ΛΗʹ. Πᾶν μέλος καθαρισθῶμεν, ἀδελφοὶ, πᾶσαν ἁγνίσωμεν αἴσθησιν· μηδὲν ἀτελὲς ἡμῖν ἔστω, μηδὲ τῆς πρώτης γενέσεως, μηδὲν ἀφώτιστον καταλείπωμεν. Φωτισθῶμεν τὸν ὀφθαλμὸν, ἵν' ὀρθὰ βλέπωμεν, καὶ μηδὲν εἴδωλον πορνικὸν ἐν ἡμῖν αὐτοῖς φέρωμεν ἐκ φιλοπόνου θέας καὶ περιέργου. Κἂν γὰρ τῷ πάθει μὴ προσκυνήσωμεν, ἀλλὰ τὴν ψυχὴν ἐμολύνθημεν. Εἴ τις δοκὸς ἐν ἡμῖν, εἴ τι κάρφος, ἀνακαθαίρωμεν· ἵνα καὶ τὰ τῶν ἄλλων ὁρᾷν δυνώμεθα. Φωτισθῶμεν ἀκοὴν, φωτισθῶμεν γλῶσσαν· ἵνα ἀκούσωμεν, τί λαλήσει Κύριος ὁ Θεὸς, καὶ ἀκουστὸν ἡμῖν γένηται τὸ πρωινὸν ἔλεος, καὶ ἀκουτισθῶμεν ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀκοαῖς θείαις ἐνηχουμένην· ἵνα μὴ ὦμεν μάχαιρα ὀξεῖα, μηδὲ ξυρὸν ἠκονημένον, μηδὲ ὑπὸ τὴν γλῶσσαν στρέφωμεν κόπον καὶ πόνον, ἀλλὰ λαλῶμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, τὰς πυρίνας γλώσσας αἰδούμενοι. Ἰαθῶμεν ὄσφρησιν, ἵνα μὴ θηλυνώμεθα, μηδὲ ἀντὶ ὀσμῆς ἡδείας κονιορτώμεθα· ἀλλ' ὀσφραινώμεθα, τοῦ ἐκκενωθέντος δι' ἡμᾶς μύρου πνευματικῶς ἀντιλαμβανόμενοι, καὶ τοσοῦτον ἐξ αὐτοῦ ποιούμενοι καὶ μεταποιούμενοι, ὥστε καὶ αὐτῶν ἡμῶν ὀσφραίνεσθαι ὀσμὴν εὐωδίας. Καθαρθῶμεν ἁφὴν, γεῦσιν, λάρυγγα, μὴ μαλακῶς ἐπαφώμενοι, καὶ λειότησι χαίροντες, ἀλλὰ τὸν σαρκωθέντα δι' ἡμᾶς Λόγον ψηλαφῶντες, ὡς ἄξιον, καὶ Θωμᾶν κατὰ τοῦτο μιμούμενοι· μὴ χυμοῖς καὶ ὄψοις γαργαλιζόμενοι, τοῖς ἀδελφοῖς τῶν πικροτέρων γαργαλισμῶν, ἀλλὰ γευόμενοι καὶ γινώσκοντες, ὅτι χρηστὸς ὁ Κύριος τὴν κρείττω γεῦσιν καὶ μένουσαν· μηδὲ μικρὰ τὸν πικρὸν καὶ ἀχάριστον ἀγωγὸν ἀναψύχοντες, τὸν παραπέμποντα, καὶ οὐ κατέχοντα τὸ διδόμενον, ἀλλὰ τοῖς γλυκυτέροις μέλιτος λόγοις τοῦτον εὐφραίνοντες.
XXXVIII. Let us be purified in every member, brethren, let us sanctify every sense; let nothing in us be imperfect, nor of the first birth; let us leave nothing unenlightened. Let us be enlightened in the eye, that we may look straight, and carry no fornicate idol within ourselves from an eager and meddlesome gazing. For even if we do not bow down to the passion, yet we have been defiled in soul. If there is any beam in us, if any mote, let us cleanse it out, that we may be able to see the things of others also. Let us be enlightened in hearing, let us be enlightened in tongue, that we may hear what the Lord God will speak, and that His morning mercy may become audible to us, and that we may be made to hear joy and gladness sounding in divine ears; that we may not be a sharp sword, nor a sharpened razor, nor turn trouble and pain under our tongue, but speak the wisdom of God in a mystery, the hidden wisdom, reverencing the fiery tongues. Let us be healed in smell, that we may not be made effeminate, nor be covered with dust instead of a sweet odour; but let us smell, spiritually perceiving the ointment poured out for our sake, and being so far formed and transformed by it that a sweet savour is smelt from our very selves also. Let us be purified in touch, taste, throat, not touching softly and delighting in smoothnesses, but handling the Word made flesh for our sake, as is worthy, and imitating Thomas in this; not being tickled by juices and dainties, the brothers of more bitter ticklings, but tasting and knowing that the Lord is good with the better and abiding taste; nor refreshing for a little the bitter and thankless gullet, which sends on and does not retain what is given, but gladdening it with the words that are sweeter than honey.
ΛΘʹ. Καὶ πρὸς τοῖς εἰρημένοις ἔτι καλὸν, τὴν κεφαλὴν καθαιρομένους, ὡς καθαίρεται κεφαλὴ, τὸ τῶν αἰσθήσεων ἐργαστήριον, κρατεῖν τὴν Χριστοῦ κεφαλὴν, ἐξ ἧς πᾶν τὸ σῶμα συναρμολογεῖται καὶ συμβιβάζεται· καὶ τὴν ὑπεραίρουσαν ἡμῶν ἁμαρτίαν κάτω βάλλειν, ὑπεραιρομένην τῷ κρείττονι. Καλὸν καὶ ὦμον ἁγιάζεσθαι καὶ καθαίρεσθαι, ἵνα δυνηθῇ τὸν σταυρὸν αἴρειν Χριστοῦ, μὴ παντὶ ῥᾳδίως
XXXIX. And in addition to the things that have been said, it is noble still, being purified in the head, as the head, the workshop of the senses, is purified, to hold fast the Head, Christ, from Whom the whole body is fitted and knit together; and to cast down our sin that exalts itself, being overtopped by the better part. It is noble also for the shoulder to be sanctified and purified, that it may be able to take up the cross of Christ, which is not easily by everyone