Αὐτὰρ ἐπεί μιν ἔπηξε, καὶ ἐν σπλάγχνοισι θέωσεν, Ἐκ δ' ἄγαγε προφόωσδε τελειομένοιο χρόνοιο· Τῆμος σάρκα παχεῖαν ἐφέσσατο, πλῆσε δὲ νηὸν Ἐκ καθαρῆς θεότητος, ἄναξ Λόγος. Ἀμφότερον δὲ, Εἷς Θεὸς ἦεν ἔμοιγε. Τὸ γὰρ φθιτὸν ὦχ' ὑπόειξεν Ἀθανάτῳ πλήσαντι. Θάνεν δ' ἐθέλων, ὀλίγον τι Τύμβῳ παρθέμενος πλεκτὸν δέμας, ὥς κεν ἀναστὰς Ἐκ νεκύων παλίνορσος, ἀναστήσειε θανόντας, Ἕλκων οἷα μάγνησσα λίθος τονόεντα σίδηρον. Πᾶσι γὰρ ἀνδρομέοισιν ὅλον μ' ἀνεδέξατο Χριστὸς, Σάρκα λαβὼν, τόκον, εἶδος, ὕβριν, τάφον, εὖχος, ἔγερσιν. Τὼς μέν ῥ' ὑμετέροιο λόγου σχέθον ἄσχετον ὁρμὴν,
Moreover, after He had framed Him, and deified Him within the womb, and brought Him forth into the light as time was being fulfilled; then the Sovereign Word clothed Himself in dense flesh, and filled the temple from His pure Godhead. And as both, He was one God for me; for the mortal swiftly yielded to the Immortal Who filled it. And He died willingly, committing His woven frame for a little while to the tomb, so that, rising back again from the dead, He might raise up those who had died, drawing them just as a Magnesian stone draws sinewy iron. For in all human things Christ took the whole of me upon Himself, taking flesh, birth, form, outrage, tomb, glory, resurrection. Thus indeed did I check the uncheckable rush of your speech,