Migne Reading Room

PG 38 · cols. 361–366 · Read from the page

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:361Read from the page
593 Πήξειας δὲ μέλη βεβαρηότα.
593 And mayest Thou make firm the weighed-down limbs.
Τῆς τοῦ παραλύτου μέμνηται ἱστορίας· τοῦτον γὰρ τοῖς μέλεσι βεβαρημένον, προστάγματι συσφίγγει Χριστός· μέλη τοίνυν βεβαρημένα, τῆς ψυχῆς τὰ ὄργανά φησι, μόχθῳ τοῦ πρὸς τὸν ἀόρατον τοῦ Ἐχθροῦ πόλεμον, ἀκίνητά τε καὶ παντελῶς ἀργὰ καθεστηκέναι.
He recalls the narrative of the paralytic; for Christ braces him by a command when he is weighed down in his limbs. By weighed-down limbs, then, he means the organs of the soul, which through the toil of the war against the invisible Enemy have become motionless and altogether idle.
Ἐκ νεκύων δὲ 594 Αὖθις ἀναστήσειας ὀδωδότα.
And from the dead 594 mayest Thou raise again him who stinks.
Λάζαρον τεταρταῖον τοῦ τάφου Χριστὸς ἑλκύσας, ζῶντα παρίστησιν· οὗτος δὲ φίλος αὐτῷ καὶ τῶν αὐτῷ πεφιλημένων γυναικῶν ἀδελφὸς, Μαρίας φημὶ καὶ Μάρθας· ὡρμᾶτο δὲ τῆς Βηθανίας κωμυδρίου, μικροῖς διαστήμασι τῆς Ἱερουσαλὴμ καθεστηκότος· τοῦτον ἀῤῥωστίᾳ τὸν Λάζαρον περιελθόντα, τοῖς μαθηταῖς ἀλλαχόσε διατρίβων προλέγει Χριστὸς, εἶτα δὲ καὶ θανόντα· πένθους δὲ περὶ τὸν τοῦ τεθνηκότος οἶκον οὐ τοῦ τυχόντος ὑπάρχοντος, κατὰ τὴν τετάρτην ἡμέραν σὺν τοῖς μαθηταῖς πάρεστι Χριστὸς, ᾧ συναντήσασαι Μάρθα καὶ Μαρία τοῦ τεθνηκότος αἱ ἀδελφαὶ καταδεδακρυμέναι τῆς βραδύτητος ἐνεκάλουν· ἦ γὰρ ἂν τοῖς τοῦ θανάτου δεσμοῖς οὐχ ὑπήχθη Λάζαρος παρόντος Ἰησοῦ· τὸν γοῦν ἀδελφὸν ἀναστήσειν ἐπαγγειλαμένου Χριστοῦ, θᾶττόν τε τῷ τάφῳ παραστάντος τοῦ τεθνηκότος, ἀποτρέπειν τὰς ἀδελφὰς λέγεται τὴν τοῦ μνήματος ἀνακάλυψιν τεταρταίου τοῦ τεθνηκότος ὑπάρχοντος, ἅτε δὴ καὶ σεσηπότος· ἀλλὰ Χριστὸς φωνήσας κειρίαις αὐτὸν, ὡς ἔθος τοῖς θαπτομένοις, περιελιγμένον, ἀσυνήθως βαδίζοντα πρὸ τοῦ τάφου παρίστησι· θαῦμα μέγιστον τοῖς ὁρῶσι, νεκρὸς τεταρταῖος ἀνεμποδίστοις βαδίζων δεσμοῖς· λυθέντα δὲ τὸν πρὸ βραχέος νεκρὸν, οἴκοι τε πεπορευμένον, παμπληθεῖ τῆς Ἱερουσαλὴμ τοῦ θαύματος διαδραμόντος, τῶν τε τῆς πόλεως οἰκητόρων καὶ τῶν παρατυχόντων ἀλλαχόθεν νεηλύ-
Drawing Lazarus four days dead out of the tomb, Christ presents him alive. He was a friend to Him and the brother of the women beloved by Him, I mean Mary and Martha; and he came from the little village of Bethany, situated at a short distance from Jerusalem. While staying elsewhere, Christ foretells to the disciples that this Lazarus has fallen into sickness, and afterwards that he has also died. And when no ordinary mourning was around the house of the dead man, on the fourth day Christ arrives with the disciples; meeting Him in tears, Martha and Mary, the sisters of the dead man, reproached Him for His delay, for surely Lazarus would not have been brought under the bonds of death had Jesus been present. When Christ promised to raise their brother and swiftly stood by the tomb of the dead man, the sisters are said to have tried to turn Him from uncovering the sepulchre, since the dead man was of four days and indeed already decaying. But Christ called him forth, wrapped in grave-bands as is the custom for those who are buried, and presents him walking extraordinarily before the tomb—a very great marvel to those who saw it, a dead man of four days walking with unhindered bonds. And when he who had shortly before been dead was unbound and had gone home, the miracle having run through the whole multitude of Jerusalem, both of the inhabitants of the city and of the newcomers who happened to be present from elsewhere
PG 38:362Read from the page
δων (ἦν γὰρ ἑορτὴ τοῦ Πάσχα), πώλῳ παραγενησόμενον Ἰησοῦν σὺν κλάδοις καὶ βαΐοις ὑποδεξομένων, ὕμνον εἰς Θεὸν εἰπεῖν Δαυϊτικὸν, ὡς υἱόν τε Δαβὶδ τὸν βασιλέα καθομολογῆσαι Χριστὸν γέγραπται· ψυχὴν οὖν τῇ ἁμαρτίᾳ νενεκρωμένην, τῶν θανατηφόρων ἀπολυθήσεσθαι δεσμῶν ἐπιστασίᾳ Χριστοῦ, φησὶν ὁ θεῖος Γρηγόριος.
(for it was the feast of the Passover), as they were about to welcome Jesus coming on a colt with branches and palm-fronds, it is written that they spoke a Davidic hymn to God and confessed Christ as King, the Son of David. A soul, therefore, deadened by sin will be loosed from its deadly bonds by the intervention of Christ, says divine Gregory.
Μηδέ μ' ἄκαρπον 595 Οἷα συκῆν τὸ πάροιθεν ἰδὼν, ξηρὸν τελέσειας.
Nor seeing me barren 595 like the fig-tree of old, mayest Thou make me withered.
Ἐκ Βηθανίας ἐπὶ τὴν πόλιν Ἱερουσαλὴμ ὁδοιπορῶν Χριστὸς, καθ' ὁδὸν πεινήσας προσάγει συκῇ, βρώσεως ὀρεγόμενος, ἐν ᾗ μάλιστα καρπὸν οὐχ εὑρὼν, ἀποτόμως ταύτην τῷ λόγῳ ξηραίνει· συκῆ δὲ νοηθήσεται ψυχὴ ῥάθυμος ἀκαρπίᾳ καὶ τραχύτητι πιεζομένη, ἣν μὴ κατὰ καιρὸν τὸν καρπὸν ἀποδιδοῦσαν τῷ λόγῳ ξηραίνει Χριστός· ξηρὸν δὲ ξύλον καὶ ἄκαρπον, πυρός ἐστι κατάβρωμα δηλονότι τελευταῖον.
Journeying from Bethany to the city of Jerusalem, Christ hungered along the way and approaches a fig-tree, desiring food; finding no fruit at all on it, He abruptly withers it with His word. Now by the fig-tree shall be understood a sluggish soul weighed down with barrenness and roughness, which, when it does not yield its fruit in season, Christ withers with His word; and a dry and barren tree is manifestly at the last fuel for the fire.
616 Ὡς δ' ὅτε τίς τε λέοντα λιπὼν, ἄρκτῳ πελάσειε 617 Μαινομένῃ, καὶ τήνδε φυγὼν ἐς δῶμα πέσησιν 618 Ἀσπασίως, καὶ χεῖρα ἑὴν πρὸς τοῖχον ἐρείσῃ, 619 Ἔνθεν δ' ἐκπροθορών μιν ὄφις τύψῃσιν ἀέλπτως.
616 And as when someone leaving a lion approaches a bear 617 that is raging, and fleeing this too rushes into a house 618 gladly, and leans his hand against the wall, 619 and leaping forth thence a serpent strikes him unexpectedly.
Τοῦτο τὸ παράδειγμα τοῦ προφήτου ἐστὶν Ἀμώς· φησὶ γάρ· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου, καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φέγγος· ὡς γὰρ ἄν τις λέοντα καταλιπὼν, ἄρκτῳ προσεγγίσῃ· καὶ ταύτην ἐκφυγὼν, εἰσπέσῃ εἰς οἰκίαν, καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ πρὸς τὸν τοῖχον, καὶ δέξηται αὐτὸν ὄφις· Οὐχὶ σκότος ἡ ἡμέρα Κυρίου, καὶ οὐ φῶς ; καὶ γνόφος οὐκ ἔχων φέγγος ;
This example is from the prophet Amos; for he says: Woe to those who desire the day of the Lord, and it is darkness and not brightness; for as if a man leaving a lion should approach a bear, and fleeing this should rush into a house and lean his hands against the wall, and a serpent should meet him. Is not the day of the Lord darkness and not light, and gloom having no brightness?
ΛΟΓΟΣ Βʹ. Περὶ παρθενίας.
Discourse II. On Virginity.
Ἀρχόμενος ὁ θεῖος Γρηγόριος τοῦ εἰς παρθενίαν λόγου, καὶ μεγάλως βουλόμενος αὐτὴν ὑπερεξᾶραι,
Beginning his discourse on virginity, and wishing greatly to exalt it, divine Gregory
PG 38:363Read from the page
δεῖξαί τε ἀμυδρῶς ἐν τοῖς προτέροις φαινομένην, λαμπρότερον δὲ διαλάμπουσαν ἀπὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως, ἐκ θεολογίας εἰσβάλλει τὴν σεπτὴν Τριάδα καὶ ἀδιαίρετον, πρώτην ἀποδεικνὺς παρθένον, μεθ' ἣν τὰς ἀγγελικὰς δυνάμεις τὰς περὶ τὴν πρώτην ἱδρυμένας ἀκτῖνα· θεολογήσας δὲ καὶ ὡς ἐνὸν παραστήσας ἐξηγηματικῶς, τήν τε τῶν ἀγγέλων παρεισάγει δημιουργίαν, καὶ τοῦδε τοῦ παντός· ἀρχόμενος ἀπὸ φωτὸς, ὡς πρῶτον ὑπέστη τὸ φῶς ἄν φησι πλήρη φωτὸς γένοιντο τὰ ἔργα καὶ χαρίῃ· τόν τε οὐρανὸν παρεισάγει καὶ τὴν γῆν, τὴν θάλασσάν τε καὶ τὰ ἐν αὐτῇ, ἥλιον, σελήνην, ἀστέρας, καὶ ζώων παντοίων εἴδη παντοδαπὰ, τήν τε τοῦ ἀνθρώπου διάπλασιν, καὶ τῆς ἐκ πλευρᾶς αὐτοῦ ληφθείσης γυναικὸς τὴν πᾶσαν δημιουργίαν συντόμῳ λόγῳ περιλαβών.
and to show it appearing dimly in earlier times, but shining forth more brilliantly from the incarnation of our Saviour, begins from theology, demonstrating the venerable and indivisible Trinity to be the first virgin, and after it the angelic powers established around the first ray. Having spoken of theology and set it forth as far as possible in an explanatory manner, he introduces the creation of the angels and of this universe; beginning from light, how light first came into being, so that, he says, the works might become full of light and gladness; and he introduces heaven and earth, the sea and the things in it, sun, moon, stars, and manifold kinds of living creatures of every sort, and the fashioning of man, and of the woman taken from his rib, encompassing the whole creation in a concise account.
131 Καὶ πολλοῖσι πάρος παιδεύμασι πλάσμα δαμασθὲν, 132 Γλώσσαις τεμνομένῃσι, καὶ ὕδασι καὶ πυρὸς ὄμβροις.
131 And the creature subdued beforehand by many chastisements, 132 by divided tongues, and by waters and showers of fire.
Μέμνηται τοῦ κατακλυσμοῦ καὶ τῆς πυργοποιΐας, καὶ τῶν Σοδομιτῶν. Τοῦ γὰρ γένους τῶν ἀνθρώπων εἰς πλῆθος ἐληλακότος, καὶ πάντων ὡς εἰπεῖν ἀπηλγηκότων, ἑκάστου τε πονηρὰ καθ' ἑαυτὸν διαπραττομένου, πορνείαις τε [καὶ] μοιχείαις καὶ ἀσελγείαις, γοητείαις τε καὶ εἰδωλολατρίαις τῶν πάντων διακεχυμένων, Νῶέ τινι δικαίῳ κατὰ τὴν γενεὰν ἐκείνην προστάσσει κιβωτὸν ὁ Θεὸς κατασκευάσαι ξυλίνην· ἐν ᾗ πανοικίᾳ γενόμενον τοῦ γενησομένου κατακλυσμοῦ φυλαχθήσεσθαι. Νῶε τοίνυν ἐν ἔτεσιν ὅλοις ἑκατὸν τὴν κιβωτὸν ἀπαρτίσας, εἰσελθών τε πανοικίᾳ, καὶ τῶν θηρίων καὶ ζώων, πτηνῶν τε καὶ ἑρπετῶν πᾶν γένος κατὰ συζυγίαν ἑαυτῷ συναποκλείσας, τὸ παγκόσμιον ἐκεῖνο διαδιδράσκει ναυ-
He recalls the flood and the building of the tower and the Sodomites. For when the race of men had grown to a multitude, and all, so to speak, had grown past feeling, and each was committing wicked deeds on his own, and all were dissolved in fornications [and] adulteries and licentiousness, sorceries and idolatries, God commands a certain Noah, righteous in that generation, to construct a wooden ark, in which, entering with all his household, he would be preserved from the flood that was to come. Noah, therefore, having completed the ark in a full hundred years, and having entered with all his household, and having shut in with himself every kind of wild beasts and animals, birds and creeping things in pairs, escapes that universal ship-
Notes, col. 363

On the reading

Printed χαρίῃ, for χαρᾷ.

PG 38:364Read from the page
άγιον· τούτου γὰρ γενομένου, τὴν γῆν σύμπασαν ὁ Θεὸς ὄμβροις ἀπείροις κατέκλυσε, τοὺς οὐρανίους ἐπανοίξας καταῤῥάκτας, καὶ τῆς γῆς ὑποκάτωθεν τὰς ἀβύσσους διαῤῥήξας· τότε δὴ τῶν ὀρέων ὑπερχυθέντος τοῦ ὕδατος ἐπὶ πήχεις πεντεκαίδεκα, πᾶσαν σάρκα καὶ πᾶν ἐπὶ προσώπου τῆς γῆς ἀνάστημα ἄρδην εἰκὸς ἀπολέσθαι· Νῶε δὲ διασωθέντος μετὰ καὶ τῶν σὺν αὐτῷ τῇ θήκῃ ἐγκατακλείστων, ἀρχὴν ἐντεῦθεν τόδε τὸ πᾶν καὶ αὖθις κομίζεται, τοῦ Θεοῦ μεταμεληθέντος, διαβεβαιωσαμένου τε μὴ δεῖν ἔτι κατακλυσμὸν ἐπαγαγεῖν, κἂν ὅτι πλεῖστον εἰς αὐτὸν ἀσεβήσαιεν οἱ ἄνθρωποι· τὸν ἐπὶ Θεοῦ μετάμελον οὐ τροπὴν οἴεσθαι, ἀλλ' ἀγαθότητος ἔμφασιν· τὸ γὰρ ἠπειλημένον μᾶλλον ἐκφοβεῖ, τὸ δ' ἀνοχὴν ὑπισχνεῖσθαι καὶ πταίουσι τῆς ἀνωτάτω φιλανθρωπίας τεκμήριον· ἄλλοτε δὲ πάλιν τοῦ γένους τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς πληθυνθέντος, καὶ πολλαῖς ταῖς εἰς Θεὸν ὕβρεσιν ἐνασχολουμένου, μιᾶς οὔσης τηνικαῦτα φωνῆς καθ' ὅλου τοῦ γένους, ματαιοπονίας ἐργασίαν αὖθις ἄνθρωποι περιποιοῦνται, τὸ μηχαναῖς τισι πρὸς οὐρανὸν ἀνορμῆσαι. Πλίνθον οὖν καὶ πηλὸν κατασκευάσαντες, πύργον οἰκοδομεῖν ἐπιχειροῦσιν· ἀλλ' ὅτε πρὸς ὕψος ἐδόκει καθορᾶν τὸ μηχάνημα, τότε δὴ τῶν γλωσσῶν διαίρεσίς τις ἀθρόως τοῖς ματαιοπόνοις προσγίνεται· διαχυθέντες δὲ καὶ πρὸς ἄλλον ἄλλος ὁμονοεῖν οὐ δυνάμενοι, τῆς εἰκαίως αὐτοῖς ἐργαζομένης ἐργασίας στάσιν εἰλήφασιν ὧδε· μόνος δέ τις Ἕβερ τοὔνομα, τῇ τούτων λέγεται ματαίᾳ μὴ συνθέσθαι ἐργασίᾳ· ὄμβρους δὲ πυρὸς τοὺς Σοδομιτικούς φησι κεραυνούς.
wreck. For when this had taken place, God flooded the whole earth with boundless rains, opening the cataracts of heaven and bursting open the abysses beneath the earth; then indeed, when the water overflowed the mountains by fifteen cubits, all flesh and every living creature upon the face of the earth was naturally utterly destroyed. And when Noah was saved together with those shut up with him in the vessel, thence this universe receives a beginning once again, God having repented and assured that He would no longer bring on a flood, however greatly men might act impiously against Him; for one must not suppose repentance in God to be change, but an indication of goodness, since what is threatened rather strikes fear, whereas promising forbearance even to those who stumble is a proof of the highest love for mankind. And at another time again, when the race of men had multiplied upon the earth and was occupied with many outrages against God, there being then one language throughout the whole race, men again take up a labour of vain toil, namely to rush up to heaven by certain contrivances. Having prepared brick and clay, then, they undertake to build a tower; but when the contrivance seemed to look up to a great height, then indeed a division of tongues suddenly comes upon the vain labourers; and being scattered and unable to agree one with another, they thus received a halt to the work vainly wrought by them. Only a certain man, Heber by name, is said not to have agreed to their vain work. And by showers of fire he means the thunderbolts of Sodom.
166 Πρὸς ζωὴν παλίνορσον Ἀδὰμ καὶ κῦδος ἀνάξει.
166 Shall bring back Adam to renewed life and glory.
Ἀδὰμ πρῶτος ὑπὸ Θεοῦ κατ' εἰκόνα δημιουργηθεὶς ἄνθρωπος, πάντων βασιλεύειν τῶν ἐπὶ τῆς γῆς λα-
Adam, the first man created by God according to His image, having received to reign over all things upon the earth,
PG 38:365Read from the page
χὼν, καὶ θείων ἐννοιῶν ὑπάρχων ἐργάτης, τρέφων τε νοήμασιν ἁπλοῖς τὴν ψυχὴν, καὶ βοηθὸν κεκτημένος τὴν ἐκ πλευρᾶς αὐτοῦ ληφθεῖσαν γυναῖκα, παράδεισον ᾤκησεν ὑπὸ Θεοῦ πεφυτευμένον· ἐντολῆς δὲ πρὸς Θεοῦ δοθείσης αὐτῷ, πάντων τῶν ἐν παραδείσῳ φυτῶν ἀφθόνως ἀπολαύειν, ἑνὸς δὲ μόνου ξύλου ἀπέχεσθαι τελεωτέρας τροφῆς, ἀγώνισμα τοῦτο θεμένου τοῦ Θεοῦ, δι' οὗ τὸν ἀντίπαλον νικήσειε δαίμονα, τῆς βρώσεως ἡττηθεὶς ἐξόριστος γίνεται τῆς τρυφῆς· ὄφει γὰρ ὁ Σατανᾶς ὀργάνῳ χρησάμενος, εἰσδὺς ἀνθρωπίνως τῷ Ἀδὰμ, τῇ δὲ γυναικὶ συμβουλεύσας τε καὶ τοῦ καρποῦ μετασχεῖν ἐξαπατήσας, καὶ διὰ τῆς γυναικὸς τὸν πρωτόπλαστον ἀνατρέψας, γυμνοὺς καταλιπὼν ᾤχετο· φύλλα δὲ συκῆς περιθέμενοι, καὶ τῆς φωνῆς ἀκούειν τοῦ Θεοῦ μηκέτι φέροντες, εἰσέδυσαν οἱ προπάτορες ἐπὶ τὸ ἄλσος· ἀλλ' ὅτε κληθέντες Θεῷ παραστῆναι, διὰ τὴν γύμνωσιν οὐχ οἷοί τε καθεστήκασι, τοῦ μὲν Ἀδὰμ αἰτιωμένου τὴν γυναῖκα, τῆς δὲ τὸν ὄφιν ἀνταιτιωμένης, ἀπόφασιν τῷ μὲν ὄφει τὴν γῆν ἐσθίειν, τῷ στήθει δὲ καὶ τῇ κοιλίᾳ χαμαὶ φέρεσθαι δίδωσιν ὁ Θεὸς, ὑπὸ κατάραν θέμενος διὰ παντὸς, ἐχθρεύειν τε τῷ τῆς γυναικὸς σπέρματι καὶ πτέρναν αὐτοῦ ἐπιτηρεῖν, ὑπὸ δὲ τούτῳ κεφαλὴν διαθλᾶσθαι· τῇ δὲ γυναικὶ ὠδίνειν καὶ πονεῖν ἐν τῷ τεκεῖν, καὶ πρὸς τὸν ἄνδρα ἐπιστρέφειν, ὑπ' αὐτοῦ τε ἄρχεσθαι καὶ κατακυριεύεσθαι· τῷ δὲ Ἀδὰμ ἱδροῦν καὶ βιοῦν καὶ μόχθῳ τὸν ἄρτον ἐσθίειν, τῆς γῆς ἀκάνθας αὐτῷ καὶ τριβόλους ἀναβαλλούσης, φθείρεσθαί τε καὶ πρὸς τὴν μητέρα γῆν ἐπιστρέφειν, καὶ χοῦν ἄνωθεν οἷος ἦν πρὸ τοῦ γενέσθαι τῆς ψυχῆς αὐτῷ διαζευχθείσης ὑπάρξαι· χιτῶσι δὲ τὴν αὐτῶν γύμνωσιν δερματίνοις καλύψας ὁ Θεὸς, τοῦ τῆς τρυφῆς ἀτίμως ἀποπέμπεται κτήματος· τάξας δὲ χερουβὶμ καὶ φλογίνην ῥομφαίαν φυλακὴν τῷ παραδείσῳ, τὸ
and being a worker of divine conceptions, nourishing his soul with simple thoughts, and possessing as a helper the woman taken from his rib, dwelt in paradise planted by God. And when a commandment was given to him by God to enjoy ungrudgingly all the plants in paradise, but to abstain from one tree alone of more perfect food—God having set this contest through which he might conquer the adversary demon—being worsted by the eating he becomes an exile from delight. For Satan, using the serpent as an instrument, having crept in after the manner of men to Adam, and having counselled the woman and deceived her into partaking of the fruit, and through the woman having overthrown the first-formed man, left them naked and departed. And having put fig-leaves around themselves, and no longer bearing to hear the voice of God, the forefathers slipped into the grove; but when called to stand before God, they were unable because of their nakedness. While Adam blamed the woman and she in turn blamed the serpent, God pronounces sentence upon the serpent to eat earth and to go along the ground upon its breast and belly, placing it under a curse for ever, and to be at enmity with the seed of the woman and watch for its heel, while having its head crushed by it; and upon the woman to travail and suffer pain in childbearing, and to turn towards her husband and be ruled and mastered by him; and upon Adam to sweat and live and eat his bread with toil, the earth casting up thorns and thistles for him, and to decay and return to mother earth, and when his soul is separated from him to become dust again as he was before he came into being. And God, having covered their nakedness with tunics of skin, dismisses them in dishonour from the possession of delight; and having stationed cherubim and a flaming sword as a guard for paradise,
PG 38:366Read from the page
τῆς ζωῆς αὐτοῖς ἐν μέσῳ τῷ ἄλσει πεφυτευμένον ἀπρόσιτον ἔθηκε ξύλον.
made inaccessible to them the tree of life planted in the midst of the grove.
309 Πίστις Ἐνὼχ μετέθηκεν, ὁ δ' ἐξ ὑδάτων ἐσάωσεν 310 Κόσμον ὅλον, ψυχαῖς ὀλίγαις καὶ σπέρμασι πλωτοῖς, 311 Νῶε μέγας.
309 Faith translated Enoch, and he from the waters saved 310 a whole world, with few souls and floating seeds, 311 great Noah.
Ἐνὼχ ἕβδομος ὢν ἀπὸ Ἀδὰμ τῷ Θεῷ εὐηρέστησε· τῶν γὰρ ἀνθρώπων ταῖς ἀσεβείαις μαινομένων, ἐπί τινος αὐτὸς ὄρους ἑαυτῷ ζῇν καὶ Θεῷ λέγεται· λόγος δέ τις καὶ ἄλλος ἐστὶ περὶ αὐτοῦ, ὅτι τοῦτον ὁ Λάμεχ ἀνὴρ τὰ πάντα πονηρὸς ἀνελεῖν ἐπειράθη, τὰς αὐτοῦ τυραννικῶς ἀφελόμενος γαμετάς· τοῦτον ἀγαθὸν ὄντα τὸν Ἐνὼχ καὶ Θεῷ εὐηρεστηκότα μετατίθησιν ὁ Θεὸς ζῶντα μέχρι νῦν, καὶ τῶν ὠδίνων ἀνώτερον τοῦ θανάτου διαφυλάξας. Νῶε δὲ καὶ αὐτὸς δίκαιος ὢν, κατακλυσμοῦ τὴν γῆν ἀφανίσαντος, πανοικίᾳ διεσώθη.
Enoch, being seventh from Adam, was well-pleasing to God; for while men were raging in impieties, he himself is said to have lived on a certain mountain for himself and for God. There is also another account about him, that Lamech, a man wicked in all things, tried to kill him after tyrannically taking away his wives. This Enoch, being good and well-pleasing to God, God translates, preserving him alive until now and above the pangs of death. And Noah also, being righteous, when a flood obliterated the earth, was saved with all his household.
Ἀβραὰμ δὲ πατὴρ πτολίων τε καὶ ἐθνῶν, 312 Καὶ θυσίην Χριστῷ παραβώμιον υἷα πεδήσας· 313 Μωσῆς ἤγαγε λαὸν ἀπ' Αἰγύπτοιο βαρείης 314 Θαύμασι σὺν μεγάλοισι, νόμον δ' ὑπεδέξατο πλαξὶν, 315 Ὑψόθε λαϊνέῃσι, Θεὸν δ' εἰσέδρακεν ἄντην.
And Abraham, father of cities and nations, 312 having bound his son beside the altar as a sacrifice to Christ; 313 Moses led the people out of oppressive Egypt 314 with great wonders, and received the law on tablets 315 of stone from on high, and beheld God face to face.
Μωϋσῆς Ἰσραηλίτης ὢν ἐν Αἰγύπτῳ τεχθεὶς, προστάγματος τότε τοῦ Φαραὼ τοὺς τικτομένους παῖδας τοῖς Ἑβραίοις ἀπειλουμένου τῷ ποταμῷ ῥίπτεσθαι, τρίμηνον ὑπὸ τῶν γονέων φυλαχθεὶς, ἐπεὶ μὴ τέλεον δυνατὸν ἦν ἀποκρυβῆναι αὐτὸν, ἐκτίθεται· θήβην γὰρ οἱ γονεῖς περιχρίσαντες ἀσφάλτῳ πίσσῃ, τὸ παιδίον ἐκβάλλουσι καὶ ταῖς ὄχθαις τοῦ ποταμοῦ προσρίπτουσι, τὴν ἀδελφὴν νεᾶνιν οὖσαν ἐπιτηρεῖν προστεταχότες· τῆς δὲ θυγατρὸς Φαραὼ κατὰ συγκυρίαν λούσασθαι παραγενομένης, τὴν θήβην αἱ ταύτης ἅβραι τῶν ποταμίων ὀχθῶν ἀνελόμεναι, τῇ
Moses, being an Israelite born in Egypt, when a decree of Pharaoh then threatened that the children born to the Hebrews should be cast into the river, having been kept by his parents for three months, since it was not possible for him to be hidden completely, is exposed; for his parents, having smeared a basket with pitchy bitumen, put out the child and lay it on the banks of the river, having instructed his sister, who was a young girl, to keep watch. And when Pharaoh's daughter by chance came to bathe, her maidservants took up the basket from the river banks and to their