Ὅτε τὸν οὐρανὸν Ἠλίας ἀπέκλεισε, προσέταξεν αὐτῷ ὁ Θεὸς εἰς χειμάρρουν πορευθῆναι Χορρὰθ κἀκεῖθεν πιεῖν ὕδωρ· ἐνετείλατο δὲ τοῖς κόραξιν ὁ Θεὸς κομίζειν αὐτῷ τὴν τροφήν. Ἔφερον μὲν οὖν αὐτῷ πρωῒ μὲν ἄρτον, τὸ δειλινὸν δὲ κρέας· ξηρανθέντος δὲ τοῦ χειμάρρου, πάλιν εἰς Σάρεφθα τῆς Σιδονίας πρός τινα χήραν αὐτὸν ὁ Θεὸς ἀποστέλλει· αὕτη δὲ τὸν μὲν βίον πάντων ὑπῆρχε μετριωτέρα, φιλόξενος δὲ, καὶ τὴν πρόθεσιν μάλα πλουσίαν κεκτημένη. Ταύτην ἐλθὼν ὁ Ἠλίας ξυλευομένην εὑρὼν, καὶ προσφωνήσας, ἄρτον αὐτῷ ποιῆσαι προστάσσει ἐγκρυφίαν· τῇδε γὰρ ὕδωρ αὐτῷ κομίσαι προσέταξε πρότερον, ἀφ' οὗ πεπωκὼς, ἄρτον αὐτῷ φησι λήψεσθαι. Τῆς δὲ μὴ πλέον δρακὸς ἀλεύρου κεκτῆσθαι φησάσης ἐν τῇ ὑδρίᾳ, καὶ μικροῦ ἐλαίου ἐν τῷ καμψάκῃ, τούτου χάριν τε συλλέγειν τὰ ξυλάρια, καὶ τὸν ἄλευρον πέψασαν, ἅμα τῷ παιδὶ μονογενεῖ αὐτῇ ὄντι μεθέξειν καὶ παραχρῆμα τεθνήξεσθαι, ὁ προφήτης, Πορεύου, φησὶν, ὅτι τάδε λέγει Κύριος· Ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει, ἕως τοῦ δοῦναι Κύριον τὸν ὑετὸν ἐπὶ τὴν γῆν. Ἅμα εἶπε, καὶ τῷ λόγῳ τὸ ἔργον ἐπηκολούθει. Παρ' αὐτῇ γοῦν ξενισθεὶς διεκαρτέρει· τὸν δὲ παῖδα τῆς γυναικὸς νοσηλευθέντα, πολλαῖς εἰκὸς ταῖς ὑπὸ τῆς γραὸς λοιδορίαις βαλλόμενος, ὡς ἐλθὼν καὶ τὰς αὐτῆς ἀναμνήσας ἁμαρτίας τὸν υἱὸν ἐθανάτωσε, κατοικτίζεται δρυπτόμενος ἐκείνης πλέον, Οἴμοι, λέγων, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ' ἧς ἐγὼ κατοικῶ, σὺ ἐθανάτωσας τὸν υἱὸν αὐτῆς. Ἐν τοσούτῳ δὲ τὸν Θεὸν δυσωπήσας, ἐμφυσήσας τε τῷ παιδαρίῳ, ζῶντα παραχρῆμα δίδωσι τῇ μητρί. Τοῦτον δέ τινές φασιν εἶναι τὸν Ἰωνᾶν· καὶ πιθανός γε ὁ λόγος, ἐπεὶ καὶ τύπος τῆς Χριστοῦ ὁ Ἰωνᾶς γέγονεν ἀναστάσεως.
When Elijah shut up heaven, God commanded him to go to the brook Cherith and drink water from thence; and God enjoined the ravens to bring him food. So they brought him bread in the morning, and flesh in the evening; and when the brook dried up, God sends him again to Zarephath of Sidonia to a certain widow; she was poorer in livelihood than all others, yet hospitable and possessed of a very rich goodwill. Elijah, having come and found her gathering wood, addressed her and bade her make him a hearth-cake; for he had first commanded her to bring him water, after drinking of which he says he will receive bread from her. And when she said that she possessed no more than a handful of meal in the jar and a little oil in the cruse, and that for this reason she was gathering sticks, so that having baked the meal she might partake of it together with her only-begotten child and straightway die, the prophet says, Go, for thus says the Lord: The jar of meal shall not fail, and the cruse of oil shall not diminish, until the Lord gives rain upon the earth. No sooner had he spoken than the deed followed the word. So being entertained by her he continued there; and when the woman's child fell sick, being pelted as was likely with many reproaches by the old woman, as though by coming and calling her sins to remembrance he had put her son to death, he is moved to compassion, torn with grief more than she, saying, Woe is me, O Lord, the witness of the widow with whom I dwell, Thou hast slain her son. Meanwhile, having entreated God and breathed upon the little boy, he straightway gives him alive to his mother. Some say that this boy was Jonah; and the account is indeed plausible, since Jonah also became a type of the resurrection of Christ.