Ἡ μὲν ἄρ' ἐκ πατέρων θεοτερπέα πίστιν ἄγουσα, Σειρὴν χρυσείην περιβάλλετο παισὶν ἑοῖσιν Ἄρσενα θυμὸν ἔχουσα ἐν εἴδεϊ θηλυτεράων, Τόσσον ἐφαπτομένη γαίης, κόσμου τ' ἀλέγουσα, Ὅσσον ἐς οὐρανίην ζωὴν ὤσασθαι ἅπαντα Τόνδε βίον, κούφη δὲ πρὸς αἰθέρα ταρσὸν ἀεῖραι. Αὐτὰρ ὅγ' ἀγριέλαιος ὑπ' εἰδώλοις πάρος ἦεν Ζώων, ἀλλ' ἐπάγη καλῆς ὑπὸ πυθμέν' ἐλαίης, Καὶ τόσον εὐγενέος ῥίζης χάδεν, ὥστε καλύψαι Δένδρεα, καὶ πολλοὺς κορέσαι μελιηδέϊ καρπῷ· Ἀμφότερον πόλιός τε νόον, πόλιός τε κάρηνον, Μείλιχος, ἡδυεπὴς, Μωσῆς νέος, ἤ τις Ἀαρὼν, Μεσσηγὺς μερόπων τε καὶ οὐρανίοιο Θεοῖο Ἑστηκὼς, καθαροῖς τε τελέσμασι καὶ θυέεσσιν Ἡμετέροις, οἷά τε θύει νόος ἔνδοθεν ἁγνὸς,
She indeed, bringing from her fathers a God-pleasing faith, cast a golden chain around her children, having a manly spirit in the form of women, touching earth and heeding the world only so far as to thrust all this life onward into the heavenly life, and lightly to lift her wing towards the ether. But he formerly lived as a wild olive beneath idols, yet was grafted beneath the stock of the fair olive-tree, and drew in so much of the noble root as to overshadow trees, and to satisfy many with honey-sweet fruit; hoary alike in mind and hoary in head, gentle, sweet-spoken, a new Moses, or an Aaron, standing midway between mortals and the heavenly God, both by our pure rites and sacrifices, and by such as a pure mind offers from within,