Τὸ δεύτερον δὲ, τὸν τρόπον ἄσκει, τέκνον, Πρᾶον, ταπεινὸν, ἐγκρατῆ, στεῤῥὸν, γλυκὺν, Ἀβάσκανον, δίκαιον, ἀνδρεῖον, σοφὸν, Σεμνὸν, φιλεργὸν, εὐσταθῆ, καὶ σώφρονα. Κόσμος γὰρ οὗτος καὶ νέοις καὶ πρεσβύταις, Μὴ χρήμασι τοσοῦτον, ἀλλὰ τῷ τρόπῳ Πλουτεῖν. Τὸ σὸν γὰρ τοῦτο. Τὰ δὲ χρήματα Παίζει πλανῶντα τὴν φιλόπλουτον νόσον, Ἄλλοις ἀπ' ἄλλων προσγελᾷν πεφυκότα, Πόρνης ἀπίστου τὸν τρόπον μιμούμενα, Πολλοὺς ἐραστὰς ποικίλως μωκωμένης, Συνόντα, καὶ φεύγοντα, καὶ κολλώμενα, Τούτοις, ἐκείνοις, οὐδενὶ δὲ γνησίως.
And secondly, train your character, child, [to be] gentle, humble, self-controlled, steadfast, sweet, ungrudging, just, courageous, wise, reverend, industrious, constant, and temperate. For this is an ornament both for the young and for elders: to be rich not so much in money, but in character. For this is what is yours. Whereas money sports, leading astray the wealth-loving sickness, by nature wont to smile upon one after another, imitating the manner of a faithless harlot who variously mocks her many lovers— consorting, and fleeing, and cleaving unto these, unto those, yet genuinely unto none.