Ἐκ πελάγους ἐρύσειας ὀρινομένους ὑπ' ἀήταις· Πολλοῖς δ' αὖ ψυχάς τε καὶ ἄψεα λύσαο νούσων, Οἷα Θεὸς, κρανθεὶς δὲ βροτὸς, θνητοῖσιν ἐμίχθης· Ὧν τὸ μὲν ἦες ἄνωθε, τὸ δ' ὕστατον ἄμμι φαάνθης, Ὥς με θεὸν τελέσειας, ἐπεὶ βροτὸς αὐτὸς ἐτύχθης· Ὧδε μάκαρ καὶ ἐμοὶ Θεὸς ἵλαος ἐλθὲ καλεῦντι· Ἔλθ' ἐπὶ χεῖρα φέρων Θεὸς ἵλαος, ὥς με σαώσῃς Ἐν πολέμῳ, καὶ θηρσὶ, καὶ ἐν φλογὶ, καὶ ἀνέμοισι Τειρόμενον, καὶ μοῦνον ἐς οὐρανὸν ὄμμα φέροντα. Καὶ γὰρ δὴ θῆρές τε καὶ ἄγριον οἶδμα θαλάσσης, Καὶ δῆρις στονόεσσα, καὶ αἰθομένου πυρὸς ὁρμὴ, Πάντα κακοὶ τελέθουσι βίου δηλήμονες ἄνδρες, Οἵ ῥα Θεὸν φιλέοντας ἀπεχθαίρουσι μάλιστα,
from the sea Thou mightest rescue those stirred up by the gales; and for many in turn Thou didst loose both souls and limbs from diseases, as God, and having been fashioned a mortal, Thou wast mingled with mortals; whereof the one Thou wast from above, and as the other at the last Thou didst appear to us, that Thou mightest make me god, since Thou Thyself wast made mortal; thus, O blessed One, come as a gracious God to me also as I call; come stretching forth Thy hand, a gracious God, that Thou mayest save me when hard pressed in war, and among wild beasts, and in flame, and in winds, and lifting my eye to heaven alone. For indeed wild beasts and the fierce swell of the sea, and groan-causing strife, and the rush of blazing fire—all these are wicked men, destroyers of life, who indeed hate most of all those who love God,