Καὶ τάδ' ἐπιδρομάδην, ὀλιγόστιχον εὐρέα μῦθον, Ὡς νόμος ἐστὶν ἔμοιγε· τὰ δ' ἔκτοθι ῥίψα Γαδείρων. Ἀλλὰ, φίλων ὄχ' ἄριστε Νεμέσσιε, τοῦτο δέδεξο Δῶρον ἐμῆς φιλίης, πάντων γλυκερώτερον ἄλλων, Μοῦνον ἀφ' ἡμετέρων κτεάνων, καὶ μοῦνον ἔμοιγε, Οὐ κύκνου λιγυροῖο μόρον γοάοντος ἀοιδὴν, Γηραλέαις πτερύγεσσιν ὅτ' ἐμπίπτῃσιν ἀήτης· Οὐδ' ἄρ' ἀηδονίδος στυγνὸν μέλος, ἡνίκα χεῖμα Δεσμὰ φέρει πάντεσσι, καὶ ὀρνίθεσσιν ἀοιδοῖς, Ἀλλὰ Χριστοφόρων στομάτων θεοτευχέα μολπήν· Τῇ νῦν τοῦτο φέροις ἐμέθεν λάχος ἀντί νυ πάντων, Οἷσιν ἐμὴν πολιήν τε φίλην καὶ νοῦσον ἔτισας, Καὶ μῦθον πτερόεντα, τεὸν κλέος· ἦ μέγα θαῦμα, Καὶ πάντων καθύπερθε, πρὶν ὀφθαλμοῖσιν ἰδέσθαι.
And these things cursorily, an ample discourse in few verses, as is my custom; while what lies outside I have cast beyond Cadiz. But, O Nemesius, by far the best of friends, receive this gift of my friendship, sweeter than all others, alone out of our possessions, and alone left to me: not the song of a clear-voiced swan bewailing its doom when the breeze falls upon its aged wings; nor yet the mournful melody of the nightingale, when winter brings bonds upon all, even the songbirds; but a God-wrought strain of Christ-bearing lips; therefore carry off now this portion from me in return for all the things wherewith you honoured both my dear grey hair and my sickness, and winged speech, your own glory—truly a great marvel, and above all things, before seeing [me] with your eyes.