Migne Reading Room

PG 36 · cols. 400–409 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:400Read from the page
ΚΗʹ. Ἔστω ταῦτα, φησὶ, περὶ τῶν ἐπιζητούντων τὸ βάπτισμα. Τί δ' ἂν εἴποις περὶ τῶν ἔτι νηπίων, καὶ μήτε τῆς ζημίας ἐπαισθανομένων, μήτε τῆς χάριτος; ἦ καὶ ταῦτα βαπτίσομεν; Πάνυ γε, εἴπερ τις ἐπείγοι κίνδυνος. Κρεῖσσον γὰρ ἀναισθήτως ἁγιασθῆναι, ἢ ἀπελθεῖν ἀσφράγιστα καὶ ἀτέλεστα. Καὶ τούτου λόγος ἡμῖν, ἡ ὀκταήμερος περιτομὴ, τυπική τις οὖσα σφραγὶς, καὶ ἀλογίστοις ἔτι προσαγομένη· ὡς δὲ καὶ ἡ τῶν φλιῶν χρίσις, διὰ τῶν ἀναισθήτων φυλάττουσα τὰ πρωτότοκα. Περὶ δὲ τῶν ἄλλων δίδωμι γνώμην, τὴν τριετίαν ἀναμείναντας, ἢ μικρὸν ἐντὸς τούτου, ἢ ὑπὲρ τοῦτο (ἡνίκα καὶ ἀκοῦσαί τι μυστικὸν, καὶ ἀποκρίνεσθαι δυνατὸν, εἰ καὶ μὴ συνιέντα τελέως, ἀλλ' οὖν τυπούμενα), οὕτως ἁγιάζειν καὶ ψυχὰς καὶ σώματα τῷ μεγάλῳ μυστηρίῳ τῆς τελειώσεως. Καὶ γὰρ οὕτως ἔχει· Τοῦ μὲν βίου τὰς εὐθύνας τηνικαῦτα ὑπέχειν ἄρχονται, ἡνίκα ἂν ὅτε λόγος συμπληρωθῇ, καὶ τὸ μυστήριον μάθωσι (τῶν γὰρ ἐξ ἀγνοίας ἁμαρτημάτων παρὰ τῆς ἡλικίας αὐτοῖς τὸ ἀνεύθυνον)· τετειχίσθαι δὲ τῷ λουτρῷ, παντὶ λόγῳ λυσιτελέστερον, διὰ τὰς ἐξαίφνης συμπιπτούσας ἡμῖν προσβολὰς τῶν κινδύνων, καὶ βοηθείας ἰσχυροτέρας.
XXVIII. Let these things be so, he says, concerning those who seek after baptism. What then would you say concerning those who are still infants, and perceive neither the loss nor the grace? Shall we baptize these also? By all means, if indeed some danger should press. For it is better that they should be sanctified without perception than that they should depart unsealed and uninitiated. And a proof of this for us is the eighth-day circumcision, being a certain typical seal, and applied even to those still without reason; as also the anointing of the doorposts, preserving the firstborn through things without perception. Concerning the others, however, I give my opinion that, having waited for the three-year period, either a little within this or beyond this (when it is possible for them both to hear something mystical and to answer, even if not understanding completely, yet at all events being moulded), thus they should sanctify both souls and bodies by the great mystery of perfection. For so indeed it stands: they begin at that time to render account of their life, whenever the reason is fulfilled and they learn the mystery (for of sins of ignorance they have non-liability from their age); yet to be fortified by the laver is on every account more profitable, because of the assaults of dangers that suddenly befall us and are stronger than our aid.
ΚΘʹ. Ἀλλὰ Χριστὸς, φησὶ, τριακονταέτης βαπτίζεται, καὶ ταῦτα Θεὸς ὤν· καὶ σὺ κελεύεις ἐπισπεύδειν τὸ βάπτισμα; Θεὸν εἰπὼν, λέλυκας τὸ ζητούμενον. Ὁ μὲν γὰρ αὐτοκάθαρσις ἦν, καὶ οὐκ ἐδεῖτο καθάρσεως· ἀλλὰ σοὶ καθαίρεται, ὥσπερ καὶ σάρκα φορεῖ σοι, ἄσαρκος ὤν. Οὐδέ τις κίνδυνος ἦν αὐτῷ τὸ βάπτισμα παρατείνοντι· αὐτὸς γὰρ καὶ τοῦ παθεῖν ἦν ἑαυτῷ ταμίας, ὥσπερ καὶ τῆς γεννήσεως. Σοὶ δὲ, οὐδὲ περὶ μικρῶν ὁ κίνδυνος, εἰ ἀπέλθοις τῇ φθορᾷ γεννηθεὶς μόνῃ, καὶ μὴ τὴν ἀφθαρσίαν ἀμφιεσάμενος. Σκοπῶ δὲ κἀκεῖνο, ὅτι τῷ μὲν ἀναγκαῖος ἦν οὗτος ὁ καιρὸς τοῦ βαπτίσματος· σοὶ δὲ οὐχ ὁ αὐτὸς λόγος. Ἀνεδείχθη μὲν γὰρ τριακοστὸν γεγονὼς ἔτος, οὐ πρότερον, τοῦ τε μὴ δοκεῖν ἐπιδεικτικὸς εἶναί τις (τῶν γὰρ ἀπειροκάλων τὸ πάθος), καὶ ὡς τελείαν βάσανον ἀρετῆς, καὶ τοῦ διδάσκειν καιρὸν ταύτης ἐχούσης τῆς ἡλικίας. Ἐπεὶ δὲ παθεῖν ἔδει τὸ τοῦ κόσμου σωτήριον πάθος, πάντα συνδραμεῖν ἔδει πρὸς τὸ πάθος ὅσα τοῦ πάθους, τὴν ἀνάδειξιν, τὸ βάπτισμα, τὴν ἄνωθεν μαρτυρίαν, τὸ κήρυγμα, τὴν συνδρομὴν τοῦ πλήθους, τὰ θαύματα, καὶ ὥσπερ ἓν σῶμα γενέσθαι, μὴ διεσπασμένον, μηδὲ ἀπεῤῥηγμένον τοῖς διαστήμασιν. Ἐκ μὲν γὰρ
XXIX. But Christ, he says, is baptized at thirty years of age, and that though He is God; and do you bid us hasten baptism? In saying God, you have solved what is sought. For He indeed was purity itself, and had no need of purification; but He is purified for you, just as He also wears flesh for you, though He is fleshless. Nor was there any danger to Him in prolonging baptism; for He Himself was steward unto Himself of His suffering also, just as of His birth. Yet for you the danger is about no small things, if you should depart having been born to corruption alone, and not having clothed yourself with incorruption. And I consider that point also, that for Him indeed this time of baptism was necessary, whereas for you the reckoning is not the same. For He was manifested when He had reached His thirtieth year, not earlier, both so as not to seem to be someone ostentatious (for that is the passion of the vulgar), and since this age holds both a complete test of virtue and the season for teaching. And since He had to suffer the saving passion of the world, all things that belonged to the passion had to concur towards the passion: the manifestation, the baptism, the witness from above, the proclamation, the concourse of the multitude, the miracles, and to become as it were one body, neither torn apart nor broken off by intervals. For out of
Notes, col. 400

On the reading

Printed ὅτε, for ὅ τε.

PG 36:401Read from the page
τοῦ βαπτίσματος καὶ τοῦ κηρύγματος, ὁ τῶν συντρεχόντων σεισμὸς (οὕτω γὰρ ἡ Γραφὴ καλεῖ τὸν καιρὸν ἐκεῖνον), ἐκ δὲ τοῦ πλήθους, ἡ τῶν σημείων ἐπίδειξις, καὶ τὰ θαύματα τῷ Εὐαγγελίῳ προσάγοντα. Ἐκ δὲ τούτων, ὁ φθόνος· ἐκ δὲ τούτου, τὸ μῖσος· ἐκ δὲ τοῦ μίσους, τὸ τῆς ἐπιβουλῆς, καὶ τῆς προδοσίας· ἐκ τούτου δὲ, ὁ σταυρὸς, καὶ ὅσοις σεσώσμεθα. Τὰ μὲν δὴ τοῦ Χριστοῦ τοιαῦτα, καὶ οὕτως ἔχοντα, ὅσον ἡμῖν ἐφικτόν· τάχα δ' ἄν τις καὶ ἄλλος εὑρεθείη λόγος τούτων ἀποῤῥητότερος.
the baptism and the proclamation came the earthquake of those running together (for thus Scripture calls that season), and out of the multitude came the display of signs, and the miracles bringing men to the Gospel. And out of these came envy; and out of this, hatred; and out of hatred, the work of plotting and of betrayal; and out of this, the cross, and all the things whereby we have been saved. The things of Christ, then, are such and so ordered, so far as is attainable by us; and perhaps some other account also might be found more ineffable than these.
Λʹ. Σοὶ δὲ τίς ἀνάγκη, τοῖς ὑπὲρ σὲ ὑποδείγμασιν ἑπομένῳ, κακῶς βουλεύεσθαι· ἐπεὶ καὶ ἄλλα πολλὰ τῶν τηνικαῦτα ἱστορουμένων ἑτέρως ἢ ὡς τὰ νῦν ἔχοντα φαίνεται, καὶ οὐ συμβαίνοντα τοῖς καιροῖς; Οἷον, ἐνήστευσε μικρὸν πρὸ τῆς πείρας, ἡμεῖς πρὸ τοῦ Πάσχα· τὸ μὲν τῶν νηστειῶν ἓν, οὐ μικρὸν δὲ ἀμφοτέρων τῶν καιρῶν τὸ διάστημα. Ὁ μὲν γὰρ κατὰ τῶν πειρασμῶν ταύτας προβάλλεται· ἡμῖν δὲ τὴν συννέκρωσιν Χριστοῦ τοῦτο δύναται, καὶ κάθαρσίς ἐστι προεόρτιος. Καὶ ὁ μὲν νηστεύει τεσσαράκοντα ἡμέρας (Θεὸς γὰρ ἦν), ἡμεῖς δὲ τῇ δυνάμει τοῦτο συνεμετρήσαμεν, εἰ καί τινας ᾄττειν ὁ ζῆλος πείθει καὶ ὑπὲρ δύναμιν. Πάλιν μυσταγωγεῖ τὸ Πάσχα τοὺς μαθητὰς ἐν ὑπερῴῳ, καὶ μετὰ τὸ δεῖπνον, καὶ πρὸ μιᾶς τοῦ παθεῖν ἡμέρας· ἡμεῖς ἐν προσευχῆς οἴκοις, καὶ πρὸ τοῦ δείπνου, καὶ μετὰ τὴν ἀνάστασιν. Ἀνίσταται τριήμερος, ἡμεῖς μετὰ πολὺν χρόνον· καὶ οὔτε ἀπέῤῥηκται τῶν ἐκείνου τὰ ἡμέτερα, οὔτε συνέζευκται χρονικῶς· ἀλλ' ὅσον τύπος τις εἶναι τῶν ἡμετέρων παραδοθέντα, τὸ πάντη παραπλήσιον διαπέφευγεν. Τί οὖν θαυμαστὸν, καὶ τὸ βάπτισμα παρειλῆφθαι μὲν δι' ἡμᾶς, τῷ χρόνῳ δὲ διαφέρειν; Ὃ σύ μοι δοκεῖς ὡς μέγα τι καὶ θαυμαστὸν οἷον προβάλλεσθαι κατὰ τῆς ἑαυτοῦ σωτηρίας.
XXX. What necessity is there for you, in following examples that are above you, to take ill counsel, since many other things also among those recorded at that time appear to stand otherwise than things do now, and not to agree with the seasons? For instance, He fasted a little before the temptation, we before Pascha; the matter of the fasts is one, yet no small interval lies between the two seasons. For He indeed puts these forward against temptations; whereas for us this has the force of dying together with Christ, and is a purification before the feast. And He indeed fasts forty days (for He was God), whereas we have measured this by our strength, even if zeal persuades some to leap even beyond their strength. Again, He initiates the disciples into the mystery of the Pascha in an upper room, and after supper, and one day before His suffering; we do so in houses of prayer, and before supper, and after the resurrection. He rises on the third day, we after a long time; and our things have neither been broken off from His, nor yoked together with them in time; but having been handed down so far as to be a certain type of our things, they have escaped complete similarity. What wonder is it, then, that baptism also has been received for our sake, yet differs in its time? Which very thing you seem to me to put forward as though it were something great and wonderful against your own salvation.
ΛΑʹ. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, τοὺς μὲν τοιούτους λόγους χαίρειν ἐάσατε· αὐτοὶ δὲ τῷ ἀγαθῷ προσπηδήσατε, καὶ διπλοῦν ἀγῶνα ἀγωνιεῖσθε· τὸν μὲν προκαθαίρειν ὑμᾶς αὐτοὺς τοῦ βαπτίσματος, τὸν δὲ συντηρεῖν τὸ βάπτισμα· ἐπειδὴ τῆς αὐτῆς ἐστι δυσχερείας, καὶ κτήσασθαί τι τῶν ἀγαθῶν οὐχ ὑπάρχον, καὶ κτηθὲν διασώσασθαι. Πολλάκις γὰρ ὃ μὲν σπουδὴ προσέλαβε, ῥᾳθυμία διέφθειρεν· ὃ δὲ ὄκνος ἀπώλεσεν, ἀνεκαλέσατο ἐπιμέλεια. Καλόν σοι βοήθημα πρὸς τὸ τυχεῖν, ὧν ἐπιποθεῖς, ἀγρυπνίαι, νηστεῖαι, χαμευ-
XXXI. If therefore you obey me in anything, bid farewell to such arguments as these; and do you yourselves leap towards the good, and contend a twofold contest: the one, to purify yourselves beforehand for baptism, and the other, to preserve baptism; since it is of the same difficulty both to acquire some good thing when not present, and to keep it safe when acquired. For oftentimes what diligence has gained, carelessness has destroyed; and what sloth has lost, care has recalled. A good help for you towards obtaining the things you long for are vigils, fasts, sleeping on the
PG 36:404Read from the page
νίαι, προσευχαὶ, δάκρυον, οικτος τῶν δεομένων, μετάδοσις. Τοῦτό σοι γενέσθω, ὧν τετύχηκας, εὐχαριστήριόν τε ἅμα καὶ φυλακτήριον. Ἔχεις πολλῶν ἐντολῶν ὑπόμνημα, τὴν εὐεργεσίαν· μὴ παραδράμῃς. Πένης προσῆλθε; μνήσθητι πόσον πτωχεύων, πόσον ἐπλούτησας. Ἄρτου δεόμενος, ἢ πόματος, Λάζαρος ἴσως τις ἄλλος τοῖς σοῖς πυλῶσι προσεῤῥιμμένος; Αἰδέσθητι τὴν μυστικὴν τράπεζαν, ᾗ προσῆλθες· τὸν ἄρτον, οὗ μετείληφας· τὸ ποτήριον, οὗ κεκοινώνηκας τοῖς Χριστοῦ πάθεσι τελειούμενος. Ξένος προσέπεσεν, ἄοικος, παρεπίδημος; Ὑπόδεξαι διὰ τούτου τὸν διὰ σὲ ξενιτεύσαντα, καὶ ταῦτα ἐν τοῖς ἰδίοις, καὶ εἰσοικισθέντα σοι διὰ τῆς χάριτος, καὶ πρὸς τὴν ἄνω κατοικίαν ἑλκύσαντα. Γενοῦ Ζακχαῖος, ὁ χθὲς τελώνης, καὶ σήμερον μεγαλόψυχος· πάντα τῇ εἰσόδῳ τοῦ Χριστοῦ καρποφόρησον, ἵνα μέγας ἀναφανῇς, κἂν μικρὸς ᾖς τὴν σωματικὴν ἡλικίαν, καλῶς Χριστὸν θεασάμενος. Ἄῤῥωστος πρόκειται καὶ τραυματίας; τὴν σὴν ὑγίειαν αἰδέσθητι, καὶ τὰ τραύματα, ὧν σε Χριστὸς ἠλευθέρωσεν. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, τὸ σὸν τιμῶν ἔνδυμα τῆς ἀφθαρσίας· Χριστὸς δὲ τοῦτό ἐστιν· Ἐπειδὴ ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, Χριστὸν ἐνδεδύμεθα. Ἐὰν χρεωφειλέτην λάβῃς προσπίπτοντα, πᾶσαν συγγραφὴν ἄδικον καὶ δικαίαν διάσπασον. Μνήσθητι τῶν μυρίων ταλάντων, ὧν σοι Χριστὸς ἐχαρίσατο. Μὴ γένῃ πράκτωρ πικρὸς τοῦ ἐλάττονος χρέους. Καὶ ταῦτα τίσι; Τοῖς ὁμοδούλοις, ὁ τὸ πλέον παρὰ τοῦ Δεσπότου συγχωρηθεὶς, μὴ καὶ τῆς ἐκείνου φιλανθρωπίας ὑπόσχῃς δίκην, ἣν οὐκ ἐμιμήσω λαβὼν ὑπόδειγμα.
ground, prayers, tears, pity for those in need, sharing. Let this become for you at once a thank-offering and a safeguard for the things you have obtained. You have a reminder of many commandments, the benefaction; do not pass it by. Has a poor man approached? Remember how, being so poor in beggary, you became so rich. Is there one in need of bread or drink, perhaps some other Lazarus cast before your gates? Reverence the mystical table which you approached, the bread of which you partook, the cup in which you shared when being perfected by the sufferings of Christ. Has a stranger fallen before you, homeless, a sojourner? Welcome through this man Him Who lived as a stranger for your sake, and that among His own, and Who came to dwell in you through grace, and drew you towards the dwelling above. Become Zacchaeus, yesterday a tax-collector and today great-souled; offer all things as fruit to the entrance of Christ, that you may appear great, even though you be small in bodily stature, having beheld Christ nobly. Does a sick and wounded man lie before you? Reverence your own health, and the wounds from which Christ set you free. If you see one naked, clothe him, honouring your own garment of incorruption; and this is Christ: since as many of us as were baptized into Christ have put on Christ. If you find a debtor falling down before you, tear up every bond, unjust and just. Remember the ten thousand talents which Christ forgave you. Do not become a bitter exactor of the lesser debt. And towards whom are these things done? Towards your fellow-servants, you who were forgiven the greater amount by the Master, lest you also suffer punishment for His love of mankind, which you did not imitate after receiving the example.
ΛΒʹ. Γενέσθω σοι τὸ λουτρὸν, μὴ τοῦ σώματος μόνον, ἀλλὰ καὶ τῆς εἰκόνος· μὴ τῶν ἁμαρτημάτων ἔκπλυσις μόνον, ἀλλὰ καὶ τοῦ τρόπου διόρθωσις· μὴ τὸν προλαβόντα βόρβορον ἀποκλυζέτω μόνον, ἀλλὰ καὶ τὴν πηγὴν καθαιρέτω· μὴ τὸ καλῶς κτᾶσθαι τυπούτω μόνον, ἀλλὰ καὶ τὸ καλῶς ἀποκτᾶσθαι, ἢ, τό γε κουφότατον, τὸ κακῶς κτηθὲν ἀποτίθεσθαι. Τί γὰρ ὄφελος σοὶ μὲν συγχωρηθῆναι τὴν ἁμαρτίαν, τῷ δὲ ἠδικημένῳ μὴ λυθῆναι τὴν παρὰ σοῦ ζημίαν· δύο σοι κακῶν ὄντων, τοῦ τε κτήσασθαι μὴ δικαίως, καὶ τοῦ τὸ κτηθὲν κατέχεσθαι; Τοῦ μὲν ἄφεσιν ἔλαβες, τὸ δὲ σήμερον ἀδικεῖς. Σήμερον γὰρ
XXXII. Let the laver become for you not that of the body only, but also of the image; not a washing away of sins only, but also a correction of character; let it not wash off the previous mire only, but also purify the fountain; let it not mould noble acquiring only, but also noble parting with possessions, or, what is at least the lightest thing, putting away what has been ill acquired. For what profit is it that sin should be forgiven to you, while for the one wronged the loss received from you is not undone, when two evils belong to you, both acquiring unjustly and retaining what has been acquired? Of the one you received forgiveness, yet in the other you do wrong today. For today
Notes, col. 404

On the reading

Printed οικτος, for οἶκτος.

PG 36:405Read from the page
ἐστι παρὰ σοὶ τὸ ἀλλότριον· καὶ οὐκ ἀνῃρέθη τὸ ἁμάρτημα, τῷ χρόνῳ δὲ διεκόπη. Τὸ μὲν πρὸ τοῦ βαπτίσματος τολμηθὲν, τὸ δὲ μένον μετὰ τὸ βάπτισμα· τῶν γὰρ ἡμαρτημένων, οὐ τῶν ἁμαρτανομένων τὸ λουτρὸν ἔχει συγχώρησιν. Δεῖ δὲ μὴ σοφισθῆναι τὸν καθαρμὸν, ἀλλ' ἐνσημανθῆναι· λαμπρυνθῆναί σε τελείως, ἀλλὰ μὴ χρωσθῆναι· μηδὲ ἐπικάλυψιν τῶν ἁμαρτιῶν, ἀλλ' ἀπαλλαγὴν ἔχειν τὸ χάρισμα. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι· τοῦτο τῆς παντελοῦς καθάρσεως· καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· τοῦτο τῶν οὔπω τὸ βάθος καθηραμένων. Μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν· τρίτη τις αὕτη τάξις τῶν ἁμαρτανομένων· ὧν ἡ μὲν πρᾶξις οὐκ ἐπαινετὴ, τὸ δὲ τῆς γνώμης ἀνεύθυνον.
what belongs to another is with you; and the sin has not been abolished, but divided in time: the one dared before baptism, the other remaining after baptism; for the laver has forgiveness of sins that have been committed, not of sins that are being committed. And purification must not be contrived sophistically, but stamped deep within; you must be made bright completely, not merely tinted; nor must the gift of grace hold a covering over of sins, but a deliverance from them. Blessed are they whose iniquities are forgiven: this belongs to complete purification; and whose sins are covered over: this belongs to those not yet purified in depth. Blessed is the man to whom the Lord will by no means reckon sin: this is a certain third rank of sins committed, of which the deed indeed is not praiseworthy, yet the disposition of the mind is free from liability.
ΛΓʹ. Τί οὖν φημι, καὶ τίς ὁ ἐμὸς λόγος; χθὲς ἦσθα Χαναναία ψυχὴ, καὶ διὰ τῆς ἁμαρτίας συγκύπτουσα· σήμερον ἀνωρθώθης ὑπὸ τοῦ Λόγου. Μὴ συγκύψῃς πάλιν, καὶ εἰς γῆν κλιθῇς, ὥσπερ κύφωνι παρὰ τοῦ πονηροῦ βαρηθεῖσα, καὶ δυσανάκλητον ἔχῃς τὴν ταπεινότητα. Χθὲς ἐξηραίνου θάλλουσα τῇ αἱμοῤῥοίᾳ (ἐπήγαζες γὰρ τὴν φοινικὴν ἁμαρτίαν)· σήμερον ἀνέθηλας ξηρανθεῖσα. Ἥψω γὰρ τῶν Χριστοῦ κρασπέδων, καὶ τὴν ῥύσιν ἔστησας. Φύλασσέ μοι τὴν κάθαρσιν, μὴ πάλιν αἱμοῤῥοήσῃς, καὶ οὐκ ἰσχύσῃς λαβέσθαι Χριστοῦ, ἵνα κλέψῃς τὴν σωτηρίαν. Οὐ γὰρ πολλάκις φιλεῖ Χριστὸς κλεπτόμενος, καὶ εἰ λίαν ἐστὶ φιλάνθρωπος. Χθὲς ἐπὶ κλίνης ἔῤῥιψο παρειμένος καὶ λελυμένος, καὶ οὐκ εἶχες ἄνθρωπον, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλλῃ σε εἰς τὴν κολυμβήθραν· σήμερον εὗρες ἄνθρωπον, τὸν αὐτὸν καὶ Θεὸν, μᾶλλον δὲ, Θεὸν καὶ ἄνθρωπον. Ἤρθης ἀπὸ τοῦ κραββάτου, μᾶλλον δὲ ἦρας τὸν κράββατον, καὶ ἐστηλίτευσας τὴν εὐεργεσίαν· μὴ πάλιν ἐπὶ κραββάτου ῥιφῇς ἁμαρτήσας, τῆς κακῆς τοῦ σώματος ἀναπαύσεως παρειμένου ταῖς ἡδοναῖς· ἀλλ' ὡς ἔχεις, βάδιζε μεμνημένος τῆς ἐντολῆς· Ἰδοὺ ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται, κακῷ φανέντι μετὰ τὴν εὐποιίαν. Λάζαρε, δεῦρο ἔξω, ἤκουσας τῆς μεγάλης φωνῆς ἐν τάφῳ κείμενος (τί γὰρ τοῦ Λόγου μεγαλοφωνότερον;) καὶ προῆλθες, οὐ τετραήμερος νεκρὸς, ἀλλὰ πολυήμερος, τῷ τριημέρῳ συναναστὰς, καὶ τῶν ἐνταφίων δεσμῶν ἐξελύθης. Μὴ νεκρωθῇς πάλιν, καὶ γένῃ μετὰ τῶν
XXXIII. What then do I say, and what is my word? Yesterday you were a Canaanite soul, and bowed together through sin; today you have been set upright by the Word. Do not bow together again and incline to the earth, as though weighed down with a wooden collar by the evil one, and have your abasement hard to recall. Yesterday you were withering away while flourishing with the issue of blood (for you were pouring forth scarlet sin); today you have blossomed anew by being dried up. For you touched the fringes of Christ, and staunched the flow. Guard for me your purification, lest you suffer the issue of blood again, and not have strength to lay hold of Christ in order to steal salvation. For Christ does not love to be stolen from many times, even if He is exceedingly loving towards mankind. Yesterday you were cast upon a bed, palsied and paralysed, and had no man, when the water was troubled, to cast you into the pool; today you have found a man, the same also God, or rather, God and man. You were lifted up from your pallet, or rather you lifted up your pallet, and publicly proclaimed the benefaction; do not be cast upon a pallet again through sinning, in the evil rest of a body palsied by pleasures; but as you are, walk on mindful of the commandment: Behold, you have been made whole; sin no more, lest something worse befall you if you prove evil after the benefaction. Lazarus, come forth! You heard the great voice while lying in the tomb (for what is louder-voiced than the Word?) and came forth, dead not four days, but many days, rising together with Him of the third day, and you were loosed from the burial bonds. Do not become dead again, nor come to be with those
PG 36:408Read from the page
κατοικούντων ἐν τάφοις, μηδὲ κατασφιγγῇς ταῖς σειραῖς τῶν οἰκείων ἁμαρτημάτων· ἄδηλον ὂν, εἰ πάλιν ἐξαναστήσῃ τῶν τάφων, μέχρι τῆς τελευταίας καὶ κοινῆς ἀναστάσεως, ἣ πᾶν τὸ ποίημα ἄξει εἰς κρίσιν, οὐ θεραπευθησόμενον, ἀλλὰ κριθησόμενον, καὶ λόγον ὑφέξον, ὧν εὖ ἢ κακῶς ἐθησαύρισεν.
who dwell in tombs, nor be bound tight by the cords of your own sins; since it is uncertain whether you will rise up again from the tombs before the last and common resurrection, which will bring every creature to judgement, not to be healed, but to be judged, and to render account of the things it has treasured up well or ill.
ΛΔʹ. Εἰ λέπραν ἔβρυες τέως τὴν ἄμορφον πονηρίαν, ἀπεξέσθης δὲ τῆς κακῆς ὕλης, καὶ τὴν εἰκόνα σώαν ἀπέλαβες, δεῖξον ἐμοὶ τῷ ἱερεῖ σου τὴν κάθαρσιν, ἵνα γνῶ, πόσον τῆς νομικῆς αὕτη τιμιωτέρα. Γενοῦ μὴ τῶν ἐννέα τῶν ἀχαρίστων, ἀλλὰ τὸν δέκατον μίμησαι· καὶ γὰρ εἰ Σαμαρείτης ἦν, ἀλλὰ τῶν ἄλλων εὐγνωμονέστερος. Ἀσφάλισαι, μὴ πάλιν κακῶς ἐξανθήσῃς, καὶ δυσθεράπευτον ἕξεις τὴν ἀνωμαλίαν τοῦ σώματος. Πρώην ἐξήραινέ σου τὴν χεῖρα μικρολογία καὶ φειδωλία· σήμερον ἐκτεινάτω μετάδοσις καὶ φιλανθρωπία. Καλὴ θεραπεία χειρὸς ἀῤῥωστούσης, σκορπίζειν, διδόναι τοῖς πένησιν, ἐξαντλεῖν ὧν ἔχομεν δαψιλῶς, μέχρις ἂν καὶ τοῦ πυθμένος ἁψώμεθα (ἴσως καὶ οὗτος πηγάσει σοι τροφὴν, καθάπερ τῇ Σαραφθίᾳ, καὶ μάλιστα εἰ τύχοις Ἠλίαν τρέφουσα), καλὴν εὐπορίαν εἰδέναι, τὸ διὰ Χριστὸν ἀπορεῖν, τὸν δι' ἡμᾶς πτωχεύσαντα. Εἰ κωφὸς ἦσθα καὶ ἄλαλος, ὁ Λόγος ἐνηχησάτω σοι· μᾶλλον δὲ κάτασχε τὸν ἐνηχήσαντα. Μὴ κλείσῃς τὰ ὦτα πρὸς παιδείαν Κυρίου καὶ νουθεσίαν, ὡς ἀσπὶς πρὸς ἐπᾴσματα. Εἰ τυφλὸς καὶ ἀφώτιστος, φώτισον τοὺς ὀφθαλμούς σου, μή ποτε ὑπνώσῃς εἰς θάνατον. Ἐν τῷ φωτὶ Κυρίου θέασαι φῶς, ἐν τῷ Πνεύματι τοῦ Θεοῦ τὸν Υἱὸν αὐγάσθητι, τὸ τρισσὸν φῶς καὶ ἀμέριστον. Ἐὰν ὅλον εἰσδέξῃ τὸν Λόγον, πάσας τὰς Χριστοῦ θεραπείας ἐπὶ τὴν σεαυτοῦ συνάξεις ψυχὴν, ἃς κατὰ μέρος ἕκαστος τεθεράπευται. Μόνον μὴ ἀγνοήσῃς τὸ μέτρον τῆς χάριτος· μόνον μὴ καθεύδοντί σοι καὶ ἀμεριμνοῦντι κακῶς ἐπισπείρῃ ὁ ἐχθρὸς τὰ ζιζάνια· μόνον ἐπίφθονος τῷ πονηρῷ γεγονὼς διὰ τὴν καθαρότητα, μὴ πάλιν σεαυτὸν ἐλεεινὸν καταστήσῃς διὰ τῆς ἁμαρτίας· μόνον μὴ τῷ ἀγαθῷ περιχαρεὶς, καὶ ὑψωθεὶς ἄμετρα, καταπέσῃς ἐν τῷ ἐπαρθῆναι· μόνον ἀεὶ φιλοπόνει τὴν κάθαρσιν, ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθέμενος· καὶ ἧς ἔτυχες κατὰ δωρεὰν ἀφέσεως, ταύτην ἐπιμελείᾳ συντήρησον· ἵνα τὸ μὲν ἀφεθῆναί σοι παρὰ Θεοῦ, τὸ δὲ συντηρηθῆναι, καὶ παρὰ σοῦ γένηται.
XXXIV. If until now you were teeming with leprosy, that shapeless wickedness, and have been scraped clean of the evil matter and received back the image whole, show to me, your priest, your purification, that I may know how much more precious this is than that of the law. Become not one of the nine ungrateful ones, but imitate the tenth; for even if he was a Samaritan, yet he was more grateful than the others. Secure yourself, lest you break out ill again, and have the unevenness of your body hard to heal. Lately pettiness and stinginess were withering your hand; today let sharing and love of mankind stretch it out. A noble healing of an infirm hand is to scatter abroad, to give to the poor, to pour out lavishly of the things we have until we touch the very bottom (perhaps this also will gush forth nourishment for you, just as for the woman of Sarephtha, and above all if you should happen to be nourishing Elijah), and to know that it is a noble abundance to be in want for the sake of Christ, Who became poor for our sake. If you were deaf and dumb, let the Word sound within you; or rather, hold fast Him Who has sounded within you. Do not close your ears to the instruction and admonition of the Lord, like an asp to charms. If you are blind and unenlightened, enlighten your eyes, lest at any time you sleep unto death. In the light of the Lord behold light, in the Spirit of God gaze upon the Son, the threefold and undivided Light. If you receive the whole Word into yourself, you will gather together upon your own soul all the healings of Christ whereby each person has been healed in part. Only do not be ignorant of the measure of grace; only let not the enemy wickedly sow tares over you while you sleep and are unconcerned; only, having become an object of envy to the evil one because of your purity, do not again render yourself pitiable through sin; only do not, being overjoyed at the good and exalted beyond measure, fall down in being lifted up; only labour always with love at purification, setting ascents in your heart; and the forgiveness which you obtained as a free gift, preserve with care; so that being forgiven may come to you from God, and its being preserved may come from you also.
PG 36:409Read from the page
ΛΕʹ. Γενήσεται δὲ πῶς; Ἀεὶ τῆς παραβολῆς ἐκείνης μέμνησο, καὶ σεαυτῷ βοηθήσεις ἄριστά τε καὶ τελεώτατα. Ἐξῆλθεν ἀπὸ σοῦ τὸ ἀκάθαρτον καὶ ὑλικὸν πνεῦμα, διωχθὲν τῷ βαπτίσματι. Οὐ φέρει τὸν διωγμόν· οὐ δέχεται ἄοικον εἶναι καὶ ἀνέστιον. Πορεύεται δι' ἀνύδρων τόπων, καὶ ξηρῶν θείας ἐπιῤῥοῆς· ἐκεῖ φιλοχωρῆσαι βούλεται· πλανᾶται ζητοῦν ἀνάπαυσιν, οὐχ εὑρίσκει· βεβαπτισμέναις ἐντυγχάνει ψυχαῖς, ὧν τὴν κακίαν τὸ λουτρὸν ἐξέκλυσεν· φοβεῖται τὸ ὕδωρ· ἐμπνίγεται τῇ καθάρσει, καθάπερ ὁ Λεγεὼν τῇ θαλάσσῃ. Πάλιν ὑποστρέφει πρὸς τὸν οἶκον, ὅθεν ἀνεχώρησεν. Ἀναίσχυντόν ἐστι, φιλόνεικόν ἐστι, προσβάλλει πάλιν, πειρᾶται πάλιν. Ἐὰν μὲν εὕρῃ Χριστὸν εἰσοικισθέντα, καὶ πληρώσαντα τὴν χώραν ἣν αὐτὸς ἐκένωσεν· ἀπεκρούσθη πάλιν, ἀπῆλθεν ἄπρακτον, ἐλεεινὸν ἐγένετο τῆς περιπλανήσεως. Ἐὰν δὲ σεσαρωμένον καὶ κεκοσμημένον τὸν ἐν σοὶ τόπον εὕρῃ, κενὸν καὶ ἄπρακτον, ἕτοιμον ἐπίσης πρὸς ὑποδοχὴν τοῦδε ἢ τοῦδε τοῦ προκαταλαβόντος, εἰσεπήδησεν, εἰσῳκίσθη μετὰ πλείονος τῆς παρασκευῆς, καὶ γίνεται τὰ ἔσχατα χείρονα τῶν προτέρων, ὅσῳ τότε μὲν ἐλπὶς ἦν διορθώσεώς τε καὶ ἀσφαλείας· νῦν δὲ πρόδηλος ἡ κακία, τῇ φυγῇ τοῦ καλοῦ τὸ πονηρὸν ἕλκουσα· καὶ διὰ τοῦτο βεβαιοτέρα τῷ οἰκήτορι ἡ κατάσχεσις.
XXXV. And how shall this come to pass? Always remember that parable, and you will help yourself in the best and most complete way. The unclean and material spirit has gone out from you, driven away by baptism. It does not bear the banishment; it does not accept being homeless and hearthless. It goes through waterless places, dry of the divine outpouring; there it wishes to make its abode; it wanders seeking rest, and does not find it; it meets with baptized souls, whose wickedness the laver has washed out; it fears the water; it is choked by the purification, just as the Legion was by the sea. Again it returns to the house whence it withdrew. It is shameless, it is contentious, it attacks again, it makes trial again. If indeed it finds Christ settled within and filling the place which it itself emptied, it is beaten back again, it departs unsuccessful, it becomes pitiable in its wandering about. But if it finds the place within you swept and adorned, empty and idle, equally ready for the reception of this one or that who first seizes it, it leaps in, it settles within with greater preparation, and the last state becomes worse than the first, inasmuch as then indeed there was hope of correction and safety, whereas now the wickedness is manifest, drawing in the evil by the flight of the good; and on this account the possession becomes more secure for the indweller.
ΛϚʹ. Πάλιν ὑπομνήσω σε τῶν φωτισμῶν, καὶ πολλάκις ἐκ τῶν θείων λογίων τούτους ἀναλεγόμενος. Αὐτός τε γὰρ ἡδίων ἔσομαι τῇ τούτων μνήμῃ, (τί γὰρ φωτὸς ἡδύτερον, τοῖς φωτὸς γευσαμένοις;) καὶ σὲ περιαστράψω τοῖς λεγομένοις. Φῶς μὲν ἀνέτειλε τῷ δικαίῳ, καὶ ἡ τούτου σύζυγος εὐφροσύνη· Φῶς δὲ δικαίοις διὰ παντός. Φωτίζεις δὲ σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, πρὸς τὸν Θεὸν λέγεται· ἀγγελικῶν, οἶμαι, δυνάμεων, αἳ συνεργοῦσιν ἡμῖν πρὸς τὰ κρείττονα. Κύριος δὲ φωτισμός μου, καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Τοῦ Δαβὶδ ἤκουσας λέγοντος· καὶ ποτὲ μὲν αἰτοῦντος ἐξαποσταλῆναι τὸ φῶς αὐτῷ καὶ τὴν ἀλήθειαν· ποτὲ δὲ εὐχαριστοῦντος, ὅτι καὶ τούτου μετείληφεν, ἐν τῷ σημειωθῆναι τὸ τοῦ Θεοῦ φῶς ἐπ' αὐτὸν, τουτέστιν ἐνσημανθῆναι καὶ γνωρισθῆναι τὰ σημεῖα τῆς δεδομένης ἐλλάμψεως. Ἓν μόνον φῶς φεύγωμεν, τὸ τοῦ πικροῦ πυρὸς ἔκγονον. Μὴ πορευθῶμεν τῷ φωτὶ τοῦ πυρὸς ἡμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσαμεν. Οἶδα γὰρ πῦρ καθαρτήριον, ὃ Χριστὸς
XXXVI. Again I will remind you of the illuminations, gathering them oftentimes out of the divine oracles. For I myself shall be more gladdened by the remembrance of them (for what is sweeter than light to those who have tasted light?), and I shall flash around you with the things that are spoken. Light has dawned for the righteous man, and its consort, gladness; and Light is for the righteous continually. And Thou dost shine wonderfully from the everlasting mountains, it is said unto God—that is, I think, from the angelic powers, which work together with us towards the better things. The Lord is my illumination and my Saviour; whom shall I fear? You have heard David saying this; and at one time asking that the light and the truth be sent forth to him, and at another time giving thanks because he has partaken of this also, in that the light of God has been signed upon him, that is, that the signs of the illumination given have been stamped deep within and made known. One light alone let us flee, the offspring of the bitter fire. Let us not walk in the light of our fire, and in the flame which we have kindled. For I know a purifying fire, which Christ