Ψυχὴν οὐρανίοισι νοήμασι μίξα φαεινοῖς, Καί με φέρων νόος αἰπὺς ἀπόπροθι σαρκὸς ἔθηκεν, Ἔνθεν ἀναστήσας, σκηνῆς δέ με κρύψε μυχοῖσιν Οὐρανίης, Τριάδος δὲ φάος περίλαμψεν ὀπωπὰς Ἡμετέρας, τῆς οὔ τι φαάντερον εἰσενόησα, Ὑψιθρόνου, ξυνόν τε σέλας καὶ ἄφραστον ἱείσης, Ἥ τ' ἀρχὴ πάντεσσιν, ὅσα χρόνος ὑψόθεν εἴργει· Ἐκ τοῦ δὴ κόσμῳ τ' ἔθανον, καὶ κόσμος ἐμοί γε· Καὶ νέκυς ἔμπνοός ειμι, τὸ δὲ σθένος οἷον ὀνείρων· Ζωὴ δ' ἄλλοθί μοι, στενάχω δ' ὑπὸ σαρκὶ παχείη, Τήν ῥα σοφοὶ καλέουσι νόου ζόφον. Ἰσχανόω δὲ, Τῆσδε λυθεὶς βιοτῆς τε καὶ ὄψιος ἀχλυοέσσης, Καὶ χαμαὶ ἐρχομένων, πλαζόντων πλαζομένων τε, Ἑσταότ' εισοράαν καθαρώτερον, οὐκέτ' ἀμυδροῖς
my soul, I mingled it with bright heavenly thoughts, and my lofty mind, raising me up from hence, bore me and set me far apart from the flesh, and hid me in the recesses of the heavenly tabernacle, and the light of the Trinity shone round about our eyes, than Whom I have perceived nothing brighter, enthroned on high, sending forth a common and ineffable radiance, Who also is the beginning unto all things that time separates from on high; from that time indeed I died to the world, and the world to me; and I am a breathing corpse, and my strength is like that of dreams; my life is elsewhere, and I groan beneath thick flesh, which the wise call the darkness of the mind. And I long, loosed from this life and from misty vision, and from those who walk upon the ground, leading astray and led astray, to behold the things that stand firm more purely, no longer with dim