Migne Reading Room

PG 37 · cols. 976–981 · Read from the page

Poems

Poems

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 37:976Read from the page
Οὐ γῆς πυροφόρου γυῖαι, καὶ ἄλσεα καλὰ, Οὐδὲ βοῶν ἀγέλαι, καὶ πώεα πίονα μήλων, Οὐδὲ φίλοι θεράποντες, ἐμὸν γένος, οὕς ῥα τυραννὶς Ἔσχισεν ἀρχαίη, καὶ οὔνομα θήκατο δισσὸν Εὐγενέας δμῶάς τε, μιῆς χθονὸς ἐκγεγαῶτας, Ἢ χθονὸς, ἠὲ Θεοῖο. Νόμος δὲ ἐπέσπετ' ἀλιτρός.
Not fields of wheat-bearing land, and fair groves, nor herds of cattle, and fat flocks of sheep, nor servants are dear to me, my own kindred, whom indeed ancient tyranny cleft asunder, and set a twofold name—well-born and thralls—upon those sprung from one earth, whether from earth or from God. And a sinful law followed after.
Οὐδέ τί μοι χρειὼ πνοιῆς ὤκιστα ῥεούσης, Ἀνδρομέης τιμῆς, καὶ κύδεος ὀλλυμένοιο. Οὐ μέγα πὰρ βασιλῆος ἔχειν γέρας ἔνδοθεν αὐλῆς, Οὐδὲ δίκης με θρόνων ποθ' ἕλεν πόθος, οἷσιν ἔμελλον Κλεινὸς ἐφεδρήσσων ὑπὲρ ὀφρύας ὕψος ἀείρειν· Οὐδὲ μέγ' ἐν πολέεσσιν ἔχειν σθένος, ἢ πολιήταις, Τερπόμενον ψεύστῃσι καὶ ἀδρανέεσσιν ὀνείροις
Nor have I any need of the most swiftly fleeting breath of human honour, and of perishing glory. Not to hold great privilege from a king within the court, nor ever did longing for seats of justice seize me, sitting renowned upon which I was going to lift my height above the brows; nor to hold great power in cities, or among citizens, delighting in deceitful and powerless dreams
PG 37:977Read from the page
Ἄλλοτ' ἐπ' ἄλλον ἰοῦσιν, ἀφιπταμένουσί θ' ὁμοίως· Ἢ παλάμαις μάρπτοντα παραΐσσοντα ῥέεθρα, Ἢ σκιὰν ἐν χείρεσσιν ἔχειν, ἢ ἀχλὺν ἀφάσσειν. Τοίη γὰρ μερόπων γενεὴ, τοῖος δὲ καὶ ὄλβος, Ὄλβος ἀφαυροτάτοισιν ὁμοῖος ἴχνεσι νηὸς, Πρόσθε χαρασσομένοισι καὶ ὀλλυμένοισιν ὄπισθεν. Μοῦνον ἐμοὶ φίλον ἔσκε λόγων κλέος, οὓς συνάγειραν Ἀντολίη τε δύσις τε καὶ Ἑλλάδος εὖχος Ἀθῆναι. Τοῖς ἔπι πόλλ' ἐμόγησα πολὺν χρόνον, ἀλλὰ καὶ αὐτοὺς Πρηνέας ἐν δαπέδῳ Χριστοῦ προπάροιθεν ἔθηκα Εἴξαντας μεγάλοιο Θεοῦ λόγῳ, ὅς ῥα καλύπτει Πάντα φρενὸς βροτέης στρεπτὸν πολυειδέα μῦθον.
that come now upon one, now upon another, and fly away in like manner; either grasping with my palms streams rushing past, or to hold a shadow in my hands, or to grope after mist. For such is the race of mortals, and such too is prosperity, prosperity like unto the faintest tracks of a ship, scored in front and perishing behind. Dear to me alone was the renown of eloquence, which East and West gathered together, and Athens, the boast of Hellas. Over those I toiled much for a long time, yet them also I laid prone upon the ground before Christ, yielding to the word of the great God, which indeed eclipses every shifting, manifold discourse of the mortal mind.
Ἀλλὰ τὰ μὲν ὑπάλυξα, τὸ δ' οὐ φύγον ἔχθος ἄπιστον
Yet these things indeed I escaped, but I fled not the faithless hatred
PG 37:978Read from the page
Δυσμενέος λοχόωντος ἐν ευμενέοντι προσώπῳ. Ἐξερέω δ' ἀναφανδὸν ἐμὴν πάντεσσιν ὀϊζύν· Ὥς κέν τις σκολιοῖο νοήματα θηρὸς ἀλύξῃ. Ὠϊόμην τοκέεσσι παρήμενος, ὦ ἄνα Χριστὲ, Γήραΐ τε στυγερῷ καὶ πένθεϊ τειρομένοισιν, Οἷς μοῦνος τοκέων περιλείπομαι, ἐλπὶς ἀμυδρὴ, Λαμπάδος ἐκ μεγάλης τυτθὸν σέλας οὐκέτ' ἐούσης, Σοὶ, μάκαρ, ἠδὲ νόμοισι τεοῖς κεχαρισμένα ῥέζειν, Ὅς θνητοῖς ἐπίκουρον ἔχειν σθένος υἷας ὄπασσας, Καὶ τρομεροῖς ἅτε βάκτρον ὑπὸ μελέεσσιν ἐρείδειν. Καὶ γὰρ δὴ πάντων περιώσιον, οἵ σε τίουσιν, Εὐσεβίῃ τε μέλουσι, καὶ ἀργαλέου βιότοιο Πήματ' ἀλευόμενοι, πρυμνήσια σοῖσιν ἀνῆψαν Ἀχράντοις θεσμοῖσι. Σὺ δέ σφισι τέρμα καὶ ἀρχή.
of the foe lying in ambush in a kindly countenance. And I will declare openly to all my woe, so that someone may escape the designs of the crooked beast. I thought, sitting beside my parents, O Lord Christ, worn down by hateful old age and grief—for whom alone of my parents' children I am left behind, a dim hope, a tiny gleam from a great torch that is no more—to do things pleasing to Thee, O blessed One, and to Thy laws, Who didst bestow sons upon mortals to have as a helping strength, and to prop beneath trembling limbs like a staff. For indeed beyond all men, those who honour Thee both care for piety and, shunning the woes of grievous life, have fastened their stern-cables to Thy spotless ordinances. And Thou art for them both end and beginning.
Notes, col. 978

On the reading

Printed ευμενέοντι, for εὐμενέοντι.

PG 37:979Read from the page
Ἡ μὲν ἄρ' ἐκ πατέρων θεοτερπέα πίστιν ἄγουσα, Σειρὴν χρυσείην περιβάλλετο παισὶν ἑοῖσιν Ἄρσενα θυμὸν ἔχουσα ἐν εἴδεϊ θηλυτεράων, Τόσσον ἐφαπτομένη γαίης, κόσμου τ' ἀλέγουσα, Ὅσσον ἐς οὐρανίην ζωὴν ὤσασθαι ἅπαντα Τόνδε βίον, κούφη δὲ πρὸς αἰθέρα ταρσὸν ἀεῖραι. Αὐτὰρ ὅγ' ἀγριέλαιος ὑπ' εἰδώλοις πάρος ἦεν Ζώων, ἀλλ' ἐπάγη καλῆς ὑπὸ πυθμέν' ἐλαίης, Καὶ τόσον εὐγενέος ῥίζης χάδεν, ὥστε καλύψαι Δένδρεα, καὶ πολλοὺς κορέσαι μελιηδέϊ καρπῷ· Ἀμφότερον πόλιός τε νόον, πόλιός τε κάρηνον, Μείλιχος, ἡδυεπὴς, Μωσῆς νέος, ἤ τις Ἀαρὼν, Μεσσηγὺς μερόπων τε καὶ οὐρανίοιο Θεοῖο Ἑστηκὼς, καθαροῖς τε τελέσμασι καὶ θυέεσσιν Ἡμετέροις, οἷά τε θύει νόος ἔνδοθεν ἁγνὸς,
She indeed, bringing from her fathers a God-pleasing faith, cast a golden chain around her children, having a manly spirit in the form of women, touching earth and heeding the world only so far as to thrust all this life onward into the heavenly life, and lightly to lift her wing towards the ether. But he formerly lived as a wild olive beneath idols, yet was grafted beneath the stock of the fair olive-tree, and drew in so much of the noble root as to overshadow trees, and to satisfy many with honey-sweet fruit; hoary alike in mind and hoary in head, gentle, sweet-spoken, a new Moses, or an Aaron, standing midway between mortals and the heavenly God, both by our pure rites and sacrifices, and by such as a pure mind offers from within,
Notes, col. 979

On the reading

Printed πόλιός, for πολιός.

PG 37:980Read from the page
Θνητοὺς, ἀθάνατόν τε Θεὸν μέγαν εἰς ἓν ἀγείρων.
gathering mortals and the great immortal God into one.
Τοίου πατρὸς ἐγὼ καὶ μητέρος, οἷσιν ἐρίζειν Οὐ θέμις, ἀλλήλοισι δ' ἐριζέμεν οὔ τι μεγαίρω. Τοὺς μὲν ἐγὼ κομέων τε καὶ ἀμφιέπων μογέοντας, Ἐλπωρῇσιν ἔθαλπον ἐμὸν νόον, ὥς τι φέριστον Ἐκτελέων φύσιός τε φέρων χρέος. Ἦν δ' ἄρα κεινο Ἀτρεκὲς, ὡς ἀλιτροῖς πλείη ὁδός ἐστι βερέθρων, Ὥς ποτε δὴ καὶ ἐμοὶ κακὸν ἤλυθεν ἐξ ἀγαθοῖο. Καὶ γὰρ δὴ πυκιναί με καὶ ἀργαλέαι μελεδῶνες Βοσκόμεναι ψυχήν τε καὶ ἄψεα νύκτα καὶ ἦμαρ, Οὐρανόθεν κατάγουσιν ἐπὶ χθόνα μητέρ' ἐμοῖο. Πρῶτον μὲν δμώεσσιν ἀνασσέμεν, οἷον ὀλέθρου Δίκτυον! οἳ πικροὺς μὲν ἀεὶ στυγέουσιν ἄνακτας, Τοὺς δ' ἱεροὺς πατέουσιν ἀναιδέες, οὔτε κακοῖσιν
Of such a father and mother am I, with whom it is not lawful to vie, though to vie with one another I grudge not at all. Tending and caring for them in their distress, I warmed my mind with hopes, as accomplishing a best work and paying nature's debt. Yet that saying proved true indeed, that for sinners the road is full of pitfalls, since once even to me evil came out of good. For indeed thick and grievous cares, feeding upon my soul and limbs night and day, bring me down from heaven to earth, my mother. First, to rule over servants—what a net of ruin!—who ever hate harsh masters, while upon the holy ones they trample shamelessly, neither by evils
Notes, col. 980

On the reading

Printed κεινο, for κεῖνο.

PG 37:981Read from the page
Ἤπιοι, οὔτ' ἀγαθοῖς εὐπειθέες· ἀμφοτέροις δὲ Κέντρα χόλου πνείοντες ὑπὲρ νόον. Αὐτὰρ ἔπειτα Κτῆσίν τ' ἀμφιέπειν, καὶ Καίσαρος ἄχθος ἐπ' ὤμων Αἰὲν ἔχειν, κρατερήν τε φέρειν πρηκτῆρος ὁμοκλήν (Δασμὸς γὰρ μερόπεσσιν ἐλεύθερον ἦμαρ ἀτίζει Ἑσπόμενος κτεάτεσσι, πέδη δ' ἐπὶ χείλεσι κεῖται), Ἀμφί τε πληθούσης ἀγορῆς θρόον, ἠδὲ θοώκους Ὑψηλοὺς, θνητῇσι δικασπολίῃσι μέλοντας Στρωφᾶσθαι, ῥήτραις τε φέρειν κλόνον ἀντιπάλοισιν, Ἠδὲ νόμων στρεπτῇσιν ἐν ἄρκυσιν ἄλγεα πάσχειν, Ἔνθα μόθος τε πόνος τε, κακοὶ δέ τε πλεῖον ἔχουσιν Ἐσθλῶν, οἱ δὲ νόμων ἐπιτάῤῥοθοι, ἀμφοτέροισιν
gentle, nor obedient to the good; but against both breathing stings of wrath beyond reason. And thereafter to tend one's property, and ever to bear Caesar's burden upon one's shoulders, and endure the harsh threatening cry of the tax-collector (for tribute dishonours the day of freedom for mortals when it attends possessions, and a fetter lies upon the lips), and to turn oneself about amid the clamour of the crowded market-place and the lofty seats, busied with mortal lawsuits, and to bear the turmoil of opposing speeches, and to suffer griefs in the twisted snares of the laws, where there are battle and toil, and the wicked gain more than the good, while the defenders of the laws are to both sides