κονταετῆ χρόνον αὐτόσε διατρίβει· μεθ' ὃν προσάγει ποιμαίνων κατὰ τὸ Χωρὴβ ὄρος, ὅπου βάτος ἦν, ᾗ προσεγγίσας θεοπτίας ἀξιοῦται, πῦρ γὰρ ἐδόκει τῇ βάτῳ συμπεφύρθαι, ἡ δὲ οὐκ ἐκαίετο· θαυμάσαντα δὲ τὸν Μωϋσέα, καὶ πλέον κατανοῆσαι προθυμούμενον φωνή τις ἀπείργει θειοτέρα τῆς βάτου ἐξενεχθεῖσα, ἡ δὲ ἦν λύειν παρακελευομένη τὰ τῶν ποδῶν ὑποδήματα· Ἐγὼ δὲ, φήσαντος, εἰμὶ, τοῦ λαλοῦντος, ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ· ἔμφοβος δὲ γενόμενος Μωϋσῆς, ηὐλαβεῖτο κατανοῆσαι· πολλῆς δὲ τῆς ἐκ τοῦ λαλεῖν παῤῥησίας ὑπαρχθείσης, τοῦ μὲν Θεοῦ προστάσσοντος τὴν Αἰγυπτίων καταλαβόντα τὸν Μωϋσέα, τῆς Αἰγυπτίων ἐξελέσθαι δουλείας τοὺς υἱοὺς Ἰσραὴλ, εἰς τέλος τε τῆς κακώσεως ἀναβιβάσαι· τοῦ δὲ τὴν ἄφιξιν ἀναβαλλομένου, καὶ μὴ πρὸς τοῦτ' ἐξαρκεῖν διαβεβαιουμένου, τῆς τε γλώσσης τὴν βραδύτητα προτιθεμένου, καὶ τῆς φωνῆς τὸ δύσηχον προφασιζομένου, θυμωθέντα τὸν Θεὸν ἐπ' αὐτῷ, χαλεπῇ Θεοῦ ἀντικοτοῦντος ἀπειλῇ, τὰς μὲν οἵας ἔφαμεν προφάσεις ἀφεὶς, ὅτι μὴ παρ' αὐτοῖς ἔλεγε πιστωθήσεται· ῥάβδον οὖν ἐν τῇ χειρὶ κατέχων προσρίψας τῇ γῇ τοῦτο προστάξαντος αὐτῷ τοῦ λαλοῦντος, εἰς δράκοντα ταύτην μετελθοῦσαν, μάλα δείσας διδράσκει· τῆς δὲ κέρκου λαβέσθαι καὶ αὖθις προστεταχότος Θεοῦ, ταύτην εἶχεν εἰς τὸ ἀρχαῖον ἐπανελθοῦσαν· ἀλλ' ἔτι διαπιστῶν τὴν χεῖρα τῷ κόλπῳ προσαγαγεῖν ἐγκελεύεται· ἀφ' οὗ λεπρῶσαν αὐτὴν ἐξαγαγὼν, αὖθίς τε εἰσαγαγὼν, καὶ πρὸς τὴν ἀρχαίαν χροιὰν ἀποκαταστᾶσαν ἀπολαβὼν, τὴν ἐπ' Αἴγυπτον ὁδοιπορίαν στέλλεται, σὺν τῇ γαμετῇ καὶ τοῖς ἐξ αὐτῆς αὐτῷ τεχθεῖσι παιδίοις, τῷ πενθερῷ καὶ τοῖς προσφιλέσιν ἐξόδια προσομιλήσας καὶ μάλα φιλικά· γενομένῳ δὲ τῆς ὁδοιπορίας ἄγγελος ἐπιστὰς τὸν πρωτότοκον υἱὸν Γηρσὰμ οὕτω λεγόμενον τοῦ Μωϋσέως, μικροῦ δεῖν ἀναιρεῖ· πλὴν εἰ μὴ δραμοῦσα τοῦ παιδὸς ἡ μήτηρ, καὶ ψῆφον
years' time he abides there. After this, while shepherding, he approaches Mount Horeb, where there was a bush; drawing near to it, he is deemed worthy of a vision of God, for fire seemed to be mingled with the bush, yet it was not burning. As Moses marvelled and was eager to inspect it more closely, a diviner voice issuing from the bush checks him, bidding him loose the sandals of his feet; and when He who spoke said, I am the God of thy fathers, the God of Abraham and the God of Isaac and the God of Jacob, Moses became terrified and feared to look. When much boldness in speaking had come to pass, God commanding Moses to go down to the land of the Egyptians and deliver the sons of Israel from the bondage of the Egyptians and bring them up to the end of their affliction, while he put off the journey and asserted that he was not sufficient for this, putting forward the slowness of his tongue and alleging the harshness of his voice—when God grew angry at him and opposed him with a stern threat, setting aside such excuses as we mentioned, he said that he would not be believed among them. Holding a staff in his hand, therefore, and casting it upon the ground when He who spoke commanded him to do this, seeing it turned into a serpent, he flees in great fear; and when God commanded him to seize it by the tail again, he had it restored to its former state. Still doubting, however, he is bidden to put his hand into his bosom; drawing it forth leprous therefrom, and putting it in again, and receiving it back restored to its former colour, he sets out on the journey to Egypt with his wife and the children born to him by her, having spoken very friendly farewell words to his father-in-law and his loved ones. And as he was on the journey, an angel stood over them and all but slew Moses's firstborn son, called Gersam, had not the mother of the child run and a flint