αὐτῶν συντριβῆναι, τοῖς οἰκείοις προσραγεὶς κατὰ τὰς θύρας, ἐπικουρίας τῆς παρὰ τῶν ἀγγέλων τυχὼν, εἴσω χωρήσας διεσώθη· τοὺς δέ τις πρὸ τῶν θυρῶν ἐπήχλυσεν ἀορασία προσεωχθεὶς αὐτῶν· παρελύθησαν γὰρ καὶ ταύτας περιάγοντες οὐκ ἠδύναντο γνῶναι· τότε δὴ τὸν Λὼτ οἱ θεῖοι κατέσπευδον ἄγγελοι, πανοικὶ αὐτὸν αὐτόσε διαδρᾶσαι, μὴ προσβλέψαι δὲ παρευόμενον εἰς δεξιὰ ἢ ἐπ' ἀριστερά· τισὶ δὲ τῶν ἐγχωρίων ἐπιγαμβρευθεῖσιν αὐτῷ διαλεχθεὶς, καὶ νομισθεὶς γελοιάζειν, ὑπό τε τῶν ἀγγέλων ἐξελθεῖν συνωθούμενος, δυσὶν ἅμα κορίοις ἀμωμήτοις ἔξεισι καὶ τῇ γυναικί· πυρὸς δὲ θείου κατὰ τῶν Σοδόμων οὐρανόθεν ἐπομβρισθέντος, εἰς τοὐπίσω τὴν γυναῖκα τοῦ Λὼτ ἐπεστραμμένην πρὸς θεωρίαν, ἄψυχος ἐξεικονίζει στήλη ἁλός· μή τι δὲ συμπαραληφθείη τῷ Σοδομιτικῷ πυρὶ δεδιττόμενος ὁ δίκαιος Λὼτ, ἐπεὶ μὴ τέως προσαγαγεῖν οἷός τε ἦν τῷ ὄρει, πολίδριον αὐτόσε Σηγὼρ προσαγορευόμενον, προσφύγιον ἐξῃτήσατο· τούτου δὲ γεγονότος αὐτόθι διασωθεὶς, ἄνεισιν ἐπὶ τὸ ὄρος εὐκαιρίας λαβόμενος· Σόδομα τοιγαροῦν ὁ θεῖος Γρηγόριος τὴν ἐν ἁμαρτίαις φησὶ διατριβὴν, Λὼτ δὲ πρόσωπον εἶναι τῆς ἀρετῆς λέγει· τὸν τοίνυν ἐξ ἁμαρτίας ἀναχωροῦντα, μὴ πάλιν ἐπ' αὐτὴν ἐπιστρέφειν· τοῦτο γάρ ἐστιν εἰς τοὐπίσω βλέψαι καὶ στήλην παγῆναι ἁλός· πρὸς γὰρ τὴν ἐπιθυμίαν ἐπεστραμμένην τὴν τοῦ Λὼτ γαμετὴν, εἰκὸς τοῦτο παθεῖν· στήλη δὲ δράματός ἐστιν ἐμφανὲς κατηγόρημα, διατρέχον εἰς τὸ διηνεκές· πόλιν δὲ Σηγὼρ, τὴν ἱδρυμένην ὑπ' ἀρετῆς ψυχὴν ὑποληπτέον, ἣν πρὸς ὕψος τελειότητος κατεπείγεσθαι ταῖς κατὰ Θεὸν ἀναβάσεσιν, ἀλλὰ μὴ μένειν πρὸ ποδῶν· ῥαθυμίας γὰρ καὶ τοῦτο καταδίκην κέκτηται.
them, he was pulled back by his own people at the doors, and receiving help from the angels, went inside and was saved. Meanwhile a blindness darkened those before the doors who had come against them; for they were exhausted and, groping around, could not find the doors. Then indeed the divine angels urged Lot to flee straightway with all his household, and not to look to the right or to the left as he went. Having spoken to some of the locals who were betrothed to his daughters, and being thought to be jesting, he was urged out by the angels and went forth together with his two blameless young daughters and his wife. When divine fire rained down from heaven upon Sodom, Lot's wife, who turned back to look, was turned into a lifeless pillar of salt. Fearing lest he be caught up in the fire of Sodom, righteous Lot, since for the time being he was not able to reach the mountain, begged as a refuge a small town nearby called Zoar. When this was granted and he was saved there, he went up into the mountain when he found an opportunity. Sodom, therefore, divine Gregory calls the life spent in sins, and Lot he says is a figure of virtue; he who withdraws from sin, then, must not turn back to it again, for this is to look back and be fixed as a pillar of salt; for it was fitting that Lot's wife, turning back towards desire, should suffer this. And a pillar is a manifest monument of an act, enduring perpetually. And the city of Zoar is to be understood as the soul established by virtue, which must press on towards the height of perfection by ascents according to God, and not remain at the foot; for this too incurs the condemnation of sloth.
577 Τειρόμενος κάμπτω σοι γούνατα, πέμψον ἔμοιγε, 578 Δακτύλῳ ἰκμαλέῳ ξηρὴν φλογὶ Λάζαρον ὦκα 579 Γλῶσσαν ἀναψύξοντα, χάος δέ με μηκέτ' ἐρύκοι, 580 Μηδ' Ἀβραὰμ μεγάλων κόλπων ἀπὸ τηλόθι βάλλοι, 581 Πλούσιον ἐν παθέεσσι. Τεὴν δ' ἐπὶ χεῖρα κραταιήν.
577 Exhausted I bend my knees to Thee; send to me 578 Lazarus swiftly, with moist finger to cool my tongue parched by the flame, 579 and let the chasm no longer hold me back, 580 nor cast me far from the great bosom of Abraham, 581 rich in sufferings. And stretch forth Thy mighty hand.