Ἤδη μὲν περὶ τοῦ μεγάλου βραχέως Ἰὼβ εἴρηται, ἀλλὰ καὶ νῦν εἰπεῖν οὐκ ὀκνητέον. Ἰὼβ ἀνὴρ γέγονε δίκαιος, τὴν Αὐσίτιδα γῆν κατοικῶν, γένος μὲν Ἄραψ, τῶν Ἠσαῦ υἱῶν υἱός. Τούτῳ ὁ Θεὸς ἐμαρτύρησεν εἰπὼν, ὅτι Οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄκακος, ἀληθινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Τοῦτον εἰς πειρασμὸν ὁ διάβολος παρὰ Θεοῦ ἐξῃτήσατο· καὶ πρῶτα μὲν ἀπώλεσεν αὐτοῦ τὰ ὑπάρχοντα, πρόβατα δὲ ἦν αὐτῷ ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, ὄνοι θήλειαι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα, καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς· καὶ αὐτὸς εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν· καὶ παῖδες αὐτῷ ὑπῆρχον ἑπτὰ, καὶ θυγατέρες τρεῖς· οὓς ἅπαντας ἄρδην ὁ μισόκαλος ἐξηφάνισε μετὰ τῶν ὑπαρχόντων αὐτοῦ, κινῆσαι βουλόμενος αὐτὸν εἰς βλασφημίαν. Ὡς δὲ καρτερῶς ἔφερεν εὐχαριστήσας, οὐχ ἱκανὰ τὰ ὑπάρχοντα πρὸς τὸν πειρασμὸν ὁ διάβολος ὑπολαβὼν, αὐτὸν ἐξῃτήσατο· λαβὼν δὲ τὴν κατ' αὐτοῦ σωματικὴν ἐξουσίαν, νόσῳ τοῦτον περιβάλλει δεινοτάτῃ· τὸ δὲ πάθος ἀπὸ ποδῶν αὐτῷ μέχρι κεφαλῆς ὑπῆρχε πονηρόν. Ἔξω μὲν οὖν τῆς πόλεως ἐπὶ κοπρίας καθεζομένου, καὶ τὸν ἰχῶρα τοῦ σώματος ἀποξεομένου ὀστράκῳ, τὴν μὲν ἰδίαν γυναῖκα τῆς εἰς Θεὸν βλασφημίας σύμβουλον αὐτῷ πρότερον διεγείρει, τῶν μὲν οἰχομένων εἰς μνήμην ἄγουσαν χρηστῶν, τῶν δὲ ἐν χερσὶ πονηρῶν λυπηρῶς ὑποτιθεμένην τὰς συμφοράς. Ὡς δὲ τοῦ χρόνου τὸ μῆκος, καὶ τῆς ἀπροσδοκήτου σωτηρίας τὴν ἀπόγνωσιν, φίλων τε καὶ πρὸς γένους καὶ τῶν οἰκείων τὴν ἀλλοτρίωσιν, ὀνείδη καὶ γέλωτα καὶ μυκτηρισμὸν, καὶ ἅπαξ εἰπεῖν τὴν πᾶσαν ἀπ'
Mention has already been made briefly of the great Job, yet even now we must not hesitate to speak. Job was a righteous man, dwelling in the land of Ausitis, an Arab by race, a son of the sons of Esau. To him God bore witness, saying: There is no one like him among those on the earth, a guileless, truthful, blameless, righteous, God-fearing man, abstaining from every evil deed. Him the devil demanded from God for trial; and first he destroyed his possessions—he had seven thousand sheep, three thousand camels, five hundred yoke of oxen, five hundred grazing she-asses, and a very great household, and great works were his upon the earth; and he himself was noble among those from the rising of the sun; and he had seven sons and three daughters—all of whom the hater of good utterly wiped out together with his possessions, wishing to move him to blasphemy. But when he bore it steadfastly, giving thanks, the devil, supposing his possessions not sufficient for the trial, demanded his person; and having received bodily power over him, he afflicts him with a most terrible disease, and the evil affliction was upon him from his feet to his head. While he sat outside the city on a dunghill and scraped the discharge of his body with a potsherd, [the devil] first stirs up his own wife as a counsellor of blasphemy against God, bringing to mind the departed good things and grievously setting before him the calamities of present evils. And as [he brought forward] the length of time, and despair of unexpected deliverance, the alienation of friends and kinsmen and household, reproaches and laughter and mockery, and in a word the whole [quiver] against