Ἀγῶσι χαίροντα τὸν Ἡρακλέα φησίν· οὗτος γὰρ δώδεκα διανῦσαι λέγεται ἄθλους· πρῶτον ἐν Νεμαίᾳ τῇ χώρᾳ τὸν βριαρὸν ἀπέπνιξε λέοντα· δεύτερον, ἐν Λέρνῃ τὴν πολυαύχενον ὤλεσεν ὕδραν· τρίτον, τὸν Ἐρυμάνθιον κουφίσας ἔρρηξε κάπρον· τέταρτον, ἤγρευσε τὸν χρυσόκερων ἔλαφον· πέμπτον, τὰς Στυμφαλίδας ἐξεδίωξεν ὄρνιθας· ἕκτον, τὸν λαμπρὸν ζωστῆρα τῆς Ἀμαζονίδος ἐκόμισεν· ἕβδομον, Αὐγέου τὴν κόπρον ἐξήνυσεν ὑποστάς· ὄγδοον, ταῦρον ἐκ τῆς Κρήτης ἐξήγαγεν ὀλέθριον· ἔνατον, ἐκ Θρᾴκης τὰς Διομήδους ἤλασεν ἵππους· δέκατον, ἐξ Ἐρευθείης [Ἑσπερίας] ἑκατὸν βόας ἤλασε τοῦ Γηρυόνου· ἑνδέκατον, ἐκ τοῦ ᾅδου τὸν Κέρβερον εἵλκυσε κύνα· δωδέκατον, εἰς Ἑλλάδα τὰ χρύσεα ἤνεγκε μῆλα· μύθους δὲ τὰς Ὁμήρου τερθρείας καλεῖ, μηδὲν ἐχούσας ἐπάξιον λόγου· οὗτος γὰρ τὸν Τρωϊκὸν ἱστόρησε πόλεμον, εἴ τίς ποτε ἦν πόλεμος· πολλῶν ἐς ταυτὸν βασιλέων καὶ στρατοπέδων συνειλεγμένων πόρνης χάριν τινὸς τῆς Ἑλένης· ἀγῶνάς τινας ἐφήβων καὶ θεῶν θηλάνδρων διηγεῖται, καί τινας Πελοπίδας ἐκ Πέλοπος μεγαλαυχεῖ, καὶ Κεκροπίδας ἀπό τινος Κέκροπος, Αἰακίδας τε καὶ Ἡρακλείδας ἐξ Αἰακοῦ καὶ Ἡρακλέους τὸ γένος καταγομένους, κοινῇ δὲ πάντων καὶ θεῶν καὶ ἡρώων τρώσεις καὶ πτώσεις, ἀνατροπάς τε καὶ παλιμβόλων ἀπάτας θεῶν· ἐφήβους δὲ ταχυθανάτους, τοὺς περὶ τὸν Πριαμίδην Ἕκτορά τε καὶ τὸν Πάριδα καὶ Αἰνείαν, Ἄδραστον καὶ Σαρπηδόνα, καὶ τοὺς ἄλλους τῶν Τρώων ἀριστῆας· ὁμοίως δὲ καὶ τοὺς ἐξ Ἑλλήνων, Αἴαντε δύο, τὸν Τελαμώνιον, καὶ ὃν καλοῦσι Λοκρὸν, καὶ τὸν Τυδέα Διομήδην, Πάτροκλον τὸν Μενοιτίου, καὶ Λαερτιάδην Ὀδυσσέα, καὶ Πηλείδην αὐτόν φησιν Ἀχιλλέα, καὶ τοὺς τῶν Ἀτρέως παίδων ὑπασπιστάς· οὓς ἑξῆς τῶν λόγων προϊόντων, πλατυτέρου γέλωτος, οὐ γὰρ ἀξιώσομεν λόγου.
He calls Heracles the one who rejoices in contests; for he is said to have accomplished twelve labours: first, in the region of Nemea he strangled the mighty lion; second, in Lerna he destroyed the many-necked hydra; third, having lifted the Erymanthian boar he dashed it down; fourth, he hunted the golden-horned stag; fifth, he drove away the Stymphalian birds; sixth, he brought back the splendid girdle of the Amazon; seventh, having undertaken it, he cleared out the dung of Augeas; eighth, he led out from Crete the destructive bull; ninth, he drove the mares of Diomedes from Thrace; tenth, from Erythea [Hesperia] he drove the hundred cattle of Geryon; eleventh, from Hades he dragged the dog Cerberus; twelfth, he brought the golden apples to Greece. And he calls myths the idle tales of Homer, having nothing worthy of mention; for he narrated the Trojan war, if indeed it was ever a war, when many kings and armies were gathered together for the sake of a certain harlot, Helen; he relates certain contests of youths and effeminate gods, and boasts of certain Pelopidae from Pelops, and Cecropidae from a certain Cecrops, and Aeacidae and Heraclidae tracing their lineage from Aeacus and Heracles, and in common the wounds and falls of all, both gods and heroes, and the overthrows and deceits of fickle gods; and as short-lived youths, those around Hector the son of Priam and Paris and Aeneas, Adrastus and Sarpedon, and the other foremost warriors of the Trojans; and likewise those from the Greeks, the two Ajaxes, the Telamonian and the one they call the Locrian, and Diomedes son of Tydeus, Patroclus son of Menoetius, and Odysseus son of Laertes, and Achilles himself, he says, son of Peleus, and the armour-bearers of the sons of Atreus: whom in due course, as our discourse proceeds, we shall deem worthy of broader laughter, for not of serious speech.