Εἰ δέ τι θηρίον αἱρετικὸν καὶ ἀλόγιστον, κάτω μεινάτω· ἢ κινδυνεύσει λιθοβολούμενον τῷ λόγῳ τῆς ἀληθείας. Βαπτίσω σε μαθητεύων, εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ὄνομα δὲ κοινὸν τῶν τριῶν ἓν, ἡ θεότης. Γνώσῃ καὶ τοῖς σχήμασι καὶ τοῖς ῥήμασιν, ὡς ὅλην ἀποπέμπῃ τὴν ἀθεΐαν, οὕτως ὅλῃ θεότητι συντασσόμενος. Πίστευε, τὸν σύμπαντα κόσμον, ὅσος τε ὁρατὸς, καὶ ὅσος ἀόρατος, ἐξ οὐκ ὄντων παρὰ Θεοῦ γενόμενον, καὶ προνοίᾳ τοῦ ποιήσαντος διοικούμενον, δέξασθαι τὴν εἰς τὸ κρεῖττον μεταβολήν. Πίστευε, μὴ οὐσίαν εἶναί τινα τοῦ κακοῦ, μήτε βασιλείαν, ἢ ἄναρχον, ἢ παρ' ἑαυτῆς ὑποστᾶσαν, ἢ παρὰ τοῦ Θεοῦ γενομένην, ἀλλ' ἡμέτερον ἔργον εἶναι τοῦτο καὶ τοῦ πονηροῦ, ἐκ τῆς ἀπροσεξίας ἐπεισελθὸν ἡμῖν, ἀλλ' οὐχὶ τοῦ κτίσαντος. Πίστευε, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν προαιώνιον Λόγον, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς ἀχρόνως καὶ ἀσωμάτως, τοῦτον ἐπ' ἐσχάτων τῶν ἡμερῶν, γεγενῆσθαι διὰ σὲ καὶ Υἱὸν ἀνθρώπου, ἐκ τῆς Παρθένου προελθόντα Μαρίας, ἀῤῥήτως καὶ ἀρυπάρως (οὐδὲν γὰρ ῥυπαρὸν οὗ Θεὸς, καὶ δι' οὗ σωτηρία), ὅλον ἄνθρωπον, τὸν αὐτὸν καὶ Θεὸν, ὑπὲρ ὅλου τοῦ πεπονθότος, ἵνα ὅλῳ σοι τὴν σωτηρίαν χαρίσηται, ὅλον τὸ κατάκριμα λύσας τῆς ἁμαρτίας· ἀπαθῆ θεότητι, παθητὸν τῷ προσλήμματι· τοσοῦτον ἄνθρωπον διὰ σε, ὅσον σὺ γίνῃ δι' ἐκεῖνον Θεός· τοῦτον ὑπὲρ τῶν ἀνομιῶν ἦχθαι εἰς θάνατον, σταυρωθέντα τε καὶ ταφέντα, ὅσον θανάτου γεύσασθαι, καὶ ἀναστάντα τριήμερον, ἀνεληλυθέναι εἰς τοὺς οὐρανοὺς, ἵνα σε συναγάγῃ κάτω κείμενον· ἥξειν τε πάλιν μετὰ τῆς ἐνδόξου αὐτοῦ παρουσίας, κρίνοντα ζῶντας καὶ νεκρούς· οὐκ ἔτι μὲν σάρκα, οὐκ ἀσώματον δὲ, οἷς αὐτὸς οἶδε λόγοις, θεοειδεστέρου σώματος, ἵνα καὶ ὀφθῇ ὑπὸ τῶν ἐκκεντησάντων, καὶ μείνῃ Θεὸς ἔξω παχύτητος. Δέχου πρὸς τούτοις ἀνάστασιν, κρίσιν, ἀνταπόδοσιν τοῖς δικαίοις τοῦ Θεοῦ σταθμοῖς. Ταύτην δὲ εἶναι φῶς τοῖς κεκαθαρμένοις τὴν διάνοιαν, τουτέστι Θεὸν ὁρώμενόν τε καὶ γινωσκόμενον, κατὰ τὴν ἀναλογίαν τῆς καθαρότητος, ὃ δὴ καὶ βασιλείαν οὐρανῶν ὀνομάζομεν· σκότος δὲ τοῖς τυφλώττουσι τὸ ἡγεμονικὸν, τουτέστιν ἀλλοτρίωσιν Θεοῦ κατὰ τὴν ἀναλογίαν τῆς ἐντεῦθεν ἀμβλυωπίας. Δέκατον, ἐργάζου τὸ ἀγαθὸν ἐπὶ τούτῳ τῷ θεμελίῳ τῶν δογμάτων· ἐπειδὴ, Πίστις χωρὶς ἔργων νεκρὰ, ὡς ἔργα δίχα πίστεως. Ἔχεις
And if any beast be heretical and irrational, let it remain below; or it will run the risk of being stoned by the word of truth. I will baptize you, making you a disciple, in the name of the Father, and of the Son, and of the Holy Spirit. And the common name of the Three is one, the Godhead. You shall know both by the gestures and by the words that you reject all ungodliness, being thus arrayed with the whole Godhead. Believe that the whole world, both all that is visible and all that is invisible, having come into being out of non-existence from God, and being governed by the providence of Him Who made it, receives the change for the better. Believe that there is no substance of evil, nor kingdom, either unoriginate, or subsisting of itself, or having come into being from God, but that this is our work and the evil one's, having crept in upon us out of heedlessness, and not the Creator's. Believe that the Son of God, the pre-eternal Word, Who was begotten from the Father timelessly and incorporeally, He in the last days became for your sake also Son of man, having come forth from the Virgin Mary, ineffably and without defilement (for nothing is defiled where God is, and through which salvation is), whole man, the Same also God, on behalf of the whole sufferer, that He might bestow salvation upon the whole of you, having loosed the whole condemnation of sin; impassible in Godhead, passible in the assumed humanity; so much man on account of you, as you become God on account of Him; that He was led unto death on account of our iniquities, and was both crucified and buried, so far as to taste of death, and having risen on the third day, has ascended into the heavens, that He might gather you together who lay below; and that He will come again with His glorious presence, judging the living and the dead; no longer indeed flesh, yet not bodiless, by principles which He Himself knows, of a more godlike body, that He may both be seen by those who pierced Him, and remain God outside of grossness. Receive in addition to these things resurrection, judgement, retribution by the righteous balances of God; and that this will be light to those who have been purified in mind, that is, God both seen and known, according to the proportion of purity, which indeed we also call the kingdom of heaven; but darkness to those who are blind in their ruling faculty, that is, alienation from God according to the proportion of their dimness of sight from hence. Tenth, work that which is good upon this foundation of doctrines; since, Faith without works is dead, just as works apart from faith. You have—