Migne Reading Room

PG 36 · cols. 436–445 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:436Read from the page
οὐδέτερον αλόγως, οιμαι, οὐδὲ ἀναξίως τοῦ Πνεύματος. Καὶ σὺ δ' ἂν κατὰ σαυτὸν ἀναλεγόμενος, πολλοὺς τηρήσαις ἀριθμοὺς, ἔχοντάς τι τοῦ φαινομένου βαθύτερον. Ὃ δὲ τῷ παρόντι καιρῷ χρησιμώτατον, ὅτι κατὰ τούτους ἴσως τοὺς λόγους, ἢ ὅτι ἐγγύτατα τούτων, ἢ καὶ θειοτέρους τινὰς, τιμῶσι μὲν Ἑβραῖοι τὴν Πεντηκοστὴν ἡμέραν, τιμῶμεν δὲ καὶ ἡμεῖς· ὥσπερ ἐστὶ καὶ ἄλλα τινὰ τῶν Ἑβραϊκῶν, τυπικῶς μὲν παρ' ἐκείνοις τελούμενα, μυστικῶς δὲ ἡμῖν ἀποκαθιστάμενα. Τοσαῦτα περὶ τῆς ἡμέρας προδιαλεχθέντες, ἐπὶ τὸ ἑξῆς τοῦ λόγου προΐωμεν.
neither without reason, I think, nor unworthily of the Spirit. And if you yourself also read through on your own, you might observe many numbers having something deeper than what appears on the surface. And what is most useful for the present occasion is that according to these reckonings perhaps, or very near to these, or even certain more divine ones as well, the Hebrews honour the day of Pentecost, and we also honour it; just as there are also certain other things among those of the Hebrews which are celebrated figuratively among them, but are mystically restored to us. Having said so much beforehand concerning the day, let us go forward to what follows of the discourse.
Εʹ. Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν. Καὶ τὸ μυστήριον ὅσον! ὡς μέγα τε καὶ σεβάσμιον! Τὰ μὲν δὴ σωματικὰ τοῦ Χριστοῦ πέρας ἔχει, μᾶλλον δὲ τὰ τῆς σωματικῆς ἐνδημίας· ὀκνῶ γὰρ εἰπεῖν τὰ τοῦ σώματος, ἕως ἂν μηδεὶς πείθῃ με λόγος, ὅτι κάλλιον ἀπεσκευάσθαι τοῦ σώματος. Τὰ δὲ τοῦ Πνεύματος ἄρχεται. Τίνα δὲ ἦν τὰ τοῦ Χριστοῦ; Παρθένος, γέννησις, φάτνη, σπαργάνωσις, ἄγγελοι δοξάζοντες, ποιμένες προστρέχοντες, ἀστέρος δρόμος, μάγων προσκύνησις καὶ δωροφορία, Ἡρώδου παιδοφονία, φεύγων Ἰησοῦς εἰς Αἴγυπτον, ἐπανιὼν ἐξ Αἰγύπτου, περιτεμνόμενος, βαπτιζόμενος, μαρτυρούμενος ἄνωθεν, πειραζόμενος, λιθαζόμενος δι' ἡμᾶς, οἷς τύπον ἔδει δοθῆναι τῆς ὑπὲρ τοῦ λόγου κακοπαθείας, προδιδόμενος, προσηλούμενος, θαπτόμενος, ἀνιστάμενος, ἀνερχόμενος, ὧν καὶ νῦν πάσχει πολλά· παρὰ μὲν τῶν μισοχρίστων, τὰ τῆς ἀτιμίας καὶ φέρει (μακρόθυμος γάρ)· παρὰ δὲ τῶν φιλοχρίστων, τὰ τῆς ἐπιτιμίας. Καὶ ἀναβάλλεται, ὥσπερ ἐκείνοις τὴν ὀργὴν, οὕτως ἡμῖν τὴν χρηστότητα· τοῖς μὲν ἴσως μετανοίας διδοὺς καιρὸν, ἡμῶν δὲ δοκιμάζων τὸν πόθον, εἰ μὴ ἐκκακοῦμεν ἐν ταῖς θλίψεσι καὶ τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν· ὥσπερ ἄνωθεν θείας οἰκονομίας λόγος, καὶ τῶν ἀνεφίκτων αὐτοῦ κριμάτων, οἷς εὐθύνει σοφῶς τὰ ἡμέτερα. Τὰ μὲν δὴ Χριστοῦ τοιαῦτα· καὶ τὰ ἑξῆς ὀψόμεθα ἐνδοξότερα, καὶ ὀφθείημεν. Τὰ δὲ τοῦ Πνεύματος, παρέστω μοι τὸ Πνεῦμα, καὶ διδότω λόγον, ὅσον καὶ βούλομαι· εἰ δὲ μὴ τοσοῦτον, ἀλλ' ὅσος γε τῷ καιρῷ σύμμετρος. Πάντως δὲ
V. We celebrate Pentecost, and the sojourn of the Spirit, and the appointed term of the promise, and the fulfilment of hope. And how great is the mystery! How great and venerable! The bodily things of Christ have their end, or rather the things of His bodily sojourn; for I hesitate to say the things of the body, so long as no argument persuades me that it is better to have stripped off the body. And the things of the Spirit begin. And what were the things of Christ? A Virgin, birth, a manger, swaddling clothes, angels glorifying, shepherds running up, the course of a star, the adoration and gift-bringing of the Magi, Herod's murder of the children, Jesus fleeing into Egypt, returning out of Egypt, circumcised, baptized, borne witness to from above, tempted, stoned for our sake, to whom a pattern had to be given of suffering hardship for the Word, betrayed, nailed fast, buried, rising again, ascending; of which things He even now suffers many: from the haters of Christ, the things of dishonour, and He bears them (for He is long-suffering); and from the lovers of Christ, the things of honour. And He postpones, just as wrath for them, so kindness for us; perhaps granting to them a season of repentance, and testing our longing, whether we do not lose heart in tribulations and the struggles on behalf of godliness; just as from of old has been the principle of divine dispensation, and of His unsearchable judgements, whereby He wisely directs our affairs. Such, then, are the things of Christ; and what follows we shall see more glorious, and may we ourselves be seen. As for the things of the Spirit, may the Spirit be present with me, and grant me speech as great as I desire; or if not so great, yet at least as much as is proportioned to the occasion. And altogether
Notes, col. 436

On the reading

Printed αλόγως, for ἀλόγως.

Printed οιμαι, for οἶμαι.

PG 36:437Read from the page
παρέσται δεσποτικῶς, ἀλλ' οὐ δουλικῶς, οὐδὲ ἀναμένον ἐπίταγμα, ὥς τινες οἴονται. Πνεῖ γὰρ ὅπου θέλει, καὶ ἐφ' οὓς βούλεται, καὶ ἡνίκα, καὶ ὅσον. Οὕτως ἡμεῖς καὶ νοεῖν καὶ λέγειν ἐμπνεόμεθα περὶ τοῦ Πνεύματος.
He will be present as Lord, and not as a slave, nor awaiting a command, as some suppose. For He blows where He wills, and upon whom He wills, and when, and as much as He wills. Thus are we inspired both to think and to speak concerning the Spirit.
Ϛʹ. Τὸ Πνεῦμα τὸ ἅγιον οἱ μὲν εἰς κτίσμα κατάγοντες, ὑβρισταὶ, καὶ δοῦλοι κακοὶ, καὶ κακῶν κάκιστοι. Δούλων γὰρ κακῶν, ἀθετεῖν δεσποτείαν, καὶ ἐπανίστασθαι κυριότητι, καὶ ὁμόδουλον ποιεῖν ἑαυτοῖς τὸ ἐλεύθερον. Οἱ δὲ Θεὸν νομίζοντες, ἔνθεοι καὶ λαμπροὶ τὴν διάνοιαν. Οἱ δὲ καὶ ὀνομάζοντες, ει μὲν εὐγνώμοσιν, ὑψηλοί· εἰ δὲ ταπεινοῖς, οὐκ οἰκονομικοί· πηλῷ μαργαρίτην πιστεύοντες, καὶ ἀκοῇ σαθρᾷ βροντῆς ἦχον, καὶ ὀφθαλμοῖς ἀσθενεστέροις ἥλιον, καὶ τροφὴν στερεὰν τοῖς ἔτι γάλα ποτιζομένοις· δέον κατὰ μικρὸν προάγειν αὐτοὺς εἰς τὸ ἔμπροσθεν, καὶ προβιβάζειν τοῖς ὑψηλοτέροις, φωτὶ φῶς χαριζομένους, καὶ ἀληθείᾳ προξενοῦντας ἀλήθειαν· διὸ καὶ ἡμεῖς τὸν τελεώτερον τέως ἀφέντες λόγον (οὔπω γὰρ καιρὸς), οὕτως αὐτοῖς διαλεξόμεθα.
VI. Those who bring down the Holy Spirit into a creature are insolent, and wicked slaves, and the worst of the wicked. For it is the part of wicked slaves to reject lordship, and to rise up against dominion, and to make that which is free a fellow-slave with themselves. But those who deem Him God are inspired by God and brilliant in mind. And those who also name Him so, if before the well-disposed, are lofty; but if before the lowly, are not prudent stewards: entrusting a pearl to mud, and the sound of thunder to an unsound hearing, and the sun to weaker eyes, and solid food to those still given milk to drink; whereas one ought to lead them forward little by little, and advance them to loftier things, bestowing light by light, and procuring truth by truth; wherefore we also, leaving aside for the time being the more perfect discourse (for it is not yet the season), will converse with them thus.
Ζʹ. Εἰ μὲν οὐδὲ ἄκτιστον, ὦ ουτοι, ὁμολογεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, οὐδὲ ἄχρονον, τοῦ ἐναντίου πνεύματος σαφῶς ἡ ἐνέργεια· δότε γὰρ τῷ ζήλῳ τι καὶ παρατολμῆσαι μικρόν. Εἰ δὲ τοσοῦτον γοῦν ὑγιαίνετε, ὥστε τὴν πρόδηλον φεύγειν ἀσέβειαν, καὶ τῆς δουλείας ἔξω τιθέναι τὸ καὶ ἡμᾶς ποιοῦν ἐλευθέρους, τὸ ἑξῆς αὐτοὶ σκέψασθε, μετὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἡμῶν. Πείθομαι γὰρ ποσῶς τούτου μετέχειν ὑμᾶς, καὶ ὡς οἰκείοις ἤδη συνδιασκέψομαι. Ἢ δότε μοι τὸ μέσον τῆς δουλείας, καὶ τῆς δεσποτείας, ἵν' ἐκεῖ θῶ τὴν ἀξίαν τοῦ Πνεύματος· ἢ τὴν δουλείαν φεύγοντες, οὐκ ἄδηλον, ὅποι τάξετε τὸ ζητούμενον. Ἀλλὰ ταῖς συλλαβαῖς δυσχεραίνετε, καὶ προσπταίετε τῇ φωνῇ, καὶ λίθος προσκόμματος ὑμῖν τοῦτο γίνεται, καὶ πέτρα σκανδάλου, ἐπεὶ καὶ Χριστὸς τισίν. Ἀνθρώπινον τὸ πάθος. Συμβῶμεν ἀλλήλοις πνευματικῶς. Γενώμεθα φιλάδελφοι μᾶλλον, ἢ φίλαυτοι. Δότε τὴν δύναμιν τῆς θεότητος, καὶ δώσομεν ὑμῖν τῆς φωνῆς τὴν συγχώρησιν· ὁμο-
VII. If indeed, O men, you confess the Holy Spirit to be neither uncreated nor timeless, the working is clearly of the adversary spirit; for grant to zeal even to venture somewhat a little. But if at least you are sound to such a degree as to flee manifest ungodliness, and to place outside of slavery that which makes us also free, consider what follows for yourselves, together with the Holy Spirit and with us. For I am persuaded that you partake of Him in some measure, and as with our own people I will now examine the matter together with you. Either grant me the middle ground between slavery and lordship, that there I may place the dignity of the Spirit; or, fleeing slavery, it is not unclear where you will rank that which is sought. But you are vexed at the syllables, and stumble at the expression, and this becomes to you a stone of stumbling and a rock of offence, since Christ also is so to some. The passion is human. Let us come together with one another spiritually. Let us become lovers of the brethren rather than lovers of self. Grant the power of the Godhead, and we will grant you the concession of the expression; con-
Notes, col. 437

On the reading

Printed ει, for εἰ.

Printed ουτοι, for οὗτοι.

PG 36:440Read from the page
λογήσατε τὴν φύσιν ἐν ἄλλαις φωναῖς, αἷς αἰδεῖσθε μᾶλλον· καὶ ὡς ἀσθενεῖς ὑμᾶς ἰατρεύσομεν· ἔστιν ἃ καὶ τῶν πρὸς ἡδονὴν παρακλέψαντες. Αἰσχρὸν μὲν γὰρ, αἰσχρὸν, καὶ ἱκανῶς ἄλογον, κατὰ ψυχὴν ἐῤῥωμένους, μικρολογεῖσθαι περὶ τὸν ἦχον, καὶ κρύπτειν τὸν θησαυρὸν, ὥσπερ ἄλλοις βασκαίνοντας, ἢ μὴ καὶ τὴν γλῶσσαν ἁγιάσητε δεδοικότας· αἴσχιον δὲ ἡμῖν ὃ ἐγκαλοῦμεν παθεῖν, καὶ μικρολογίαν καταγινώσκοντας, αὐτοὺς μικρολογεῖσθαι περὶ τὰ γράμματα.
fess the nature in other expressions, which you revere more; and we will heal you as weak, secretly abstracting even some of the things that make for pleasure. For it is shameful indeed, shameful, and quite unreasonable, while strong in soul, to quibble over the sound, and to hide the treasure, as though grudging it to others, or fearing lest you sanctify your tongue as well; but it is more shameful for us to suffer what we bring as a charge, and, while condemning hair-splitting, ourselves to split hairs over letters.
Ηʹ. Μιᾶς Θεότητος, ὠοῦτοι, τὴν Τριάδα ὁμολογήσατε, εἰ δὲ βούλεσθε, μιᾶς φύσεως· καὶ τὴν Θεὸς φωνὴν παρὰ τοῦ Πνεύματος ὑμῖν αἰτήσομεν. Δώσει γὰρ, εὖ οἶδα, ὁ τὸ πρῶτον δοὺς, καὶ τὸ δεύτερον, καὶ μάλιστα, εἰ δειλία τις εἴη πνευματικὴ, καὶ μὴ ἔνστασις διαβολικὴ, τὸ μαχόμενον. Ἔτι σαφέστερον εἴπω καὶ συντομώτερον· Μήτε ὑμεῖς ἡμᾶς εὐθύνητε τῆς ὑψηλοτέρας φωνῆς (φθόνος γὰρ οὐδεὶς ἀναβάσεως), οὔτε ἡμεῖς τὴν ἐφικτὴν τέως ὑμῖν ἐγκαλέσομεν, ἕως ἂν καὶ δι' ἄλλης ὁδοῦ πρὸς τὸ αὐτὸ φέρησθε καταγώγιον. Οὐ γὰρ νικῆσαι ζητοῦμεν, ἀλλὰ προσλαβεῖν ἀδελφοὺς, ὧν τῷ χωρισμῷ σπαρασσόμεθα. Ταῦτα ὑμῖν, παρ' οἷς τι καὶ ζωτικὸν εὑρίσκομεν, τοῖς περὶ τὸν Υἱὸν ὑγιαίνουσιν· ὧν τὸν βίον θαυμάζοντες, οὐκ ἐπαινοῦμεν πάντη τὸν λόγον· οἱ τὰ τοῦ Πνεύματος ἔχοντες, καὶ τὸ Πνεῦμα προσλάβετε, ἵνα μὴ ἀθλῆτε μόνον, ἀλλὰ καὶ νομίμως, ἐξ οὗ καὶ ὁ στέφανος. Οὗτος ὑμῖν δοθείη τῆς πολιτείας μισθὸς, ὁμολογῆσαι τὸ Πνεῦμα τελείως, καὶ κηρύξαι σὺν ἡμῖν τε καὶ πρὸ ἡμῶν ὅσον ἄξιον. Τολμῶ τι καὶ μεῖζον ὑπὲρ ὑμῶν, τὸ τοῦ Ἀποστόλου φθέγξασθαι. Τοσοῦτον ὑμῶν περιέχομαι, καὶ τοσοῦτον ὑμῶν αἰδοῦμαι τὴν εὔκοσμον ταύτην στολὴν, καὶ τὸ χρῶμα τῆς ἐγκρατείας, καὶ τὰ ἱερὰ ταῦτα συστήματα, καὶ τὴν σεμνὴν παρθενίαν καὶ κάθαρσιν, καὶ τὴν πάννυχον ψαλμῳδίαν, καὶ τὸ φιλόπτωχον, καὶ φιλάδελφον, καὶ φιλόξενον, ὥστε καὶ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, καὶ παθεῖν τι, ὡς κατάκριτος, δέχομαι· μόνον εἰ σταίητε μεθ' ἡμῶν, καὶ κοινῇ τὴν Τριάδα δοξάσαιμεν. Περὶ γὰρ τῶν ἄλλων, τί χρὴ καὶ λέγειν, σαφῶς τεθνηκότων (οὓς Χριστοῦ μόνου ἐγεῖραι, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς κατὰ τὴν αὐτοῦ
VIII. Confess the Trinity to be of one Godhead, O men, or if you wish, of one nature; and we will ask from the Spirit the expression God for you. For He Who gave the first will, I know well, give the second also, and especially if that which contends be a certain spiritual timidity, and not a diabolical opposition. Let me speak still more clearly and more concisely: neither do you call us to account for the loftier expression (for there is no grudging of ascent), nor will we lay to your charge the one thus far attainable by you, so long as even by another road you are borne towards the same lodging-place. For we do not seek to conquer, but to take to ourselves brethren by whose separation we are torn apart. These things are for you, among whom we find something even vital, who are sound concerning the Son; whose life we admire, though we do not altogether praise your doctrine: you who have the things of the Spirit, take to yourselves the Spirit also, that you may not merely contend, but also contend lawfully, whence comes the crown as well. May this reward of your way of life be granted to you, to confess the Spirit perfectly, and to proclaim Him both with us and before us as much as is worthy. I venture even something greater on your behalf, to utter the word of the Apostle. So greatly do I cleave to you, and so greatly do I revere this comely robe of yours, and the complexion of temperance, and these sacred assemblies, and venerable virginity and purity, and all-night psalmody, and love of the poor, and love of the brethren, and hospitality, that I accept even to be anathema from Christ, and to suffer something as one condemned, if only you would stand with us, and in common we might glorify the Trinity. For concerning the others, what need is there even to speak, since they are clearly dead (whom it belongs to Christ alone to raise, Who gives life to the dead according to His own
Notes, col. 440

On the reading

Printed ὠοῦτοι, for ὦ οὗτοι.

PG 36:441Read from the page
δύναμιν,) οἳ κακῶς τῷ τόπῳ χωρίζονται, τῷ λόγῳ συνδεδεμένοι, καὶ τοσοῦτον πρὸς ἀλλήλους ζυγομαχοῦσιν, ὅσον ὀφθαλμοὶ διάστροφοι, τὸ ἓν βλέποντες, καὶ οὐ τῇ ὄψει, τῇ θέσει δὲ στασιάζοντες· εἴ γε καὶ διαστροφὴν αὐτοῖς ἐγκλητέον, ἀλλὰ μὴ τύφλωσιν; Ἐπεὶ δὲ μετρίως ἐθέμην τὰ πρὸς ὑμᾶς, φέρε, καὶ πρὸς τὸ Πνεῦμα πάλιν ἐπανέλθωμεν· οἶμαι δὲ καὶ ὑμεῖς ἤδη συνέψεσθε.
power), who are wrongly separated in place while bound together in doctrine, and wrangle with one another just as much as squinting eyes, looking at the one thing, and at variance not in sight, but in position—if indeed one must charge them with squinting, and not rather with blindness? But since I have moderately set forth the things addressed to you, come, let us return again to the Spirit also; and I think you too will now follow along with us.
Θʹ. Τὸ Πνεῦμα τὸ ἅγιον ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ' ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον· οὐδὲ γὰρ ἔπρεπεν ἐλλείπειν ποτὲ, ἢ Υἱὸν Πατρὶ, ἢ Πνεῦμα Υἱῷ. Τῷ μεγίστῳ γὰρ ἂν ἦν ἄδοξος ἡ θεότης, ὥσπερ ἐκ μεταμελείας ἐλθοῦσα εἰς συμπλήρωσιν τελειότητος. Ἦν οὖν ἀεὶ μεταληπτὸν, οὐ μεταληπτικόν· τελειοῦν, οὐ τελειούμενον· πληροῦν, οὐ πληρούμενον· ἁγιάζον, οὐχ ἁγιαζόμενον· θεοῦν, οὐ θεούμενον· αὐτὸ ἑαυτῷ ταυτὸν ἀεὶ, καὶ οἷς συντέτακται· ἀόρατον, ἄχρονον, ἀχώρητον, ἀναλλοίωτον, ἄποιον, ἄποσον, ἀνείδεον, ἀναφὲς, αὐτοκίνητον, ἀεικίνητον, αὐτεξούσιον, αὐτοδύναμον, παντοδύναμον (εἰ καὶ πρὸς τὴν πρώτην αἰτίαν, ὥσπερ τὰ τοῦ Μονογενοῦς ἅπαντα, οὕτω δὴ καὶ τὰ τοῦ Πνεύματος ἀναπέμπεται)· ζωὴ, καὶ ζωοποιόν· φῶς, καὶ χορηγὸν φωτός· αὐτοαγαθὸν, καὶ πηγὴ ἀγαθότητος· Πνεῦμα εὐθὲς, ἡγεμονικὸν, κύριον, ἀποστέλλον, ἀφορίζον, ναοποιοῦν ἑαυτῷ, ὁδηγοῦν, ἐνεργοῦν ὡς βούλεται, διαιροῦν χαρίσματα· Πνεῦμα υἱοθεσίας, ἀληθείας, σοφίας, συνέσεως, γνώσεως, εὐσεβείας, βουλῆς, ἰσχύος, φόβου, τῶν ἀπηριθμημένων· δι' οὗ Πατὴρ γινώσκεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρ' ὧν μόνων γινώσκεται, μία σύνταξις, λατρεία μία, προσκύνησις, δύναμις, τελειότης, ἁγιασμός. Τί μοι μακρολογεῖν; Πάντα ὅσα ὁ Πατὴρ, τοῦ Υἱοῦ, πλὴν τῆς ἀγεννησίας. Πάντα ὅσα ὁ Υἱὸς, τοῦ Πνεύματος, πλὴν τῆς γεννήσεως. Ταῦτα δὲ οὐκ οὐσίας ἀφορίζει, κατά γε τὸν ἐμὸν λόγον, περὶ οὐσίαν δὲ ἀφορίζεται.
IX. The Holy Spirit always was, and is, and will be, neither having begun nor going to cease, but always ranged and numbered together with Father and Son; for neither was it fitting that ever either the Son should be lacking to the Father, or the Spirit to the Son. For the Godhead would have been inglorious in the greatest thing, as though having come from a change of mind to the fulfilment of perfection. He was therefore always partaken of, not partaking; perfecting, not perfected; filling, not filled; sanctifying, not sanctified; deifying, not deified; Himself always the same with Himself, and with Those with Whom He is ranged; invisible, timeless, uncontainable, unchangeable, without quality, without quantity, without form, intangible, self-moving, ever-moving, self-determining, self-powerful, all-powerful (even if to the First Cause, just as all the things of the Only-begotten, so indeed also the things of the Spirit are referred); life, and life-giving; light, and bestower of light; goodness itself, and fountain of goodness; a Spirit right, princely, lordly, sending forth, setting apart, making a temple for Himself, guiding, working as He wills, distributing gifts of grace; the Spirit of adoption, of truth, of wisdom, of understanding, of knowledge, of godliness, of counsel, of strength, of fear, which have been enumerated; through Whom the Father is known, and the Son is glorified, and by Whom alone He is known, one rank, one worship, adoration, power, perfection, sanctification. Why should I speak at length? All things whatsoever the Father has belong to the Son, except unbegottenness. All things whatsoever the Son has belong to the Spirit, except generation. And these things do not divide substance, according to my account at least, but are distinguished around substance.
Ιʹ. Ὠδίνεις τὰς ἀντιθέσεις; ἐγὼ δὲ τοῦ λόγου τὸν δρόμον. Τίμησον τὴν ἡμέραν τοῦ Πνεύματος· ἐπίσχες μικρὸν τὴν γλῶτταν, εἰ δυνατόν. Περὶ ἄλλων γλωσσῶν ὁ λόγος· ταύτας αἰδέσθητι, ἢ φοβήθητι,
X. Are you in travail with objections? And I with the course of the discourse. Honour the day of the Spirit; restrain your tongue a little, if possible. Our discourse is concerning other tongues; revere these, or fear them,
PG 36:444Read from the page
μετὰ πυρὸς ὁρωμένας. Σήμερον δογματίσωμεν, αὔριον τεχνολογήσωμεν· σήμερον ἑορτάσωμεν, αὔριον ἀσχημονήσωμεν. Ταῦτα μυστικῶς, ἐκεῖνα θεατρικῶς· ταῦτα ταῖς ἐκκλησίαις, ἐκεῖνα ταῖς ἀγοραῖς· ταῦτα τοῖς νήφουσιν, ἐκεῖνα τοῖς μεθύουσιν· ταῦτα σπουδαζόντων, ἐκεῖνα παιζόντων κατὰ τοῦ Πνεύματος. Ἐπεὶ δὲ ἀπεσκευασάμεθα τὸ ἀλλότριον, φέρε, καταρτίσωμεν τὸ ἡμέτερον.
seen with fire. Today let us teach dogma, tomorrow let us chop logic; today let us keep the feast, tomorrow let us behave unseemly. These things mystically, those theatrically; these for the churches, those for the market-places; these for the sober, those for the drunken; these are the part of those who are in earnest, those of such as sport against the Spirit. And since we have put away what is foreign, come, let us set in order what is our own.
ΙΑʹ. Τοῦτο ἐνήργει, πρότερον μὲν ἐν ταῖς ἀγγελικαῖς καὶ οὐρανίοις δυνάμεσι, καὶ ὅσαι πρῶται μετὰ Θεὸν, καὶ περὶ Θεόν. Οὐ γὰρ ἄλλοθεν αὐταῖς ἡ τελείωσις καὶ ἡ ἔλλαμψις, καὶ τὸ πρὸς κακίαν δυσκίνητον, ἢ ἀκίνητον, ἢ παρὰ τοῦ ἁγίου Πνεύματος. Ἔπειτα ἐν τοῖς Πατράσι, καὶ ἐν τοῖς προφήταις, ὧν οἱ μὲν ἐφαντάσθησαν Θεὸν, ἢ ἔγνωσαν, οἱ δὲ καὶ τὸ μέλλον προέγνωσαν τυπούμενοι τῷ Πνεύματι τὸ ἡγεμονικὸν, καὶ ὡς παροῦσι συνόντες τοῖς ἐσομένοις. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις. Ἔπειτα ἐν τοῖς Χριστοῦ μαθηταῖς (ἐῶ γὰρ Χριστὸν εἰπεῖν, ᾧ παρῆν, οὐχ ὡς ἐνεργοῦν, ἀλλ' ὡς ὁμοτίμῳ συμπαρομαρτοῦν)· καὶ τούτοις τρισσῶς, καθ' ὅσον οἷοί τε ἦσαν χωρεῖν, καὶ κατὰ καιροὺς τρεῖς· πρὶν δοξασθῆναι Χριστὸν τῷ Πάθει· μετὰ τὸ δοξασθῆναι τῇ Ἀναστάσει· μετὰ τὴν εἰς οὐρανοὺς Ἀνάβασιν, ἢ ἀποκατάστασιν, ἢ ὅ τι χρὴ λέγειν. Δηλοῖ δὲ ἡ πρώτη τῶν νόσων, καὶ ἡ τῶν πνευμάτων κάθαρσις, οὐκ ἄνευ Πνεύματος δηλαδὴ γενομένη· καὶ τὸ μετὰ τὴν οἰκονομίαν ἐμφύσημα, σαφῶς ὂν ἔμπνευσις θειοτέρα· καὶ ὁ νῦν μερισμὸς τῶν πυρίνων γλωσσῶν, ὃ καὶ πανηγυρίζομεν. Ἀλλὰ τὸ μὲν πρῶτον, ἀμυδρῶς· τὸ δὲ δεύτερον, ἐκτυπώτερον· τὸ δὲ νῦν, τελεώτερον, οὐκ ἔτι ἐνεργείᾳ παρὸν, ὡς πρότερον, οὐσιωδῶς δὲ, ὡς ἂν εἴποι τις, συγγινόμενόν τε καὶ συμπολιτευόμενον. Ἔπρεπε γὰρ, Υἱοῦ σωματικῶς ἡμῖν ὁμιλήσαντος, καὶ αὐτὸ φανῆναι σωματικῶς· καὶ Χριστοῦ πρὸς ἑαυτὸν ἐπανελθόντος, ἐκεῖνο πρὸς ἡμᾶς κατελθεῖν· ἐρχόμενον μὲν ὡς Κύριον, πεμπόμενον δὲ ὡς οὐκ ἀντίθεον. Αἱ γὰρ τοιαῦται φωναὶ οὐχ ἧττον τὴν ὁμόνοιαν δηλοῦσιν, ἢ φύσεις χωρίζουσιν.
XI. He was at work, first indeed in the angelic and heavenly powers, and as many as are first after God, and around God. For not from elsewhere do they have perfection and illumination, and their being hard to move, or immovable, towards wickedness, than from the Holy Spirit. Next in the Fathers, and in the prophets, of whom some had visions of God, or knew Him, and others also foreknew the future, having their ruling mind stamped by the Spirit, and conversing with things to come as though present. For such is the power of the Spirit. Next in the disciples of Christ (for I omit to speak of Christ, with Whom He was present, not as working in Him, but as accompanying One equal in honour); and in these in a threefold way, insofar as they were able to receive Him, and at three seasons: before Christ was glorified by the Passion; after He was glorified by the Resurrection; after the Ascension into the heavens, or restoration, or whatever one ought to call it. And this is shown by the first cleansing of diseases and of spirits, which plainly did not take place without the Spirit; and the breathing upon them after the dispensation, which was clearly a more divine inspiration; and the present distribution of the fiery tongues, which we also celebrate in solemn assembly. Yet the first was dimly; the second, more expressively; and this present one, more perfectly, no longer being present by working, as formerly, but substantially, as one might say, both associating and dwelling as a fellow-citizen with us. For it was fitting, since the Son had conversed with us bodily, that He Himself also should appear bodily; and since Christ had returned to Himself, that He should come down to us: coming indeed as Lord, and sent as not opposed to God. For such expressions declare concord no less than they distinguish natures.
ΙΒʹ. Διὰ τοῦτο, μετὰ Χριστὸν μὲν, ἵνα Παράκλητος ἡμῖν μὴ λείπῃ· Ἄλλος δὲ, ἵνα σὺ τὴν ὁμοτιμίαν ἐνθυμηθῇς. Τὸ γὰρ, ἄλλος, ἄλλος οἷος
XII. Therefore, after Christ indeed, that a Paraclete may not be lacking to us; and Another, that you may lay to heart the equality of honour. For the word another, another such as
PG 36:445Read from the page
ἐγὼ, καθίσταται. Τοῦτο δὲ συνδεσποτείας, ἀλλ' οὐκ ἀτιμίας ὄνομα. Τὸ γὰρ, ἄλλος, οὐκ ἐπὶ τῶν ἀλλοτρίων, ἀλλ' ἐπὶ τῶν ὁμοουσίων οἶδα λεγόμενον. Ἐν γλώσσαις δὲ, διὰ τὴν πρὸς τὸν Λόγον οἰκείωσιν. Πυρίναις δὲ, ζητῶ πότερον διὰ τὴν κάθαρσιν (οἶδε γὰρ ὁ λόγος ἡμῶν καὶ πῦρ καθαρτήριον, ὡς πανταχόθεν βουλομένοις ὑπάρχει μαθεῖν)· ἢ διὰ τὴν οὐσίαν. Πῦρ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ πῦρ καταναλίσκον τὴν μοχθηρίαν, κἂν πάλιν ἀγανακτῇς τῷ ὁμοουσίῳ στενοχωρούμενος. Μεριζομέναις δὲ, διὰ τὸ τῶν χαρισμάτων διάφορον· καθεζομέναις δὲ, διὰ τὸ βασιλικὸν, καὶ τὴν ἐν τοῖς ἁγίοις ἀνάπαυσιν· ἐπεὶ καὶ Θεοῦ θρόνος τὰ χερουβίμ. Ἐν ὑπερῴῳ δὲ (εἰ μή τῳ περιεργότερος εἶναι δοκῶ τοῦ δέοντος), διὰ τὴν ἀνάβασιν τῶν δεξομένων, καὶ τὴν χαμόθεν ἔπαρσιν· ἐπεὶ καὶ ὕδασι θείοις ὑπερῷά τινα στεγάζεται, δι' ὧν ὑμνεῖται Θεός. Καὶ Ἰησοῦς αὐτὸς ἐν ὑπερῴῳ τοῦ μυστηρίου κοινωνεῖ τοῖς τὰ ὑψηλότερα τελουμένοις, ἵνα ἐκεῖνο παραδειχθῇ, ὅτι τὸ μέν τι καταβῆναι δεῖ Θεὸν πρὸς ἡμᾶς, ὃ καὶ πρότερον ἐπὶ Μωϋσέως οἶδα γενόμενον, τὸ δὲ ἡμᾶς ἀναβῆναι, καὶ οὕτω γενέσθαι κοινωνίαν Θεοῦ πρὸς ἀνθρώπους, τῆς ἀξίας συγκιρναμένης Ἕως δ' ἂν ἑκάτερον ἐπὶ τῆς ἰδίας μένῃ, τὸ μὲν περιωπῆς, τὸ δὲ ταπεινώσεως, ἄμικτος ἡ ἀγαθότης, καὶ τὸ φιλάνθρωπον ἀκοινώνητον· καὶ χάσμα ἐν μέσῳ μέγα καὶ ἀδιάβατον, οὐ τὸν πλούσιον τοῦ Λαζάρου μόνον, καὶ τῶν ὀρεκτῶν Ἀβραὰμ κόλπων διεῖργον, τὴν δὲ γενητὴν φύσιν καὶ ῥέουσαν, τῆς ἀγενήτου καὶ ἑστηκυίας.
I, is established. And this is a title of joint lordship, not of dishonour. For the word another I know is said not of things foreign, but of things consubstantial. And in tongues, because of close affinity with the Word. And fiery, I inquire whether because of cleansing (for our teaching knows also a cleansing fire, as it is open from every quarter for those who wish to learn); or because of substance. For our God is a fire, and a fire consuming wickedness, even if again you are indignant when hard pressed by the consubstantial. And distributed, because of the diversity of gifts of grace; and sitting, because of royalty, and rest among the saints; since the cherubim also are the throne of God. And in an upper room (unless to someone I seem more curious than is fitting), because of the ascent of those about to receive Him, and their lifting up from the ground; since certain upper chambers also are roofed with divine waters, whereby God is hymned. And Jesus Himself in an upper room communicates the mystery to those being initiated into the higher things, that this may be shown: both that on the one hand God must come down somewhat to us, which I know happened formerly also in the case of Moses, and on the other hand we must go up, and thus communion of God with men must come to pass, the dignity being blended together. But so long as each remains upon its own station, the one of lofty height, the other of lowliness, goodness is unmingled, and loving-kindness unshared; and there is a great and impassable chasm between, parting not merely the rich man from Lazarus and the longed-for bosom of Abraham, but also the created and fleeting nature from the unoriginate and abiding.
ΙΓʹ. Τουτο ἐκηρύχθη μὲν ὑπὸ τῶν προφητῶν, ὡς ἐν τῷ, Πνεῦμα Κυρίου ἐπ' ἐμέ· καὶ, Ἀναπαύσεται ἐπ' αὐτὸν ἑπτὰ Πνεύματα· καὶ, Κατέβη Πνεῦμα Κυρίου, καὶ ὡδήγησεν αὐτούς· καὶ, Πνεῦμα ἐπιστήμης ἐμπλῆσαν Βεσελεὴλ τὸν ἀρχιτέκτονα τῆς σκηνῆς· καὶ, Πνεῦμα παροξυνόμενον· καὶ, Πνεῦμα ἐξᾶραν Ἠλίαν ἐν ἅρματι, καὶ ζητηθὲν παρὰ Ἐλισσαίου διπλάσιον· καὶ, πνεύματι ἀγαθῷ καὶ ἡγεμονικῷ Δαβὶδ ὁδηγούμενός τε καὶ στηριζόμενος. Ἐπηγγέλθη δὲ, ὑπὸ μὲν Ἰωὴλ πρότερον· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγοντος· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα
XIII. He was proclaimed indeed by the prophets, as in the passage, The Spirit of the Lord is upon Me; and, Seven Spirits shall rest upon Him; and, The Spirit of the Lord came down, and guided them; and, A Spirit of knowledge filling Bezalel the master-builder of the tabernacle; and, A Spirit provoked to wrath; and, A Spirit that lifted up Elijah in a chariot, and was sought in double measure by Elisha; and David both guided and upheld by a good and princely spirit. And He was promised beforehand indeed by Joel, saying: And it shall be in the last days, I will pour out of My Spirit upon all flesh
Notes, col. 445

On the reading

Printed συγκιρναμένης Ἕως, for συγκιρναμένης. Ἕως.

Printed Τουτο, for Τοῦτο.