Καὶ σαρκὸς δ' ἀπέπεμψε νόμους, μεγάλοις τε λόγοισι Πνεύματι γράμμ' ὑπόειξε, καὶ ἡ χάρις ἐς μέσον ἦλθεν· Δὴ τότε παρθενίη στράψεν μερόπεσσι φαεινὴ, Λυομένη κόσμοιο, λύουσά τε κόσμον ἀφαυρὸν, Τοσσάτιον προφέρουσα γάμου βιότοιό τε δεσμῶν, Ὁσσάτιον ψυχὴ προφερεστέρη ἔπλετο σαρκὸς, Καὶ χθονὸς οὐρανὸς εὐρὺς ὅσον βιότοιο ῥέοντος Ἑστηὼς μακάρεσσιν, ὅσον Θεὸς ἀνδρὸς ἀρείων. Καὶ χορὸς ἀμφὶ Ἄνακτα φαεσφόρον ἵστατ' ἀμεμφὴς Οὐράνιος, γαίηθεν ἐπειγόμενος Θεὸς εἶναι, Χριστοφόρος, σταυροῖο λάτρις, κόσμοιο περίφρων, Τεθνηὼς χθονίοισιν, ἐπουρανίοισι μεμηλὼς, Λαμπτῆρες κόσμοιο, διαυγέα φωτὸς ἔσοπτρα, Οἳ Θεὸν εἰσορόωσι, καὶ ὧν Θεὸς, οἵ τε Θεοῖο.
and sent away the laws of the flesh, and by great words the letter yielded to the Spirit, and grace came into the midst: then indeed virginity flashed forth radiant upon mortals, loosed from the world and loosing the feeble world, surpassing marriage and the bonds of life by so much as the soul is superior to the flesh, and as wide heaven is above the earth, as the abiding life of the blessed is above the fleeting life, as God is better than man. And around the light-bringing King stood a blameless heavenly choir, hastening from earth to become God, Christ-bearing, servant of the cross, despiser of the world, dead to earthly things, devoted to heavenly things, lamps of the world, pellucid mirrors of light, who behold God, and whose is God, and who are God's.
Δεῦρ' ἄγ', ὅσαι πλευρῇσιν ὁμόφρονες, ἠδὲ γάμοιο
Come hither, all you who are like-minded with the rib, and of marriage