Migne Reading Room

PG 38 · cols. 409–414 · Read from the page

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:409Read from the page
αὐτῷ τῶν πειρασμῶν ἀπεκένωσε βελοθήκην· ὡς δὲ τὴν ἀθλητὴν οἱ πλείονες εὐδοκιμώτερον κατέστησαν πειρασμοὶ, τῶν μὲν ἀγώνων αὐτὸς τὸ ἔπαθλον περιφανέστερον πρὸς τοῦ τῶν ἄθλων ἀρίστου διανομέως ὑποδέχεται, διπλοῖς τιμηθεὶς τοῖς ἀντιδώροις· καὶ γὰρ αὐτῷ διπλᾶ πάντα παρέσχεν ὁ Θεός· τῆς ἥττης δὲ χαλεπὸν καὶ γέλωτος ἄξιον τὸ πτῶμα μετ' ἤχου ὁ πειραστὴς ἀπενεγκάμενος, οἴχεται κατῃσχυμμένος.
him of temptations he emptied out; yet as the more numerous temptations rendered the athlete more approved, he receives the prize of his contests more gloriously from the best dispenser of rewards, honoured with double gifts in return; for God bestowed everything upon him twofold; while the tempter, having carried off the grievous and laughable downfall of defeat with a crash, departs put to shame.
91 Τρεῖς βίβλοισι τεῇσι μεγακλέες εἰσὶ τελῶναι, 92 Ματθαῖός τε μέγας, νηῷ τ' ἐνὶ δάκρυα λείψας, 93 Ζακχαῖός τ'.
91 Three tax-collectors are famous in Thy books: 92 the great Matthew, he who shed tears in the temple, 93 and Zacchaeus.
Ματθαῖος τελώνης γέγονε. Τοῦτον ἰδὼν Ἰησοῦς καθεζόμενον ἐπὶ τὸ τελώνιον, εἶπεν αὐτῷ· Ἀκολούθει μοι· ὁ δὲ ἀναστὰς καὶ πάντα καταλιπὼν, ἠκολούθησεν αὐτῷ, καὶ γέγονεν αὐτοῦ μαθητής· οὗτος δὲ καὶ τὸ Εὐαγγέλιον συνεγράψατο. Τελώνης δέ ἐστιν ὁ τέλη τινὰ κομιζόμενος παρὰ τὸ εἰκός. Ὅλον δὲ τὸ πρᾶγμα πλεονεκτικόν ἐστι καὶ ἐφάμαρτον.
Matthew was a tax-collector. Jesus, seeing him sitting at the tax-office, said to him: Follow Me; and rising up and leaving all things, he followed Him, and became His disciple; and he also composed the Gospel. A tax-collector is one who collects certain dues beyond what is fitting. And the whole business is greedy and sinful.
Ἄλλος ἐστὶ τελώνης ὁ δακρύσας ἐν τῷ ναῷ, ὅστις παρὰ τὸν μεγάλαυχον Φαρισαῖον κατῆλθε δεδικαιωμένος. Κεῖται δ' ἡ κατ' αὐτὸν ἱστορία ἐν τῷ αʹ λόγῳ.
Another tax-collector is the one who wept in the temple, who went down justified rather than the boastful Pharisee. The narrative concerning him is placed in the 1st discourse.
Ζακχαῖος δὲ καὶ αὐτὸς τελώνης ὑπάρχων, Ἰησοῦν ἰδεῖν ἐπεθύμησε· καὶ τοῦτον παριόντα θεάσασθαι μὴ δυνάμενος, διά τε τὸν παρεπόμενον ὄχλον καὶ τὸ βραχὺ τῆς ἡλικίας (μικροφυὴς γὰρ τὴν ἡλικίαν ὁ μεγαλόψυχος Ζακχαῖος), ἐπὶ συκομοραίας ἀνῆλθε θεάσασθαι τὸν ποθούμενον· ὃν Ἰησοῦς καλέσας, παρ' αὐτῷ τε ξενισθεὶς, μαθητεύει· καὶ πάντα τὰ ὑπάρχοντα τοῖς ἐνδεέσι καὶ πλεονεκτηθεῖσι τετραπλῶς ἀποδοὺς ὁ Ζακχαῖος, Χριστοῦ μαθητὴς ἐχρημάτισεν.
And Zacchaeus, being himself also a tax-collector, desired to see Jesus; and being unable to behold Him passing by on account of both the accompanying crowd and the shortness of his stature (for the great-souled Zacchaeus was small in stature), he climbed up a sycamore tree to behold the One he longed for; whom Jesus called, and having been entertained at his house, makes His disciple; and Zacchaeus, having given all his possessions to the needy and fourfold to those he had defrauded, came to be called a disciple of Christ.
94 Τρεῖς δ' ἄρα λυσιμελεῖς, ὅ τε λέκτριος, ὅς τ' ἐπὶ πηγῇ, 95 Ἤν τε πνεῦμα πέδησεν.
94 And three paralysed ones: he on the bed, he at the spring, 95 and she whom a spirit bound.
Πρῶτός ἐστι παράλυτος ὁ ἐν Καπερναοὺμ θεραπευθείς· ἐκεῖσε γὰρ διὰ τὸν ὄχλον μὴ δυνάμενοι
The first is the paralytic healed in Capernaum; for there, being unable on account of the crowd
Notes, col. 409

On the reading

Printed τὴν ἀθλητὴν, for τὸν ἀθλητὴν.

PG 38:410Read from the page
αὐτὸν προσαγαγεῖν τῷ Ἰησοῦ, τὴν στέγην ἀνακαλύψαντες τοῦ οἴκου, καθῆκαν αὐτὸν ἐπὶ κλίνης· Χριστὸς δὲ τὴν πίστιν αὐτῶν θεασάμενος, ἄμφω, τῆς τε νόσου καὶ τῶν ἁμαρτιῶν, τὴν κάμνοντα λύσιν εὑράμενον, τῷ λόγῳ τοῦ στόματος ἀπέλυσεν ὑγιῆ.
to bring him to Jesus, having uncovered the roof of the house, they let him down on a bed; and Christ, beholding their faith, dismissed the sick man whole by the word of His mouth, having found release from both his disease and his sins.
Ὁ δὲ ἐπὶ τῇ πηγῇ παράλυτός ἐστιν ὁ τριάκοντα καὶ ὀκτὼ χρόνοις τῇ τῆς προβατικῆς ἐγκαρτερῶν κολυμβήθρᾳ· ταύτης γὰρ ἄγγελος κατιὼν καὶ σαλεύων τὸ ὕδωρ, τῷ πρώτως κατιόντι τῆς οἱασοῦν κατείχετο νόσου τὴν λύσιν παρείχετο· δι' ἣν αἰτίαν πολλῶν διαφόροις καμνόντων πάθεσι παρόντων, ὁ παραλελυμένος οὗτος, ἅτε πτωχὸς καὶ μηδένα τὸν βάλλοντα κεκτημένος ἐν τῷ ὕδατι, πρὸς τῇ νόσῳ καὶ τῷ χρόνῳ τρυχόμενος τῆς ἀτυχίας, διεκαρτέρει μάλα νεανικῶς. Τοῦτον ἰδὼν Ἰησοῦς ὁ φιλάνθρωπος, ᾤκτειρε σπλαγχνισθεὶς ἐπ' αὐτῷ, καὶ πυθόμενος εἰ θέλει γενέσθαι ὑγιὴς, ὅτι Ναὶ ἀκούσας, ὀκτὼ καὶ τριάκοντα χρόνους τούτου χάριν προσκαρτερεῖ τῇ κολυμβήθρᾳ, σύντομον τὴν ὑγείαν αὐτῷ τῷ λόγῳ τοῦ στόματος χαρισάμενος, τὴν ἰδίαν ἄραντα κλίνην τῶν αὐτόθι βαδίζειν παραχρῆμα προσέταξεν. Ἥντινα δὲ ἔδησεν ὁ Σατανᾶς, ἐκείνη ἐστὶν ἣν ἐν τῇ συναγωγῇ ἔλυσεν ἐν σαββάτῳ, δι' ἣν καὶ λοιδορούμενος, πρὸς τοὺς Ἰουδαίους φησὶν ὁ Ἰησοῦς, Τίς ἐξ ὑμῶν ἔχει πρόβατον, ἢ κτῆνος, καὶ οὐκ ἀφίησιν αὐτὸ πιεῖν ὕδωρ ἐν σαββάτῳ; Ταύτην δὲ χρόνοις ιηʹ θυγατέρα οὖσαν Ἰσραὴλ ἣν ἔδησεν ὁ Σατανᾶς οὐκ ἔδει λυθῆναι; Καὶ ταῦτα λέγοντος αὐτοῦ, ἐφιμώθησαν.
And the paralytic at the spring is he who for thirty-eight years persevered at the Sheep Pool; for an angel descending and stirring its water granted to the first who went down release from whatever disease he was held by; for which reason, while many afflicted with various maladies were present, this paralysed man, being poor and having no one to cast him into the water, worn down by the length of his misfortune in addition to the disease, persevered right stoutly. Seeing him, Jesus the lover of mankind took pity, moved with compassion for him, and having asked whether he wished to become whole, upon hearing Yes, and that for thirty-eight years he had been waiting at the pool for this sake, having granted him swift health by the word of His mouth, He commanded him immediately to take up his own bed and walk away from that place. And she whom Satan bound is that woman whom He loosed in the synagogue on the Sabbath, on whose account, being reviled, Jesus says to the Jews: Which of you has a sheep or a beast, and does not let it go to drink water on the Sabbath? And ought not this woman, being a daughter of Israel whom Satan has bound for eighteen years, to be loosed? And as He said these things, they were silenced.
96 Τρεῖς δέ σοι ἐκ νεκύων φάος ἔδρακον· ὡς γὰρ ἄνωγας 97 Ἄρχοντος θυγάτηρ, χήρης πάϊς· ἐκ δὲ τάφοιο 98 Λάζαρος ἡμιδάϊκτος.
96 And three for Thee beheld the light from the dead; for as Thou commandedst, 97 the ruler's daughter, the widow's son, and from the tomb 98 Lazarus half-consumed.
Θυγάτηρ ἐστὶ τοῦ ἑκατοντάρχου ἣν ἀνέστησεν ὁ Ἰησοῦς· οὗτος γὰρ βασιλικὸς ὢν ἀνὴρ εὐλαβὴς, ἠρώτα τὸν Ἰησοῦν περὶ τῆς θυγατρὸς αὐτοῦ· κατα-
She is the daughter of the centurion whom Jesus raised; for this man, being a devout royal officer, entreated Jesus concerning his daughter; and having gone
Notes, col. 410

On the reading

Printed τὴν κάμνοντα, for τὸν κάμνοντα.

PG 38:411Read from the page
βὰς δὲ Χριστὸς ἐν οἰκίᾳ, καὶ τὴν παῖδα τεθνηκυῖαν εὑρὼν, καὶ κοπετὸν ἐπ' αὐτῇ καταστείλας ἅπαντα, αὐτὸς λαβόμενος τῆς παιδὸς, ἀνέστησε, καὶ τοῖς γονεῦσι ζῶσαν παρέστησε. Παῖς δὲ τῆς χήρας ἐστὶν, ὁ ἐν τῇ πόλει Ναΐν· τοῦτον γὰρ προκομιζόμενον καὶ τὴν μητέρα κατολοφυρομένην ἐπ' αὐτῷ συναντήσας Ἰησοῦς, ἁψάμενος αὐτοῦ τῆς κλίνης, ἤγειρε καὶ τῇ μητρὶ παρέδωκεν ἐκ νεκρῶν ζῶντα. Λάζαρος δέ ἐστιν ὁ ἐν Βηθανίᾳ νεκρὸς τετραήμερος, ὃν Ἰησοῦς ἀνέστησε φωνήσας ἐκ τοῦ μνήματος, οὗ καὶ μνήμην ἐν τῷ πρώτῳ πεποιήμεθα λόγῳ.
down into the house, Christ, finding the child dead and having quieted all the wailing over her, Himself took hold of the child, raised her, and presented her alive to her parents. And the widow's son is he in the city of Nain; for Jesus, meeting him being carried out and his mother lamenting over him, touched his bier, raised him, and delivered him alive from the dead to his mother. And Lazarus is the man four days dead in Bethany, whom Jesus raised by calling from the tomb, of whom we have also made mention in the first discourse.
ΛΟΓΟΣ Ζʹ.
Discourse VII.
Εἰς ἐπισκόπους.
Against the bishops.
53 Καὶ θηρὸς ζοφεροῖσιν ἐνὶ σπλάγχνοισιν ἐερχθεὶς 54 Κήτεος εἰναλίου ὥς ποτ' Ἰωνᾶς ἔδυ.
53 And enclosed in the dark entrails of a beast, 54 as once Jonah plunged into the sea-monster.
Κεῖται ἐν τῷ αʹ λόγῳ.
It is placed in the 1st discourse.
65 Οὐδὲ χέρας φονίους προσπτύξομαι, οὐδὲ γενείου 66 Δράξομαι, ὥστ' ὀλίγης ἀντιτυχεῖν χάριτος.
65 Nor shall I kiss murderous hands, nor grasp the chin 66 so as to obtain a paltry favour.
Μέμνηται τῆς κατὰ τὸν Πρίαμον συμφορᾶς· οὗτος γὰρ τῆς Τρωάδος ὢν βασιλεὺς, τίκτει παῖδας πεντήκοντα, ἐν οἷς Ἕκτορα καὶ Ἀλέξανδρον, τὴν καὶ Πάριδα. Ἀλέξανδρος δὲ ταχείας ναῦς κατασκευάσας ᾤχετο κατὰ τὴν Ἑλλάδα, καὶ ξενισθεὶς παρὰ Μενελάῳ τῷ Ἀτρέως παιδὶ (βασιλεὺς δὲ τῆς Ἑλλάδος οὗτος καὶ Ἀγαμέμνων ὁ ἀδελφὸς), τὴν τούτου γυναῖκα Ἑλένην ἁρπάσας, εἰς Ἴλιον τὴν ἰδίαν ἀπάγει πόλιν, τῆς Τρωάδος προκαθεζομένην. Μενέλαος δὲ καὶ ὁ τούτου ἀδελφὸς Ἀγαμέμνων, τούτου χάριν καταστρατοπεδεύσαντες τῆς Τρωάδος, σὺν δυνάμει παρῆσαν πολλῇ· παρῆν δὲ σὺν αὐτοῖς καὶ Ἀχιλλεὺς ὁ τοῦ Πηλέως, Αἴας Τελαμώνιος, Αἰακίδαι λεγόμενοι, καὶ τῶν παρ'
He recalls the calamity of Priam; for he, being king of the Troad, begets fifty sons, among whom were Hector and Alexander, also called Paris. And Alexander, having built swift ships, sailed to Greece, and having been entertained by Menelaus son of Atreus (he was king of Greece, and his brother Agamemnon), seized his wife Helen and carries her off to Ilium, his own city, which presides over the Troad. Menelaus and his brother Agamemnon, encamping against the Troad on this account, arrived with a great force; and with them was Achilles son of Peleus, and Ajax son of Telamon, called Aeacidae, and of the
Notes, col. 411

On the reading

Printed τὴν, for τὸν.

PG 38:412Read from the page
Ἕλλησι θαυμαζομένων ἡρώων οἱ πρόκριτοι. Πριάμου δὲ καὶ αὐτοῦ τοῖς Ἕλλησιν ἀντιπαραταττομένου, καὶ τῶν αὐτοῦ παίδων, μάλιστα Ἕκτορος, κατὰ τὴν μάχην ἀριστευόντων, πολλοὶ μὲν τῶν Ἑλλήνων ὑπὸ ταῖς χερσὶν ἀνῃρέθησαν Ἕκτορος, αὐτὸς δὲ ταῖς Ἀχιλλέως χερσὶ διεφώνησεν· ἀμφοτέρων γὰρ ἀγωνισαμένων, πεσὼν Ἕκτωρ εἵλκετο ὑπ' Ἀχιλλέως. Πρίαμος οὖν πρὸς αὐτὸν ἀφικόμενος, ᾐτήσατο τιμήσας χρήμασι τὸν Ἀχιλλέα, τὸν τεθνηκότα λαβεῖν καὶ ταφῆς ἀξιῶσαι· τοῦ δὲ βαρέως φέροντος καὶ ἀπαναινομένου, Πρίαμος τῶν αὐτοῦ προκυλινδούμενος ποδῶν δακρυχέων, τὰς μὲν φονίους χεῖρας ἀσπαζόμενος, καὶ τῆς γενειάδος δραττόμενος, ἐλίσσετο τῆς ἀξιώσεως ἐπινεῦσαι τὸν Ἀχιλλέα. Καὶ τῷ μὲν Πριάμῳ χάρις ἦν μεγάλη τὸν υἱὸν καίτοι νεκρὸν ἀπολήψεσθαι, Ἀχιλλεῖ δὲ τῷ ἀνδροφόνῳ τοῦτο κατανεῦσαι. Φονίους δὲ χεῖράς φησιν, ἐπείπερ αὗται τὸν ἐκείνου διώλεσαν παῖδα, ἃς ἠναγκάζετο Πρίαμος ὡς χρηστοδότους προσπτύσσεσθαι. Μικρὰν τοίνυν χάριν ὁ Γρηγόριός φησιν ἕνεκεν δόξης ἀνθρωπίνης κολακεύειν καὶ σχηματίζεσθαι, πρὸς τὸ ταύτης ἐπιτυχεῖν· διὸ καὶ ἀλλαχοῦ φησιν· « Οὐ γὰρ ἐμῆς ἐστι πολιᾶς παίζειν, καὶ λάτρην εἶναι ἀπρεπῶς ἀντὶ θρόνων. » Λέγεται δὲ καὶ ἡ Θέτις, κατ' Ὄλυμπον γενομένη, τοῦ Διὸς τῶν γονάτων καὶ τῆς γενειάδος δράξασθαι λιταζομένη περὶ Ἀχιλλέως.
foremost heroes admired among the Greeks. And when Priam himself also drew up in battle array against the Greeks, and his sons, especially Hector, excelled in the fight, many of the Greeks were slain by the hands of Hector, while he himself perished at the hands of Achilles; for when both fought, Hector fell and was dragged by Achilles. Priam therefore, coming to him and honouring Achilles with gifts, begged to receive the dead man and deem him worthy of burial; and when he took it ill and refused, Priam, grovelling at his feet weeping, kissing the murderous hands and grasping his chin, implored Achilles to assent to his request. And to Priam it was a great favour to recover his son, even though dead, and for Achilles the manslayer to grant this. He calls them murderous hands, because these had destroyed his son, which Priam was forced to kiss as though they were benefactors. Therefore Gregory calls it a paltry favour to flatter and dissemble for the sake of human glory in order to obtain it; wherefore he also says elsewhere: "For it does not befit my grey hairs to jest, and to be a servant unseemly for the sake of thrones." It is also said that Thetis, having come to Olympus, grasped the knees and chin of Zeus when supplicating for Achilles.
67 Οὔθ' ἱερὴν ἐπὶ δαῖτα γενέθλιον, ἠὲ θανόντος, 68 Ἤ τινα νυμφαδίην σὺν πλεόνεσσι θέων.
67 Nor running with the crowd to a sacred birthday feast, or one for the dead, 68 or some bridal banquet.
Δοκεῖ μοι τῶν παρ' Ἕλλησι τιμωμένων γενεθλίων μεμνῆσθαι· καὶ γὰρ Ἡρώδην ἄγειν γενέσια λέγεται· καὶ θανόντος ὡς ἐπὶ Πατρόκλου θρηνοῦσι, καὶ νυμφικὴν δαῖτα μάλιστα πᾶσι περισπούδαστον· ἐν τούτοις γὰρ πᾶσιν ἄτοπα γεγένηνται πλεῖστα. Εἰ δέ τις ταῦτα
He seems to me to recall the birthday feasts honoured among the Greeks; for Herod too is said to have kept his birthday; and of one who has died, as they mourn for Patroclus, and the bridal feast eagerly sought after by all; for in all these very many unseemly things have come about. And if anyone
PG 38:413Read from the page
καὶ παρὰ τῇ θείᾳ Γραφῇ ἐπιτηρήσοι, μᾶλλον εὑρήσει πένθος καλούμενα, καὶ οὐκ εὐωχίαν.
should also observe these in divine Scripture, he will find them called mourning rather than feasting.
91 Οὐδέ τί που συνόδοισιν ὁμόθρονος ἔσσομ' ἔγωγε 92 Χηνῶν ἢ γεράνων ἄκριτα μαρναμένων.
91 Nor shall I sit enthroned in assemblies 92 of geese or cranes fighting indiscriminately.
Τὰ τῶν γεράνων καὶ χηνῶν συνέδρια, ἀκριτόφωνά τε ὄντα καὶ μάτην μαινόμενα, τοῖς κατ' ἐκεῖνο καιροῦ προεδρεύουσιν ἀπεικάζει Γρηγόριος· διὸ καὶ τῆς τούτων ἀποπηδήσας ἀλογιστίας, τὸ μετ' ἐκείνων συνεδριάζειν, ἴσον ὑπενόει τῆς μετὰ χηνῶν καὶ γεράνων συνδυάσεως· τοῦτο δὲ τῶν ἑαυτοῦ καὶ Ὁμήρου μνημονεύσας ἐπῶν παρεισάγει παράδειγμα.
Gregory likens the councils of cranes and geese, being confused in voice and raging in vain, to those who presided at that time; wherefore, leaping away from their folly, he considered sitting in council with them equal to consorting with geese and cranes; and he introduces this example recalling his own verses and those of Homer.
101 Ταῦτα μὲν, οἷσι φίλον, καὶ κερκώπων κράτος εἴη.
101 Let these things belong to those who love them, and let the sway of the Cercopes prevail.
Ταύτην εἴτε μεταφορικῶς οὖσαν τὴν ἱστορίαν, εἴτε φυσικῶς παρενηνεγμένην, ἀκριβῶς οὐκ ἴσμεν· πλὴν σχόλιόν τι παρ' αὐτῷ κείμενον τῷ Θεολόγῳ ἀνέγνωμεν οὕτω περιέχον· « Οἱ γὰρ κερκώπων παῖδες δόλιοι, καὶ αὐτὸ δὲ τὸ ζῶον (ἀλώπηξ δὲ), ὡς ἀπὸ τῆς κέρκου· » μεγάλην γὰρ ταύτην ἔχον, κέρκωψ καλεῖται· φύσει δὲ δόλιόν ἐστι καὶ πανοῦργον· διὸ καὶ πολλοῖς τοῖς μυθεύμασι γελωτοποιοῖς θρυλλοῦσι τοῦτο πολλοί· καὶ γὰρ λέοντα τὸν βασιλικώτατον ἀπατήσειν καὶ πετεινὰ καὶ κτήνη καὶ θῆράς φασι· καὶ ὅτι φυσικὸν ἔχει τὸ πανοῦργον, λέγουσι σχηματίζεσθαι θάνατον, καὶ ἐξογκοῦσθαι πρὸς ἀπάτην τῶν πετεινῶν, ἡνίκα δὲ καθήκονται ὡς ἐπὶ πτώματι, διασπᾷν αὐτὰ καὶ κατεσθίειν· ἀλλὰ καὶ τοὺς κύνας πρὸς μίξιν ἀπατᾷν ἡνίκα ταχυδρόμοις ἅλμασιν αὐτοῦ κατατύχοιεν. Τοὺς δολίους οὖν καὶ ἀπατεῶνας ἔχει τὸ κράτος κατὰ τῶν εὐλαβῶν, φησὶν ὁ θεῖος Γρηγόριος.
Whether this account is metaphorical or adduced from nature, we do not accurately know; yet we read a certain scholion placed in the Theologian himself containing the following: "For the sons of the Cercopes are crafty, and the animal itself too (that is, the fox), as from its tail (kerkos);" for having a large one, it is called kerkops; and by nature it is crafty and knavish; wherefore many chatter about it in many laughable fables; for they say it deceives even the most royal lion, and birds and cattle and wild beasts; and because it has knavery by nature, they say it feigns death and puffs itself up to deceive birds, and when they descend as upon a carcass, it tears them apart and devours them; and moreover it even deceives dogs into mating when they overtake it with swift bounds. The crafty and deceivers, therefore, hold sway against the devout, says the divine Gregory.
PG 38:414Read from the page
Ἔστι δὲ καί τις ἑτέρα διήγησις περὶ Πασσάλου καὶ Ἀκλήμονος τῶν Κερκώπων· καὶ οὗτοι γὰρ δόλιοι καὶ λίαν ἀδικώτατοι.
There is also a certain other narrative concerning Passalus and Aclemon, the Cercopes; for these too were crafty and exceedingly unjust.
Κεῖται δὲ ἡ κατ' αὐτοὺς ἱστορία ἐν τῷ ριδʹ λόγῳ περὶ Μελαμπύγου.
The narrative concerning them is placed in the 114th discourse on Melampygus.
ΛΟΓΟΣ Ηʹ.
Discourse VIII.
Περὶ εὐτελείας τοῦ ἐκτὸς ἀνθρώπου.
On the worthlessness of the outward man.
17 Οὗτος ἔην θαλερός τε καὶ ἄλκιμος, εὖχος ἑταίρων, 18 Ὑψιβιβὰς, μελέεσσιν ἐριζώοισι πεπηγώς· 19 Οὗτος κάλλιμος ἦεν ἑωσφόρος, ὄμματα πάντων 20 Ἕλκων, εἴαρος ἄνθος ἐν ἀνδράσιν, οὗτος ἀγῶσιν 21 Κύδιμος, ἔντεσιν οὗτος Ἀρήϊος, οὗτος ἄριστον 22 Θηροφόνων σταδίοισι καὶ οὔρεσι κάρτος ἐγείρων.
17 This man was blooming and stout, the boast of his comrades, 18 high-striding, firmly set with vigorous limbs; 19 this man was a fair morning star, drawing the eyes of all, 20 a flower of spring among men; this man was glorious in contests, 21 this man was warlike in armour, this man roused the finest strength 22 in the racecourses and mountains of beast-slayers.
Πολλαῖς ἐπῶν χιλιάσιν Ὅμηρος καὶ τῶν Ἑλλήνων οἱ ποιηταὶ τὰς βίβλους τοιούτοις ἐμέλαινον ἐγκωμίοις, ἄρτι μὲν Ἀχιλλέα χολούμενον παρεισάγοντες, καὶ τῆς ἐκείνου μήνιδος παραίτιον τὰς τῶν ἐφήβων ἀωρίας καὶ πτώσεις πιστούμενοι, πολλοῖς τε λόγων κύκλοις, τῶν ἑταίρων αὐτὸν εἶναι καύχημα καὶ τῆς πατρίδος ὑπέρμαχον παριστῶντες, ἄρτι δὲ μέλεσι πεπηγότα μεγάλων ζώων τὸν Τελαμῶνος Αἴαντα καὶ τεῖχος τοῖς προσφιλέσι καθεστηκότα θαυμάζοντες. Ὡσαύτως ἐν τοῖς ἀγῶσιν ἔνδοξον τὸν Τυδέως Διομήδην. Ἀρήϊον Ἕκτορά φασι τὸν Πριαμίδην· τοῦτον γὰρ κατὰ τὴν μάχην σὺν τῷ Ἄρεϊ δεδοξασμένον τοῖς τεύχεσι λέγουσιν ὡς Ὅμηρος·
With many thousands of verses Homer and the poets of the Greeks blackened their books with such encomia, now introducing Achilles in wrath and confirming the untimely deaths and falls of youths as caused by his anger, and in many circuits of words representing him as the boast of his comrades and the champion of his fatherland, and now admiring Ajax son of Telamon as firmly set with the limbs of great beasts and standing as a wall for his friends. Likewise Diomedes son of Tydeus as famed in contests. They call Hector son of Priam warlike; for they say he was glorified in armour with Ares in battle, as Homer says:
Ἦρχε δ' ἄρα σφιν Ἄρης καὶ πότνι' Ἐνυώ·
And Ares led them, and queenly Enyo;
καὶ αὖθις,
and again,
Τῷ δ' αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει, Καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης, βροτῷ ἀνδρὶ ἐοικώς.
Beside him there is always one at least of the gods, who wards off ruin, and now yonder Ares is beside him, like a mortal man.