Εἰ μὴ μῦθος, ἔφελκε τεοῖς φαέεσσι καλύπτρην, Ἁζόμενος πολιῇσιν ὁμοίϊα μυθολογεύειν, Τερπομέναις κύλιξι φίλαις, καὶ νυξὶν ἀΰπνοις. Ταῦτα μὲν ἐς πόντοιο πέσῃ βυθὸν, ὥσπερ ὄλωλε Μοίρῃ πλειοτέρῃ. Χριστὸς γὰρ ἅπαντα κατέσχεν Ἐκ περάτων ἐπὶ πείραθ' ἑαῖς παλάμῃσιν ἀγείρας, Ἃς ποτ' ἐπὶ σταυροῖο μεγακλέος ἐξεπέτασσεν. Εἰ δ' ὅτι καὶ διὰ μητρὸς ἐμοὶ Θεὸς ἤλυθεν ἁγνῆς, Παρθενικῆς, ἀδέτοιο, νόμοις καινοῖσι γενέθλης, Καὶ θάνε, καὶ νεκύεσσι μίγη, καὶ ἀνέδραμεν αὖθις, Ἦρα φέρων παθέεσσιν ἐμοῖς, ὃν ῥίψεν ἁμαρτὰς, Τοῦτό σοί ἐστιν ἄκοσμον, ἐπεὶ καθαροῖσι θεοῖσιν, Ἐκ καθαρῶν γεγαῶσι δίδως σέβας, ὦ φιλόκοσμε,
If it is not myth, draw a veil over your eyes, standing in awe of telling fables like grey-haired crones who delight in dear cups and sleepless nights. May these things fall into the depth of the sea, just as in the greater part they have perished! For Christ has taken hold of all things, having gathered them from ends to ends in His own palms, which once He stretched out upon the all-glorious cross. And if, because for me God also came through a pure mother, virgin, unwedded, by new laws of birth, and died, and was mingled with the dead, and rose up again, bringing help to my sufferings, whom sin had cast down, this is unseemly to you—since to pure gods sprung from pure ones you give reverence, O lover of seemliness—,