491 Ἤλιτε δ' ὅστις ἔμιξε φύσιν σάρκεσσιν ἄσαρκον, 492 Ἀγγελικῶν τε πόθων κρατεροὺς ἀνέηκε γίγαντας.
491 And he sinned who mingled a fleshless nature with flesh, 492 and from angelic longings sent up mighty giants.
Τοὺς ἀπογόνους τοῦ Κάϊν τῇ μὲν θείᾳ Γραφῇ μὴ γενεαλογουμένους, ὅμως δὲ πονηροὺς ὄντας καὶ πολλαῖς πεφυρμένους ἁμαρτίαις, ἀνθρώποις ἀπεικαζομένους· τοὺς δὲ ἐκ τοῦ Σὴθ ἀναφυέντας δικαίους, ἅτε καὶ Θεῷ ἀνακειμένους, ἀγγέλους φησὶν ἡ Γραφή. Τούτους ἐπ' ὀρέων ἰδιοτροποῦντας γυναικεῖος ὑπέσυρεν οἶστρος τῶν θυγατέρων τῶν ἀνθρώπων· καταβάντες δὲ συγγίνονται ταύταις, συμφυρέντες τῇ ἁμαρτίᾳ. Ὠργίσθη τοίνυν ὁ Θεὸς, τοὺς ἀγγέλους ἰδὼν ταῖς γυναιξὶ συνερχομένους· ἐντεῦθεν σημεῖον αὐτοῖς τῆς εἰς τοῦθ' ἁμαρτίας οἱ γίγαντες ἐτίκτοντο. Γίγαντες δέ εἰσιν οἱ ἀπ' αἰῶνος ὀνομαστοὶ ἄνδρες, ὑπερμεγέθεις τῇ τε ἕξει καὶ τῇ θέσει, καὶ ὅτι μάλιστα λίαν ἰσχυροί. Τὸ δέ τινα τίκτεσθαι τοιοῦτον, σημεῖον ἦν τῆς τῶν ἀγγέλων πρὸς τὰς γυναῖκας συναφείας. Ἀσάρκους δέ φησιν ὁ Θεολόγος, τῷ γράμματι παρεπόμενος, αὐτός τε ἐπὶ τὸ ἀναγωγικώτερον ἄγει. Καὶ γὰρ, φησὶν, ἥμαρτεν ὅστις τὴν ἄσαρκον φύσιν συνέμιξε τῇ σαρκὶ, τουτέστι τὴν ἀπάθειαν τῇ ἁμαρτίᾳ, καὶ τῷ γάμῳ τὴν παρθενίαν.
The descendants of Cain, who are not given a genealogy in divine Scripture, yet are wicked and defiled with many sins, are likened to men; whereas the righteous sprung from Seth, as being dedicated to God, Scripture calls angels. While these lived a life apart upon the mountains, a passion for women—the daughters of men—swept them away; and coming down they have intercourse with them, becoming defiled with sin. God therefore was wroth, seeing the angels coming together with women; hence as a sign to them of their sin in this matter, the giants were born. Giants are the men of renown from of old, immense in build and stature, and above all exceedingly strong. And that anyone was born such was a sign of the union of the angels with women. The Theologian calls them fleshless, following the letter, and himself leads it to a more anagogical sense. For indeed, he says, he sinned who mingled the fleshless nature with the flesh, that is, dispassion with sin, and virginity with marriage.
493 Καὶ γαῖαν ἐκάθηρεν ἁμαρτάσιν οὐρανιώνων.
493 And cleansed the earth with the sins of the heavenly ones.
Κατηγορεῖ τῆς Ἑλλήνων ἀφροσύνης. Ἐκεῖνοι γὰρ τοῖς ὑπ' αὐτῶν προσκυνουμένοις θεοῖς τὰ μυσαρὰ προσνέμουσι πάθη, καὶ αὐτοῖς δὲ χάριν τοῖς πάθεσι φέρουσι.
He accuses the folly of the Greeks. For they ascribe abominable passions to the gods worshipped by them, and even pay honour to the passions themselves.
PG 38:402Read from the page494 Ἑλλήνων τάδε παισὶν, ἐπεὶ παθέεσσιν ἐκεῖνοι 495 Ἅλκυρ ἐοῖς μήσαντο θεοὺς στήσασθαι ἀλιτροὺς, 496 Κλέπτας, ἀνδρογύνους, μοιχοὺς, ἀλιτήμονας ἄνδρας, 497 Ἀνδροφόνους, τεκέων δηλήμονας ἠδὲ τοκήων.
494 Let these things be for the sons of the Greeks, since for their own grievous passions they 495 devised to set up sinful gods, 496 thieves, hermaphrodites, adulterers, wicked men, 497 manslayers, destroyers of children and of parents.
Κλέπτης ὁ Ἑρμῆς· κερδῷον γὰρ θεὸν αὐτὸν καλοῦσιν, ὡς Ἀριστοφάνης ὁ κωμικὸς, Ἐμπολαῖον αὐτὸν, φησὶν, ἱδρυσόμεθα, τοῦτ' ἔστι κέρδους ἔφορον. Οὗτος δὲ καὶ κνίσαις ἥδεσθαι κωμῳδεῖται· λέγεται δὲ καὶ δηλακρίων, ὡς ἐπιδεικνυμένῳ αὐτῷ κρεαδίῳ κατέρχεσθαι ἐπὶ τὰ κρέα· καὶ μαρσίππιον αὐτὸν ποιοῦσι βαστάζοντα, ὡς τῆς κλοπῆς ἔφορον ὄντα· διὸ καλεῖται Κερδῷος, Κνῖσος, Δηλακρίων, καὶ Κλὼψ, καὶ Λόγιος· αὐτὸν δέ φασιν Ἕλληνες καὶ Πομπὸν, τοῦτ' ἔστιν ἄγγελον.
Hermes is a thief; for they call him the god of gain, as Aristophanes the comic poet says, We will set him up as Empolaios, that is, overseer of profit. He is also ridiculed in comedy as delighting in the savour of roasted fat; and he is also called delakrion, as coming down to the meat when a piece of flesh is shown to him; and they depict him carrying a purse, as being the overseer of theft; wherefore he is called Kerdoios [Gainful], Knisos [Savour-lover], Delakrion [Flesh-eater], and Klops [Thief], and Logios [Eloquent]; and the Greeks also call him Pompos [Escort], that is, messenger.
Ἀνδρόγυνος ὁ Διόνυσος· τοῦτον γάρ φασι καὶ τὰ ἀνδρῶν ποιεῖν, καὶ τὰ γυναικῶν πάσχειν, καὶ τὰς βάκχας περὶ αὐτὸν καὶ μαιναδίας γινομένας ἐκβακχεύειν, καὶ τοὺς σατύρους καὶ τοὺς σειληνοὺς ἐξορχουμένους περὶ αὐτόν. Μυθεύονται δὲ τοῦτον ἔφορον εἶναι τοῦ οἴνου, καὶ ὅτι δέδωκε καὶ ταῖς γυναιξὶ καὶ τοῖς ἀνδράσι, καὶ ἔπιον καὶ ἐμεθύσθησαν· καὶ μεθύσαντες, μετὰ τῶν γυναικῶν χορεύουσι περὶ αὐτόν. Σατύρους δὲ λέγουσιν εἶναι ποιμένας· οἱ δέ φασί τινας περὶ τὸν Διόνυσον δαίμονας.
Dionysus is a hermaphrodite; for they say that he both acts the part of men and submits to the part of women, and that the Bacchants around him, becoming frenzied Maenads, rage in Bacchic revelry, and the Satyrs and Sileni dance around him. They tell the myth that he is the overseer of wine, and that he gave it both to women and to men, and they drank and became drunken; and having become drunken, they dance around him with the women. They say that Satyrs are shepherds; while others say they are certain demons attending Dionysus.
Μοιχὸς ὁ Ἄρης ἐστίν. Οὗτος δὲ τὴν Ἀφροδίτην ἐμοίχευεν· Ἀφροδίτη δὲ γυνὴ ἦν Ἡφαίστου τοῦ καὶ Ἀμφιγύου. Ἥφαιστος οὖν χωλὸς θεὸς λέγεται καὶ χαλκεύς· γνοὺς δὲ μοιχευομένην τὴν Ἀφροδίτην ὑπὸ τοῦ Ἄρεως, ἔστησε τῷ Ἄρει παγίδας, ἐν αἷς ἐμπαγεὶς ὁ Ἄρης ἐκρατήθη· Ἥφαιστος οὖν συγκαλεσάμενος πάντας τοὺς θεοὺς, μέγαν αὐτοῦ κατέχεε γέλωτα. Λέγουσι δὲ τὸν Ἥφαιστον, Θερσίτην Ὀλύμπιον.
Ares is an adulterer. He committed adultery with Aphrodite; and Aphrodite was the wife of Hephaestus, also called Amphiguos [Lame in both feet]. Hephaestus then is called a lame god and a coppersmith; and learning that Aphrodite was being debauched by Ares, he set snares for Ares, in which Ares was caught and held fast; Hephaestus therefore, having summoned all the gods together, poured great laughter upon him. And they call Hephaestus the Olympian Thersites.
Notes, col. 402
On the reading
Printed Ἅλκυρ ἐοῖς, for Ἀργαλέοις.