Κουφοτέρης μεγάλοιο Θεοῦ χατέουσιν ἀρωγῆς. Ὃς δ' ἀλόχου τε φίλης καὶ κτήσιος ἀμφιβέβηκε, Καὶ τεκέων, τέμνει δὲ πολὺ μέγα λαῖτμα βίοιο Χρειοῖ πλειοτέρῃ, πλεῖον Θεὸν ἀμφαγαπάζει. Τοῖα γάμος, πηρὸς δε βίος φιλότητος ἄνευθε, Νηλὴς, ἀπροτίοπτος, ἀνέστιος, οὐρεσιφοίτης· Οὐκ ἄλκαρ παθέων, οὐ γήραος ἀδρανέοντος Φάρμακον, ἡβάσκοντες ἑοῖς τεκέεσσι τοκῆες Οὐ πῆξις βιότοιο μελίφρονος. Οὐκ ἀγορῇσι Τέρποντ', οὐ θαλίῃσιν, ἀμειδέες, ἔκτοθι κόσμου, Οἳ βιότου γεγάασι, καὶ οὐ στέργουσι βίοιο Ῥίζας, οὐ μερόπεσσιν ὁμόφρονα θυμὸν ἔχουσιν.
have need of lighter succour from the great God; whereas he who tends a dear wife and possessions and children, and cleaves the vast gulf of life in greater need, embraces God with greater love. Such is marriage; but maimed is life without affection, pitiless, unforeseen, hearthless, mountain-roaming: no defence against sufferings, no remedy for powerless old age—parents growing young again in their own children—no firm stay of honey-sweet life. They take no delight in marketplaces, nor in festivities, smileless, outside the world, who have been born of life and yet love not the roots of life, nor hold a heart in concord with mortals.
Εἰ δ' ἀρετὴν ποθέων τις ἀτιμάζει φιλότητα, Οὐδ' ἀρετὴ φιλότητος ἀπόπροθεν, οὐχ ὅτι μοῦνον
And if anyone, desiring virtue, dishonours wedded love, neither is virtue far apart from love: not only because