Ὥς κεν ἀπολλυμένων τε καὶ ἐρχομένων μετόπισθεν Ἕλκηται μερόπων τρεπτὸν γένος, οἷα ῥέεθρον, Ἄστατον ἐκ θανάτοιο, καὶ ἱστάμενον τεκέεσσιν. Αὐτὰρ ἐπεὶ κόλποι τε καὶ εὐρέα πείρατα γαίης, Ἀντολίη τε, δύσις τε, νότου πλευρὴ, βορέου τε Πλῆσθεν ἐφημερίων, ὕβριν δ' ἐξέζεσεν ἰλὺς, Καὶ πολλοῖσι πάρος παιδεύμασι πλάσμα δαμασθὲν Γλώσσαις τεμνομένῃσι, καὶ ὕδασι, καὶ πυρὸς ὄμβροις, Καὶ γραπτοῖο νόμοιο διδάγμασιν, ἠδὲ προφήταις, Οὐκ ἔθελε πρώτης κακίης ἀπὸ δεσμὰ τινάξαι, Ἀλλ' αἰεὶ στερεοῖσιν ἐν ἅμμασιν εἴχετο σαρκὸς, Μαχλοσύναις τε, μέθαις τε καὶ εἰδώλοισι μεμηνὸς,
So that, as some perish and others come after, the mutable race of mortals might be drawn onward like a stream, unstable by reason of death, yet standing fast through children. But when the bosoms and wide bounds of earth, east, and west, and the flank of the south, and of the north, were filled with ephemeral men, and the mire boiled forth insolence, and the moulded creature, tamed aforetime by many chastisements—by cloven tongues, and waters, and showers of fire, and teachings of the written law, and prophets—would not shake off the bonds of its first wickedness, but was ever held fast in stubborn knots of the flesh, maddened with lewdnesses, drunkenness, and idols,