Migne Reading Room

PG 38 · cols. 349–354 · Read from the page

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:349Read from the page
ὑπὸ Ναβουχοδονόσορ καὶ Ναβουζαρδὰν τὸ δεύτερον ἀποικισθέντος, ἐμπρησθείσης τε τῆς Ἱερουσαλὴμ, τῆς τοιαύτης αἰχμαλωσίας Δαυϊτικῷ διαπρέποντες γένει παῖδες Ἰσραὴλ, Ἀνανίας, Ἀζαρίας, Μισαὴλ ὑπῆρχον· τούτους εὐσεβῶς κατὰ τὸν πατρῷον νόμον πολιτευομένους, προφητικῷ τε διαλάμποντας χαρίσματι, τῶν Ἀσσυρίων οἱ προὔχοντες τοῖς βασιλεῦσιν ἐνδιαβάλλουσι, τοῖς Περσικοῖς ἅτε δόγμασιν ἀντικαθισταμένους· ὁ μὲν οὖν Δανιὴλ ὑπὸ Βαλτάσαρ βασιλέως βορὰ λάκκῳ ῥιφεὶς, χεῖρας πρὸς Θεὸν διαπετάσας, τῶν ὠμοφάγων θηρῶν τά τε ἀνεῳγμένα στόματα καὶ τοὺς σπαρακτικοὺς ἐπέσχεν ὄνυχας, σῶος δὲ μεθ' ἡμέρας ἐπάνεισι τοῦ βοθύνου.
having been carried into captivity a second time by Nebuchadnezzar and Nebuzaradan, and Jerusalem having been burnt, among this captivity there were youths of Israel distinguished by Davidic lineage, Ananias, Azarias, and Misael. Since they lived piously according to their ancestral law and shone with the prophetic gift, the chief men of the Assyrians accused them before the kings, as setting themselves against the Persian decrees. Daniel, then, cast by King Belshazzar into a pit as food, spreading out his hands towards God, restrained both the open jaws and the tearing claws of the flesh-eating beasts, and after some days came forth safe from the pit.
6 Ὃν διὰ καὶ μεγάλου ἀπὸ κήτεος ἔκθορ' Ἰωνᾶς.
6 Through Whom Jonah also leapt forth from the great sea-monster.
Προφήτης ὁ Ἰωνᾶς, ὑπὸ δὲ Θεοῦ προφητεῦσαι τῇ Νινευῆ μεγάλῃ Νίνου βασιλέως Ἀσσυρίων πεμφθεὶς, φεύγει τὸ πρόσταγμα, τὴν ἐπὶ Θαρσεῖς δὲ στέλλεται θαλασσοπορίαν· κλύδωνος δὲ γεγονότος, καὶ παρὰ καιρὸν τῶν ναυτικῶν οἰομένων τὴν ζάλην, ὑπ' αὐτοῦ τε μεμαθηκότων ὡς ἐκ προσώπου Θεοῦ φεύγων ἐστὶ, κλήρῳ καταδικασθέντα καὶ τῇ θαλάσσῃ βεβλημένον, ἐκ προστάγματος θείου κῆτος θαλάσσιος θὴρ ὑποδέχεται· τριῶν δὲ τοῦτον ἡμερῶν ἐν τοῖς σπλάγχνοις ἄτρωτον πεφυλαγμένον, δι' εὐχῆς κἀντεῦθεν τῷ Θεῷ προσομιλοῦντα τριταῖον τὸ κῆτος ἀπήμεσεν ἐν ξηρᾷ, μυστηρίου τύπον ὑπογράφοντα τῆς Χριστοῦ μετὰ ταῦτα γενησομένης ἀναστάσεως.
Jonah was a prophet, and when sent by God to prophesy to Nineveh, the great city of Ninus king of the Assyrians, he fled the command and set out on a sea voyage towards Tarshish. When a tempest arose, and the sailors thought the storm unseasonable and learnt from him that he was fleeing from the presence of God, having been condemned by lot and cast into the sea, he was received at the divine command by a whale, a sea-monster. Kept unharmed in its belly for three days, and conversing with God in prayer even from thence, on the third day the whale vomited him out upon dry land, foreshadowing a type of the mystery of Christ's resurrection that was afterwards to come to pass.
8 Ἐν φλογὶ δ' Ἀσσυρίῃ δροσόεν νέφος ἀμφεκάλυψε· 9 Θαρσαλέους τρεῖς παῖδας, ἐπεὶ χέρας ἐξεπέτασσαν.
8 And in the Assyrian flame a dewy cloud enveloped 9 the three bold youths, when they stretched out their hands.
Τρεῖς παῖδές εἰσιν Ἀνανίας, Ἀζαρίας, Μισαὴλ, ὧν ἀνωτέρω μεμνήμεθα· Ναβουχοδονόσορ τοίνυν ποτὲ τοῦ βασιλέως εἰκόνα στήσαντος χρυσῆν, ᾗ προσεκύνουν πάντες ὁμοθυμαδὸν ἔκ τινος συγκαλούμενοι μουσικῆς συμφωνίας, τοὺς μὴ λατρεύοντας ἀπειλου-
The three youths are Ananias, Azarias, and Misael, whom we mentioned above. When King Nebuchadnezzar once set up a golden image, which all worshipped with one accord when summoned by a certain concord of music, an edict threatening those who did not worship it
PG 38:350Read from the page
μένου προστάγματος παμφάγῳ παραδοθήσεσθαι πυρὶ, προσάγονται τρεῖς οὗτοι παῖδες· τοῦ δὲ βασιλέως πείθειν αὐτοὺς πειρωμένου, καὶ τῇ τῆς καιομένης ἐπ' ὄψεσι καμίνου τιμωρίᾳ ἐκδειματοῦντος, ἐπεὶ μὴ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα διωμολόγουν Θεὸν, κάμινος τούτους ὑποδέχεται προστάγματι τοῦ κρατοῦντος· οἷς ἄγγελος Θεοῦ συγκάτεισιν· ἐκ δὲ πυρὸς δρόσος ἦν τοῖς παιδαρίοις· ἀλλ' οἱ μὲν ὕμνοις θεοπρεπέσι τὸν Θεὸν μειλισσόμενοι, τῆς καμίνου πρόεισιν ἄρτιοι θαῦμα πᾶσι τοῖς ὁρῶσι· περὶ δὲ τὴν κάμινον ἐπὶ πήχεις τεσσαρακονταεννέα ἡ φλὸξ διαχεθεῖσα, τοὺς παρατυχόντας ὄλλυσι Χαλδαίους· ὅθεν τὸν βασιλέα τούτους μηδὲ θριξὶ τοῦ ἀκαμάτου πυρὸς συνειλημμένους ἐκπληττόμενον δογματίσαι τὸν εἰς τὸν ἐκείνων Θεὸν βλασφημήσαντα πανοικίᾳ διόλλυσθαι.
that they would be given over to all-devouring fire, these three youths were brought forward. When the king tried to persuade them and terrified them with the punishment of the furnace burning before their eyes, since they confessed that they would not worship the creation rather than God the Creator, the furnace received them at the ruler's command. An angel of God went down with them, and out of the fire came dew for the lads; and while they propitiated God with hymns befitting God, they came forth from the furnace whole, a marvel to all who beheld them; while around the furnace the flame spread out to forty-nine cubits and destroyed the Chaldeans who stood near. Whereupon the king, astounded that they had not been touched even in their hair by the tireless fire, decreed that whoever blasphemed against their God should perish with all his house.
10 .... Ζείουσαν ὑπεὶρ ἅλα πεζὸς ὁδεύσας, 11 Κύματα καὶ ἀνέμων μένος ηὔνασας.
10 .... Having walked on foot over the boiling sea, 11 Thou didst lull the waves and the fury of the winds.
Τοὺς μαθητὰς ἐν πλοίῳ προπέμψας Χριστὸς, αὐτὸς τῷ παρεπομένῳ διαλεγόμενος πλήθει, ταῖς ὄχθαις προσμένει τῆς θαλάσσης· κλύδωνος δὲ τούτους συνεσχηκότος, μέλλουσιν ὑποβρυχίοις ἀπολέσθαι· πάρεισι Χριστὸς ὀψίας, τὴν ὑγρὰν ποσὶν ἐπιπατῶν θάλασσαν· θροηθεῖσι δὲ καὶ κεκραγόσι προσφωνήσας τοῖς μαθηταῖς θαῤῥεῖν τε παρακελευσάμενος, σύμπλους ἦν αὐτοῖς τὸν μὲν σάλον κατευνάσας, ἐπιτιμήσας δὲ τοῖς ἀνέμοις, καὶ τῷ Πέτρῳ βυθιζομένῳ ἐπορέξας τὴν χεῖρα.
Having sent the disciples ahead in a boat, Christ Himself remained by the shores of the sea, discoursing to the multitude that followed Him. When a tempest caught them, they were on the point of perishing beneath the waves. Christ arrived at evening, treading with His feet upon the watery sea; and calling out to the frightened and shouting disciples and bidding them take courage, He sailed with them, having calmed the surge, rebuked the winds, and stretched out His hand to Peter as he was sinking.
13 Πολλοῖς δ' αὖ ψυχάς τε καὶ ἄψεα λύσαο νούσων.
13 And again for many Thou didst loose both souls and limbs from diseases.
Συλλήβδην πάντων τῶν Χριστοῦ μέμνηται θαυμάτων, ὡς ἐν διαφόροις κάμνοντες νόσοις καὶ ψυχαῖς καὶ σώμασι, τῶν θείων ἀπήλαυσαν ἄνθρωποι δωρεῶν.
In summary he mentions all the miracles of Christ, how men labouring under various diseases both in soul and in body enjoyed the divine gifts.
329 Οὐδ' ὁπότ' ἀφραίνοντι νόῳ λυγὸν ἀμφὶς ἑλίξας.
329 Nor when, having wound a withe round an unreasoning mind.
Τῇ ψυχῇ διαλεγόμενος, μεταγωγικῶς τὴν παροῦ-
Conversing with his soul, by way of transference the present
PG 38:351Read from the page
σαν ὁ Θεολόγος ἱστορίαν ἐξ ὑποδείγματος παρεισάγει· φησὶν οὖν, ὅτι Οὔπω τῷ λογισμῷ ἀνοηταίνοντι περιέληκα ἱμαντῶδες φυτόν· λέγεται γὰρ τοὺς ἵππους τοῦ Ἀδράστου μυρίκης ὄζῳ συσχεθέντας, τὸν Ἄδραστον ἀποβαλεῖν· ὃν εὑρὼν Μενέλαος καὶ ζωγρῆσαι βουλόμενος, οὐ συγχωρεῖται, καὶ γὰρ Ἀγαμέμνων ὁ τῶν Ἑλλήνων βασιλεὺς ἐπιστὰς τοῦτον ἀναιρεῖ· μεταφορικῶς οὖν φησιν ὁ Θεολόγος, ὅτι Τὸν μὲν ἁλωτὸν τοῖς πολεμίοις συσχεθέντες δεδώκασιν οἱ ἵπποι, μικροῦ δέ με τοῖς πάθεσι πάρεργον παρέσχεν ὁ λογισμὸς ἀνοηταίνων, οὐκ ἔχων ὅποι στῇ τῆς ἀτάκτου φορᾶς, μηδ' ὑφ' οὗτινος τοὐναντίον ἐπ' ὠφελείᾳ ψυχῆς συσχεθῇ.
history the Theologian introduces by way of example. He says, then, that I have not yet wound a pliant shoot around my foolish reasoning; for it is said that the horses of Adrastus, entangled in a branch of tamarisk, threw Adrastus off, and when Menelaus found him and wished to take him alive, he was not permitted, for Agamemnon, king of the Greeks, came up and slew him. Metaphorically, then, the Theologian says that the horses, by being checked, delivered him captive to the enemy, whereas my foolish reasoning nearly handed me over as an easy prey to the passions, having nowhere to halt from its disorderly course, nor anything by which, on the contrary, it might be restrained to the benefit of the soul.
352 Φεύγων Αἰγύπτοιο μέλαν πέδον, ἔργα τε πικρὰ, 353 Καὶ Φαραὼ βασιλῆα, πάτρην δ' ἐπὶ θείαν ὁδεύῃ.
352 Fleeing the dark plain of Egypt, and bitter toils, 353 and King Pharaoh, and journeying towards the divine fatherland.
Μέλας μὲν ὁ τῆς Αἰγύπτου φύσει χῶρος, ἔργα δὲ πικρὰ τὰ τοῖς Ἑβραίοις πάλαι προστεταγμένα, πλινθοποιία καί τινα οἷς αὐτοὺς οἱ Αἰγύπτιοι κατεδουλοῦντο· διὸ καὶ τῷ Μωϋσῇ παραγενομένῳ τοὺς υἱοὺς Ἰσραὴλ διὰ θείου προστάγματος τῆς Αἰγυπτίων χειρὸς ἐξελέσθαι, πικρότερος καθίσταται Φαραὼ τῶν Αἰγυπτίων ὁ βασιλεύς· κατὰ γοῦν τὸν τῆς ἀναγωγῆς λόγον μέλαν πέδον, τὴν ἐν ἁμαρτίᾳ διατριβὴν ὁ Θεολόγος φησί· Φαραὼ δὲ τὸν διάβολον λέγει· πικρὰ δὲ τὰ ἔργα, τὰ παρ' ἐκείνου τῇ ψυχῇ προσεπινοούμενα· πατρίδα δὲ θείαν, τὸν μέλλοντά φησιν αἰῶνα, καθ' ὃν ἐπείγεσθαι τὴν ψυχὴν ὡς ἀϊδίου θέμις ταμιεῖον ζωῆς δι' ἀρετῆς καταπαύουσαν.
The land of Egypt is dark by nature, and the bitter toils are those formerly imposed on the Hebrews, brick-making and other things by which the Egyptians enslaved them; wherefore even when Moses came to deliver the sons of Israel from the hand of the Egyptians by divine command, Pharaoh, king of the Egyptians, became more bitter. According to the anagogical sense, then, the Theologian calls the dark plain the life spent in sin; by Pharaoh he means the devil; and the bitter toils are the things devised by him against the soul; and by the divine fatherland he means the age to come, towards which it is right for the soul to hasten as to the storehouse of eternal life, finding rest through virtue.
354 Μηδὲ μένει Βαβυλῶνος ἐνὶ κραναοῖς πεδίοισι, 355 Δουριαλὴς ὄχθῃσι παρεζόμενος ποταμοῖο,
354 Nor does he remain in the rugged plains of Babylon, 355 a captive sitting beside the banks of the river,
PG 38:352Read from the page
356 Ὠδῆς ὄργανα πάντα παρακλίνας ἀτίνακτα, 357 Δακρυόεις σπεύδει θ' ἱερῆς ἐπὶ τέρμα γαίης.
356 having laid aside all instruments of song unshaken, 357 and weeping he hastens to the border of the sacred land.
Βαβυλῶνος τραχὺς μὲν ὁ χῶρος, ἔνθα τὸν λαὸν ἀποικισθέντα, ταῖς ὄχθαις λέγεται τοῦ ποταμοῦ καθῆσθαι, καὶ τὴν ἀποικίαν ὀδύρεσθαι, τήν τε ᾠδὴν ἐπ' ἀλλοτρίας μὴ θέλειν γῆς ᾄδειν, ἀλλ' ἀκίνητα καὶ ἀργὰ τῆς ᾠδῆς φυλάττειν τὰ ὄργανα· μεθ' ἑβδομήκοντα δὲ χρόνους τῆς τοιαύτης ἀφεθέντες αἰχμαλωσίας, εἰς τὴν οἰκείαν ἐπανιέναι πατρίδα· καὶ τοῦτο γοῦν ἀναγωγικῶς ὁ Θεολόγος φησί· Βαβυλῶνα μὲν τὴν αἰχμαλωτίζουσαν ἀπὸ Θεοῦ καλῶν ἁμαρτίαν· ὄργανα δὲ τὰς τῆς ψυχῆς δυνάμεις ὑποληπτέον, εὐχήν φημι καὶ τὴν εἰς Θεὸν ὑμνῳδίαν, ὧν ἡ ψυχὴ ἐξατονήσασα, τὸν δούλειον ζυγὸν ἀποδύρεται· γῆ δέ ἐστιν ἱερὰ, τῶν πραέων ὁ χῶρος, ἡ βασιλεία τῶν οὐρανῶν ἣν ἔστι καταλαβεῖν, τῆς τραχείας ἁμαρτίας ἀποδεδρακότας.
Rugged is the land of Babylon, where the exiled people are said to have sat by the banks of the river and lamented their exile, and to have been unwilling to sing their song in a foreign land, but to have kept the instruments of song motionless and idle; and after seventy years, released from this captivity, to have returned to their own fatherland. This too, then, the Theologian speaks anagogically: calling Babylon the sin that takes one captive away from God; while the instruments are to be understood as the faculties of the soul, I mean prayer and hymnody unto God, failing in which the soul laments its yoke of servitude; and the sacred land is the country of the meek, the kingdom of heaven, which it is possible to attain when we have fled from rugged sin.
359 Καὶ νηοῦ μεγάλοιο θεμείλια χερσὶ βάληται.
359 And with his hands lay the foundations of the great temple.
Δαρεῖος ὁ Μήδων βασιλεὺς μεθ' ἑβδομήκοντα χρόνους τῆς θεοσεβείας ἀγάμενος τοὺς Ἑβραίους, τῆς αἰχμαλωσίας ἀφίησι· προστάσσει τε τὸν ναὸν Σολομῶντος καὶ τὴν Ἱερουσαλὴμ ἀνοικοδομηθῆναι· τότε γοῦν ἐπανελθὼν ὁ λαὸς Ἀσσυρίων, τὸν ναὸν καὶ τὴν πόλιν Ἱερουσαλὴμ ἐπανορθοῦται· θεμέλια τοίνυν ὁ Θεολόγος τοῦ ναοῦ, τὰς ἰσχυράς φησιν ἀρετὰς, αἵτινες τὴν ψυχὴν ναὸν κατασκευάζουσι τοῦ Θεοῦ, κύκλῳ περιῳκοδομημέναι.
Darius, king of the Medes, after seventy years, admiring the Hebrews for their piety, released them from captivity, and commanded that the temple of Solomon and Jerusalem be rebuilt. Then, therefore, the people returned from the Assyrians and restored the temple and the city of Jerusalem. By the foundations of the temple, therefore, the Theologian means the strong virtues, which build up the soul as a temple of God, constructed round about.
367 Οἷον δ' ἐξ ἱερῆς Σολύμων κατιόντα πόληος 368 Ἱεριχοῦς πτολίεθρον ἐπὶ κλυτὸν, ὡς ἐνέπουσιν, 369 Φῶρες ἐδηλήσαντο κακοὶ λοχόωντες ὁδίτην.
367 And like the wayfarer going down from the sacred city of Solyma 368 towards the renowned town of Jericho, as they tell, 369 whom wicked robbers lying in ambush injured.
Παραβολὴν ὁ Σωτὴρ ταύτην φησὶν ἐν τοῖς Εὐαγγελίοις, ὅτι τις ὁδοιπόρος κατέβαινεν ἀπὸ Ἱερουσα-
The Saviour speaks this parable in the Gospels, that a certain wayfarer was going down from Jerusa-
PG 38:353Read from the page
λὴμ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς πολλὰς ἐπιθέντες κατέλιπον ἡμιθανῆ· κατὰ συγκυρίαν δὲ Λευΐτης καὶ ἱερεὺς παριόντες, κατέλιπον αὐτὸν ἀνηλεεῖ ψυχῇ· Σαμαρείτης δὲ πλησίον ἐλθὼν καὶ τοῦτον ἰδὼν ἠλέησε, πολλὰ δὲ ταῖς πληγαῖς ἐπιθέμενος φάρμακα, κἀπὶ τὸ ἴδιον ἐπιβιβάσας κτῆνος, τῷ πανδοχεῖ μετὰ καὶ τῆς δεούσης ἐπιμελείας καταλιμπάνει· τὸν γοῦν ὁδοιπόρον τὴν ψυχήν φησιν ὁ Θεολόγος, τὸν βίον τουτονὶ διαπερῶσαν· ἀπὸ τῆς Ἱερουσαλὴμ κατιοῦσαν δὲ τῆς ἀρετῆς φησι· λῃστὴν δὲ τὸν διάβολον λέγει, πάλαι μὲν ἀπογυμνώσαντα τοῦ Θεοῦ τὸν Ἀδὰμ, τοῖς δὲ ἐξ Ἀδὰμ πᾶσι τὸν αὐτὸν ἐπαναδεδεγμένον, καὶ Θεοῦ γυμνοῦν ἁμιλλώμενον.
lem and fell among robbers, who stripped him, inflicted many blows, and left him half-dead. By chance a Levite and a priest passing by left him with a pitiless heart. But a Samaritan coming near and seeing him had compassion, applied many remedies to his wounds, set him upon his own beast, and left him with the innkeeper along with the necessary care. The Theologian, then, says that the wayfarer is the soul passing through this life, and going down from Jerusalem means going down from virtue; and he calls the robber the devil, who of old stripped Adam of God, and has taken upon himself the same role towards all who are from Adam, striving to strip them of God.
393 Πυνθάνομ' ὡς δύο φῶτε, μέγα πνείων Φαρισαῖος, 394 . . . . . . . . . . . . . . . . ἠδὲ τελώνης, 396 Εἰς ἱερὸν ἀναβάντες . . . . . . . . . . . . . . .
393 I hear how two men, a haughty Pharisee, 394 . . . . . . . . . . . . . . . . and a tax-collector, 396 having gone up into the temple . . . . . . . . . . . . . . .
Παραβολικῶς καὶ τοῦτό φησιν ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις, ὅτι δύο ἄνδρες ἀνέβαινον εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος, ὁ δὲ ἕτερος τελώνης· ἀλλ' ὁ μὲν Φαρισαῖος, νηστείαις καὶ δεκάταις καὶ ταῖς ἄλλαις νομίμοις ἐντολαῖς μεγαλαυχῶν, καὶ τοῖς ἄλλοις συγκρίνων ἑαυτὸν ἀνθρώποις, λόγοις δὲ καὶ τὸν τελώνην ἀποφαυλίζων, ἄτιμος ἀποπέμπεται· ὁ δὲ τελώνης τὸ στῆθος ταῖς χερσὶ πατάσσων, ἐκπροχέων τε δάκρυα θερμὰ καὶ τὸν Θεὸν αὐτῷ τοῖς ἐπταισμένοις εὐμενῆ γενέσθαι λισσόμενος, ἀφέσεως κατηξίωται, τοῦ Θεοῦ τῷ ταπεινουμένῳ μᾶλλον, ἢ τῷ τυφουμένῳ, προσεσχηκότος.
Parabolically the Saviour also says this in the Gospels, that two men went up into the temple to pray, the one a Pharisee, and the other a tax-collector. Now the Pharisee, boasting of his fasts and tithes and the other legal commandments, comparing himself with other men, and disparaging the tax-collector with his words, was sent away without honour; whereas the tax-collector, striking his breast with his hands, pouring forth hot tears and beseeching God to be gracious to him for his offences, was counted worthy of forgiveness, since God gave heed to him who humbled himself rather than to him who was puffed up.
426 .... Ἱερῆς Ἄννης ἐμιμήσατο φωνήν.
426 .... Imitated the voice of holy Hannah.
Ἄννα μήτηρ ἐστὶ Σαμουὴλ τοῦ προφήτου, στεῖρα δὲ οὖσα καὶ πικρῶς ὀδυρομένη, κατέστη εἰς Σηλὼμ, ἔνθα ἦν ἡ κιβωτὸς διαθήκης Κυρίου· προσευξαμένης δὲ ταύτης, τὸν Σαμουὴλ αὐτῇ παρέσχεν ὁ Θεός· αὐτὸς δὲ καθ' ὑπόσχεσιν τῆς μητρὸς λειτουργεῖν ἀφιεροῦται Θεῷ, καὶ τῇ σκηνῇ προσάγεται τοῦ μαρτυρίου νήπιος ὤν· Ἐλκανᾶ ὄνομα τῷ πατρὶ αὐτοῦ.
Hannah is the mother of Samuel the prophet; being barren and bitterly lamenting, she went to Shiloh, where the ark of the covenant of the Lord was. When she prayed, God granted her Samuel; and he, according to his mother's vow, was dedicated to minister to God, and was brought to the tabernacle of witness while still a young child. His father's name was Elkanah.
432 .... Νῦν δ' αὖτ' ἐναρίθμιός εἰμι βεβήλοις, 433 Ἠλεὶ σοῦ θεράποντος ἀγακλέος υἱέσι μάργοις· 434 Οἳ θυσίαις καθαρῇσιν ἐπέχραον ἄφρονι θυμῷ,
432 .... Now again I am numbered among the profane, 433 the greedy sons of Thy renowned servant Eli, 434 who fell upon the pure sacrifices with a senseless heart,
PG 38:354Read from the page
435 Χερσὶν ἐφαπτόμενοι θείων λίχνησι λεβήτων· 436 Τούνεκα καὶ χαλεπῆς κύρσαν βιότοιο τελευτῆς.
435 laying hold of the sacred cauldrons with greedy hands; 436 wherefore they also met a harsh end of life.
Υἱοὶ τοῦ ἱερέως Ἠλεὶ Ὀφνεὶ καὶ Φινεὲς ὑπῆρχον παρανομώτατοι σφόδρα, τὸ δικαίωμα τοῦ νόμου μὴ γινώσκοντες παρὰ τοῦ θύοντος λαοῦ· πρὶν ἢ γὰρ τὸ στέαρ θυμιαθῆναι, καθῆκαν τρίοδοντα εἰς τὸ χαλκεῖον, καὶ πᾶν ὅπερ ὁ τρίοδους ἀπέσπα τῆς χύτρας, ὁ παῖς ἐλάμβανε τοῦ ἱερέως· αὕτη τούτοις ἁμαρτία λελόγιστο μεγίστη· διὸ καὶ τῷ πατρὶ αὐτῶν διά τινος τῶν εὐσεβούντων ὁ Θεὸς δηλοῖ, τὸ δι' αὐτοὺς σὺν αὐτοῖς μέλλον αὐτῷ τέλος οἰκτρὸν ἐπελεύσεσθαι, καὶ διὰ Σαμουὴλ ἔτι παιδὸς ὄντος, καὶ κατὰ πρόσωπον ἐκείνου τῇ σκηνῇ λειτουργοῦντος· ὃ καὶ συνέβη· τῶν γὰρ ἀλλοφύλων ἐπιθεμένων, μετὰ τῆς κιβωτοῦ ἔξεισιν Ὀφνεὶ καὶ Φινεὲς οἱ τοῦ Ἠλεὶ παῖδες· κρατυνθέντος δὲ τοῦ τῶν ἀλλοφύλων ἐπ' αὐτοὺς πολέμου, καὶ τῆς κιβωτοῦ ἁλωθείσης, ἄμφω πεπτώκασι στόματι ξίφους· τινὸς δὲ τὴν ἀγγελίαν τῆς τε κιβωτοῦ καὶ τῶν παίδων καὶ τοῦ λαοῦ τῷ Ἠλεὶ ἀπαγαγόντος, δίφρῳ τοῦτον καθεζόμενον ἐς τοὐπίσω πεσεῖν συνέβη καὶ συντριβῆναι, καὶ τοῦ ζῆν ἀπαλλαγῆναι· καὶ μέντοι καὶ τὴν τούτου γυναικόπαιδα κατὰ γαστρὸς ἔχουσαν ἅμα τεκεῖν τῷ πένθει καὶ σὺν τόκῳ μορῆσαι· ὡς πληρωθῆναι τὸ ῥῆμα τὸ δηλωθὲν ὑπὸ Θεοῦ· ἡμέρᾳ μιᾷ, παντὸς οἴκου τοῦ Ἠλεὶ τὸν τὸ θυμίαμα προσφέροντα τῷ Θεῷ ἐξολοθρευθήσεσθαι.
The sons of Eli the priest, Hophni and Phinehas, were exceedingly lawless, disregarding the ordinance of the law towards the sacrificing people; for before the fat was burnt as incense, they thrust a three-pronged fork into the cauldron, and whatever the fork drew out of the pot, the priest's servant took. This was reckoned to them as a very great sin; wherefore God also revealed to their father through one of the godly, that a pitiable end was about to come upon him on their account and together with them, and also through Samuel while he was still a child ministering in the tabernacle before him. And so it came to pass: for when the Philistines attacked, Hophni and Phinehas, the sons of Eli, went out with the ark; and when the battle of the Philistines prevailed against them and the ark was captured, both fell by the edge of the sword. And when someone brought the news of the ark, the sons, and the people to Eli, as he sat upon a stool he fell backwards and was broken and departed from life; and moreover his daughter-in-law, who was with child, at once gave birth in her grief and died in childbirth; so that the word revealed by God was fulfilled, that in one day whoever offered incense to God from the whole house of Eli would be utterly destroyed.
440 Ἤδη τις φίλον υἷα θεόσδοτον ἤγαγε βωμῷ, 442 Σάῤῥας ὀψιτόκοιο γόνον ῥίζαν τε γενέθλης, 444 Ἀβραὰμ ἦν ἱερεὺς, ἀμνὸς δέ τε κύδιμος Ἰσάκ.
440 Ere now a certain man led his dear God-given son to the altar, 442 the offspring of late-bearing Sarah and root of his race: 444 Abraham was the priest, and glorious Isaac the lamb.
Ἀβραὰμ τίκτει τὸν Ἰσαὰκ ἐξ ἐπαγγελίας ἐν γήρᾳ, Σάῤῥας στείρας καὶ αὐτῆς οὔσης καὶ γηραλέας· τούτῳ προστάσσει τὸν ἐκ τῆς ἐπαγγελίας αὐτοῦ μονογενῆ υἱὸν, θυσίαν ὁ Θεὸς προσάγειν ἐπί τινα τόπον ὑψηλόν· ἐλθόντι δὲ σὺν τῷ παιδὶ τῷ Ἀβραὰμ ἐν τῷ τόπῳ, καὶ τὸ θυσιαστήριον οἰκοδομήσαντι, τά τε τῆς ὁλοκαρπώσεως ἐπιστοιβάσαντι ξύλα, πεδήσαντι δὲ καὶ τὸν Ἰσαὰκ, καὶ τὴν μάχαιραν ἐπ' αὐτὸν σπασαμένῳ, φωνήσας οὐρανόθεν ὁ Θεὸς τῆς ἐπὶ τῷ παιδὶ σφαγῆς ἀνατρέπει τὴν πρόθεσιν, εὖ μάλα προσδεδε-
Abraham begot Isaac by promise in his old age, Sarah herself also being barren and aged. God commanded him to offer his only-begotten son of the promise as a sacrifice upon a certain high place. When Abraham had come to the place with the child, built the altar, piled up the wood for the burnt-offering, bound Isaac as well, and drawn the knife against him, God called from heaven and turned aside his intention of slaying the child, having very gladly accep-