Παιζόμενοι, παίζοντες, ἐπὶ χθονὶ μὰψ ἀλάλησθε; Λάτριες εἰδώλων κενεόφρονες, οἳ παθέεσσιν Ἄλκαρ ἑοῖς μήσασθε θεοὺς στήσασθαι ἀλιτροὺς, Ψεύστας, ἀνδροφόνους, σκολιοὺς, ἐπίορκον ὀμοῦντας, Ἅρπαγας, ἀνδρογύνους, μοιχοὺς, ἐπιβήτορας ἀνδρῶν. Ἄθρει δὴ πρώτιστον ὅσ' ἔπλετο μαργοσύνῃσι, Ταῦρος, κύκνος, χρυσὸς, ὄφις, πόσις, ἄρκτος, ἅπαντα Ὅσσα μιν ὠκὺς ἄνωγεν ἔρως, κοῦρός τ' ἀλαπαδνὸς, Ὡς αὐτοί γ' ἐνέπουσι θεῶν πλαστῆρες ἀκιδνῶν. Οὐκ οἶον, παθέων δὲ καὶ αὐτῶν ἱρὰ σέβεσθε, Ἄλλους δ' αὖτ' ἄλλοισι κακοῖς ἔπι κάρτος ἔχοντας· Ὡς μὴ μοῦνον ἄτιτον ἅπαν κακὸν, ἀλλὰ καὶ ἐσθλὸν Ἔμμεναι, ὥς ῥα Θεῷ κεχαρισμένον, ὅς τίδ' ἔτισε.
mocked and mocking, do you wander in vain upon earth? Empty-minded worshippers of idols, who as a defence for your own passions contrived to set up sinful gods: liars, manslayers, crooked, swearers of false oaths, robbers, effeminates, adulterers, corrupters of males! Behold first of all how many things he became in his lusts—bull, swan, gold, serpent, husband, bear, all things whatsoever swift love and a feeble boy bade him—as the fashioners themselves of puny gods declare. Not only so, you even revere shrines of the passions themselves, and different gods in turn holding sway over different evils, so that every evil may be not only unpunished, but even noble, as being, forsooth, pleasing to a god who honoured this.