Migne Reading Room

PG 36 · cols. 388–397 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:388Read from the page
λαμβάνειν τοὺς ἐργάτας, οὐ διαμαρτόντας τοῦ ἀμπελῶνος· ὅ σοι παθεῖν, κίνδυνος. Ὥστε εἰ μὲν ἦν δῆλον, ὅτι τεύξῃ τῆς δωρεᾶς, οὕτω φρονῶν, καὶ ὑποκρατῶν τι κακούργως τῆς ἐργασίας, συγγνωστὸν ἦν σοι πρὸς τοὺς τοιούτους καταφεύγοντι λογισμοὺς, καὶ παρακερδαίνειν τι βουλομένῳ τῆς τοῦ Δεσπότου φιλανθρωπίας· ἵνα μὴ λέγω, ὅτι καὶ αὐτὸ τὸ καμεῖν πλέον, πλείων μισθὸς τῷ μὴ πάντη καπηλικῷ τὴν διάνοιαν. Εἰ δὲ κίνδυνός σοι, τοῦ ἀμπελῶνος παντελῶς ἐκπεσεῖν διὰ τῆς ἐμπορίας, καὶ εἰς τὸ κεφάλαιον ζημιοῖ τὰ μικρὰ παρεκλέγων· φέρε, τοῖς ἐμοῖς πείσθητι λόγοις· ἀφεὶς τὰς τοιαύτας παρεξηγήσεις καὶ ἀντιθέσεις, ἀσυλλογίστως τῷ δώρῳ πρόσελθε, μὴ προαναρπασθῇς τῶν ἐλπίδων, καὶ κατὰ σεαυτοῦ λάθῃς τὰ τοιαῦτα σοφιζόμενος.
the workmen receive it, not having missed the vineyard; which there is danger of your suffering. So that if indeed it were clear that you would obtain the gift while thinking thus, and knavishly holding back something of the work, you would be excusable in taking refuge in such reckonings, and wishing to make some side-profit from the loving-kindness of the Master; not to say that the very fact of having laboured more is a greater wage for one not altogether huckstering in mind. But if there is danger for you of falling away from the vineyard altogether through your trafficking, and he who gleans petty gains on the side damages the principal, come, be persuaded by my words: leaving aside such misinterpretations and objections, approach the gift without subtle reckoning, lest you be snatched away beforehand from your hopes, and unawares devise such sophistries against yourself.
ΚΒʹ. Τί δαί; Οὐχὶ φιλάνθρωπον, φησὶ, τὸ Θεῖον; Καὶ γνωστικὸν γὰρ ἐννοιῶν, δοκιμάζει τε τὴν ἔφεσιν, καὶ ἀντὶ βαπτίσματος, ποιεῖται τὴν ὁρμὴν τοῦ βαπτίσματος. Αἰνίγματι λέγεις ὅμοιον, εἰ πεφωτισμένος ἐστὶ Θεῷ, διὰ τὸ φιλάνθρωπον, ὁ ἀφώτιστος, ἢ καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐντὸς ὁ ταύτης τυχεῖν σπουδάζων, δίχα τοῦ πράττειν τὰ τῆς βασιλείας. Ἐγὼ δὲ, ὡς ἔχω περὶ τούτων, εἰπεῖν θαῤῥήσω· οἶμαι δὲ καὶ τῶν ἄλλων συνθήσεσθαι τοὺς νοῦν ἔχοντας. Τῶν τυχόντων τῆς δωρεᾶς, οἱ μὲν παντελῶς ἦσαν ἀλλότριοι τοῦ Θεοῦ καὶ τῆς σωτηρίας, πᾶν εἶδος κακίας διεξελθόντες, καὶ εἶναι κακοὶ σπουδάζοντες· οἱ δὲ ἡμιμόχθηροί πως, καὶ μέσως ἔχοντες ἀρετῆς καὶ κακίας· οἳ τὸ μὲν κακὸν ἔπραξαν, τῷ πραττομένῳ δὲ οὐ συνῄνεσαν, καθάπερ οἱ πυρέττοντες τῷ ἑαυτῶν ἀῤῥωστήματι. Οἱ δὲ καὶ πρὸ τῆς τελειώσεως ἦσαν ἐπαινετοί· οἱ μὲν ἐκ φύσεως, οἱ δὲ κατὰ σπουδὴν προκαθαίροντες ἑαυτοὺς τῷ βαπτίσματι· καὶ μετὰ τὴν τελειότητα πεφήνασι κρείττους καὶ ἀσφαλέστεροι· τὸ μὲν, ἵνα τύχωσι τοῦ ἀγαθοῦ, τὸ δὲ, ἵνα φυλάξωσιν. Ἐν τούτοις, βελτίους μὲν τῶν παντάπασι πονηρῶν, οἱ τῆς κακίας τι ὑφιέμενοι· βελτίους δὲ τῶν μικρόν τι ὑφιεμένων, οἱ σπουδαιότεροι καὶ προσαρώσαντες ἑαυτοὺς τοῦ βαπτίσματος· ἔχουσι γάρ τι πλέον, τὴν ἐργασίαν. Οὐ γὰρ, ὥσπερ τῶν ἁμαρτημάτων ἐξάλειψιν ἔχει τὸ λουτρὸν, οὕτω καὶ τῶν κατορθωμάτων ἀναίρεσιν. Τούτων δὲ αὐτῶν
22. What then? Is not the Divine, he says, loving towards mankind? For being also a knower of thoughts, He both proves the desire and in place of baptism reckons the impulse towards baptism. You speak something like a riddle, if he who is unillumined is illumined before God on account of His loving-kindness, or even within the kingdom of heaven is he who is eager to obtain it, apart from doing the things of the kingdom. But I, as I hold concerning these matters, will be bold to speak; and I think that of others also those who have sense will agree. Of those who have obtained the gift, some were altogether alienated from God and from salvation, having gone through every form of wickedness and being eager to be wicked; others were half-wicked, in a way, and in a middle state between virtue and wickedness: who did evil indeed, yet did not consent to what was done, just like those suffering from fever with their own sickness. And others even before perfection were praiseworthy, some by nature, and others with diligence cleansing themselves beforehand for baptism; and after perfection they have shown themselves better and more secure: the one, that they might obtain the good, the other, that they might guard it. Among these, better than those who are altogether evil are those who remit something of wickedness; and better than those who remit a little are the more earnest and those who have swept themselves beforehand for baptism; for they have something more, their labour. For the laver does not, just as it has the blotting out of sins, have so also the abolition of right actions. And of these very men
PG 36:389Read from the page
βελτίους, οἱ καὶ γεωργοῦντες τὸ χάρισμα, καὶ ὅτι μάλιστα εἰς κάλλος ἑαυτοὺς ἀποξέοντες.
better are those who also cultivate the gift of grace, and polish themselves as much as possible unto beauty.
ΚΓʹ. Ὥστε καὶ τῶν ἀποτυγχανόντων, οἱ μὲν εἰσὶ παντελῶς κτηνώδεις, ἢ θηριώδεις, ὡς ἂν ἀνοίας ἢ πονηρίας ἔχωσιν· οἷς μετὰ τῶν ἄλλων κακῶν, οὐδὲ τὸ χάρισμα, οἶμαι, σφόδρα αἰδέσιμον, ἀλλ' ὄντως χάρισμα· εἰ μὲν δοθείη, στεργόμενον· εἰ δὲ μὴ δοθείη, περιφρονούμενον. Οἱ δὲ γινώσκουσι μὲν, καὶ τιμῶσι τὴν δωρεάν· ἀναβάλλονται δὲ, οἱ μὲν διὰ ῥᾳθυμίαν, οἱ δὲ δι' ἀπληστίαν. Οἱ δὲ οὐδέ εἰσιν ἐν δυνάμει τοῦ δέξασθαι, ἢ διὰ νηπιότητα τυχὸν, ἤ τινα τελέως ἀκούσιον περιπέτειαν, ἐξ ἧς οὐδὲ βουλομένοις αὐτοῖς ὑπάρχει τυχεῖν τοῦ χαρίσματος. Ὥσπερ οὖν ἐν ἐκείνοις πλείστην διαφορὰν εὕρομεν, οὕτω κἀν τούτοις. Χείρους μὲν οἱ παντάπασι καταφρονηταὶ τῶν ἀπληστοτέρων ἢ ῥᾳθυμοτέρων· χείρους δὲ οὗτοι, τῶν ἐξ ἀγνοίας καὶ τυραννίδος ἀποπιπτόντων τῆς δωρεᾶς. Τυραννὶς γὰρ οὐκ ἄλλο τι, ἢ ἀκούσιος διαμαρτία. Καὶ ἡγοῦμαι, τοὺς μὲν καὶ δίκας ὑφέξειν, ὥσπερ καὶ τῆς ἄλλης πονηρίας, οὕτω καὶ τῆς τοῦ λουτροῦ περιφρονήσεως· τοὺς δὲ ὑφέξειν μὲν, ἧττον δὲ, ὅτι μὴ κακίᾳ μᾶλλον ἢ ἀνοίᾳ τὴν ἀποτυχίαν εἰργάσαντο· τοὺς δὲ, μήτε δοξασθήσεσθαι, μήτε κολασθήσεσθαι παρὰ τοῦ δικαίου κριτοῦ, ὡς ἀσφραγίστους μὲν, ἀπονήρους δὲ, ἀλλὰ παθόντας μᾶλλον τὴν ζημίαν, ἢ δράσαντας. Οὐ γὰρ ὅστις οὐ κολάσεως ἄξιος, ἤδη καὶ τιμῆς· ὥσπερ οὐδὲ ὅστις οὐ τιμῆς, ἤδη καὶ κολάσεως. Σκοπῶ δὲ κἀκεῖνο· Εἰ κρίνεις φόνου τὸν φονικὸν ἐκ μόνου τοῦ βούλεσθαι, καὶ δίχα τοῦ φόνου, βεβαπτίσθω σοι καὶ ὁ θελήσας τὸ βάπτισμα, δίχα τοῦ βαπτίσματος· εἰ δὲ οὐκ ἐκεῖνο, πῶς τοῦτο, συνιδεῖν οὐκ ἔχω. Εἰ βούλει δὲ οὕτως· εἰ ἀρκεῖ σοι πρὸς δύναμιν τοῦ βαπτίσματος ὁ πόθος, καὶ διὰ τοῦτο δικάζῃ περὶ τῆς δόξης, ἀρκείτω σοι καὶ πρὸς δόξαν, ἡ τῆς δόξης ἐπιθυμία. Καὶ τίς σοι βλάβη, τὸ μὴ τυχεῖν ταύτης, τὴν ἔφεσιν ἔχοντι;
23. So that among those also who fail to obtain it, some are altogether brutish or savage, according as they are in a state of folly or wickedness; to whom, along with their other evils, not even the gift of grace, I think, is very venerable, but is merely a gift: if it should be given, acquiesced in; if it should not be given, despised. Others know indeed and honour the gift, yet put it off, some through sluggishness, and others through insatiability. And others are not even in a capacity to receive it, either through infancy perhaps, or some wholly involuntary mischance, from which it is not possible for them, even though they wish it, to obtain the gift of grace. Just as, therefore, among the former we found the greatest difference, so also among these. Worse indeed are the utter despisers than the more insatiable or more sluggish; and worse are these than those who through ignorance and tyranny fall short of the gift. For tyranny is nothing else than an involuntary missing of the mark. And I think that the first will suffer punishment, just as for their other wickedness, so also for their contempt of the laver; the second will suffer it indeed, yet less, because they wrought their failure not so much by wickedness as by folly; and the third will neither be glorified nor punished by the righteous Judge, as being unsealed indeed, yet free from wickedness, and having suffered the loss rather than done it. For not everyone who is not worthy of punishment is thereby worthy of honour as well; just as neither is everyone who is not worthy of honour thereby worthy of punishment as well. And I consider that point too: if you judge the murderous man guilty of murder from the mere wishing alone, even apart from murder, then let him also who has willed baptism be baptized for you, apart from baptism; but if not the former, how the latter can be, I am unable to see. Or if you will, put it thus: if longing suffices for you for the power of baptism, and on this account you claim judgement concerning glory, let the desire for glory also suffice for you for glory. And what harm is it to you not to obtain this, when you have the yearning?
PG 36:392Read from the page
ΚΔʹ. Τοιγαροῦν, ἐπειδὴ τούτων ἠκούσατε τῶν φωνῶν, Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, διαμαρτόντα τῆς χάριτος. Καὶ δέξασθε τὸν φωτισμὸν ἕως καιρὸς, ἵνα μὴ σκοτία ὑμᾶς καταδιώξῃ, καὶ καταλάβῃ χωρίσασα τοῦ φωτίσματος· Ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάσασθαι, μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν. Ἐκείνη Δαβὶδ ἡ φωνή· αὕτη τοῦ ἀληθινοῦ φωτὸς, τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Οἴεσθε δὲ καὶ τὸν Σολομῶντα πικρῶς ὑμῖν ὀνειδίζειν τοῖς ἀργοτέροις ἢ νωθεστέροις· Ἕως πότε, ὀκνηρὲ, κατάπεισαι, λέγοντα; Πότε δὲ ἐξ ὕπνου ἀναστήσῃ; Τὸ καὶ τὸ σκήπτῃ, καὶ προφασίζῃ προφάσεις ἐν ἁμαρτίαις. Μένω τὰ Φῶτα· τὸ Πάσχα μοι τιμιώτερον· τὴν Πεντηκοστὴν ἐκδέξομαι· Χριστῷ συμφωτισθῆναι βέλτιον· Χριστῷ συναναστῆναι κατὰ τὴν ἀναστάσιμον ἡμέραν· τοῦ Πνεύματος τιμῆσαι τὴν ἐπιφάνειαν. Εἶτα τί; Ἥξει τὸ τέλος ἐξαίφνης ἐν ἡμέρᾳ, ᾗ οὐ προσδοκᾷς, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκεις· εἶτα παραγίνεταί σοι, ὥσπερ κακὸς ὁδοιπόρος, ἡ πενία τῆς χάριτος, καὶ λιμώξεις ἐν τοσούτῳ πλούτῳ τῆς ἀγαθότητος· δέον τὰ ἐναντία τῷ ἐναντίῳ καρποῦσθαι, τῷ ἀόκνῳ τὸν ἄμητον, καὶ τῇ πηγῇ τὴν ἀνάψυξιν, ὥσπερ τὸν διψητικώτατον ἔλαφον, σπουδῇ ταῖς πηγαῖς προστρέχοντα, καὶ σβεννύντα τὸν τοῦ δρόμου κόπον τῷ ὕδατι· ἀλλὰ μὴ τὸ τοῦ Ἰσμαὴλ παθεῖν, ἀνυδρίᾳ ξηραίνεσθαι· ἢ τὸ τοῦ μύθου, ἐν μέσῃ πηγῇ δίψῃ κολάζεσθαι. Δεινὸν παρελθεῖν πανήγυριν, καὶ τηνικαῦτα τὴν πραγματείαν ἐπιζητεῖν. Δεινὸν τὸ μάννα παραδραμεῖν, καὶ τηνικαῦτα τροφῆς ἐφίεσθαι. Δεινὸν ὑστεροβουλία, καὶ τὸ τηνικαῦτα τῆς ζημίας αισθάνεσθαι, ὅτε οὐκ ἔστι λύσις ζημίας, μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν, καὶ τὸν πικρὸν συγκλεισμὸν τῶν ἑκάστῳ βεβιωμένων, καὶ τὴν τῶν ἁμαρτωλῶν κόλασιν, καὶ τὴν τῶν κεκαθαρμένων λαμπρότητα. Διὰ τοῦτο μὴ μέλλετε πρὸς τὴν χάριν· ἀλλ' ἐπείγεσθε, μὴ ληστὴς ὑμᾶς προλάβῃ, μὴ μοιχὸς παραδράμῃ, μὴ ἄπληστος πλεονεκτήσῃ. μὴ φονεὺς προαρπάσῃ τὸ ἀγαθὸν, μὴ τελώνης, μὴ πόρνος, μή τις τῶν βιαστῶν τῆς βασιλείας καὶ ἁρπακτῶν. Βιάζεται γὰρ ἑκοῦσα, καὶ τυραννεῖται δι' ἀγαθότητα.
24. Wherefore, since you have heard these voices, Come unto Him and be enlightened, and your faces shall not be ashamed through missing the grace. And receive the enlightenment while it is time, lest darkness pursue you and overtake you, having severed you from the enlightenment: Night comes, when no one can work, after the departure from hence. That is the voice of David; this is the voice of the true Light, Which enlightens every man coming into the world. And think that Solomon also bitterly reproaches you who are more idle or more sluggish, saying: How long, sluggard, do you lie down? And when will you arise out of sleep? You allege this and that, and make excuses in sins: I await the Lights; Pascha is more precious to me; I will wait for Pentecost; it is better to be enlightened together with Christ; to rise together with Christ on the day of resurrection; to honour the manifestation of the Spirit. Then what? The end will come suddenly on a day that you do not expect, and in an hour that you do not know; then there comes upon you, like an evil traveller, the poverty of grace, and you will starve in such great wealth of goodness; whereas you ought to reap the opposites by the opposite, the harvest by unslothfulness, and refreshment by the spring, like the most thirsty hart running eagerly to the springs and quenching the toil of its course with the water; and not suffer the plight of Ishmael, to be parched with lack of water, or that of the myth, to be punished with thirst in the midst of a spring. It is a dreadful thing for the fair to pass by, and at that time to seek for traffic. It is a dreadful thing for the manna to run past, and at that time to long for food. Dreadful is after-counsel, and perceiving the loss at that time when there is no undoing of the loss, after the departure from here, and the bitter shutting up of the things lived by each, and the punishment of sinners, and the splendour of the cleansed. On this account do not delay towards grace; but hasten, lest a robber anticipate you, lest an adulterer outrun you, lest a greedy man gain the advantage, lest a murderer snatch away the good beforehand, lest a publican, lest a fornicator, lest any of those who take the kingdom by force and seize it. For it suffers violence willingly, and submits to tyranny through goodness.
Notes, col. 392

On the reading

Printed αισθάνεσθαι, for αἰσθάνεσθαι.

PG 36:393Read from the page
ΚΕʹ. Βραδὺς ἴσθι πρὸς κακουργίαν, ὦ οὗτος, ταχὺς δὲ πρὸς σωτηρίαν, ἐμοὶ πειθόμενος· ἴσον γάρ ἐστι κακὸν, ἑτοιμότης τε πρὸς τὸ χεῖρον, καὶ μέλλησις πρὸς τὸ βέλτιον. Ἐὰν ἐπὶ κῶμον κληθῇς, μὴ ταχύνῃς· ἐὰν ἐπ' ἄρνησιν, ἀποπήδησον· ἐὰν εἴπῃ σοι πονηρὸν ἐργαστήριον· Ἐλθὲ μεθ' ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως· μηδὲ τὰς ἀκοὰς ὑπόσχῃς. Δύο γὰρ τὰ μέγιστα κερδανεῖς· ἐκείνῳ τε γνωριεῖς τὴν ἁμαρτίαν, καὶ σαυτὸν ἐξαιρήσεις πονηρᾶς κοινωνίας. Ἂν δέ σοι λέγῃ Δαβὶδ ὁ μέγας· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ· ἐὰν δὲ προφήτης ἄλλος· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου· ἐὰν δὲ αὐτὸς ὁ Σωτήρ· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἢ, Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, λαμπροὶ λαμπρῶς ὑπὲρ χιόνα λάμψαντες, ὑπὲρ γάλα τυρωθέντες, ὑπὲρ λίθον σάπφειρον αὐγασθέντες· μὴ ἀντιτείνωμεν, μὴ βραδύνωμεν. Γενώμεθα Πέτρος καὶ Ἰωάννης· ὡς ἐπὶ τὸν τάφον ἐκεῖνοι καὶ τὴν ἀνάστασιν, οὕτως ἐπὶ τὸ λουτρὸν αὐτοὶ σπεύδωμεν, συντρέχοντες, ἀντιτρέχοντες, ὅπως ἂν τὸ ἀγαθὸν προλάβωμεν ἀγωνιζόμενοι. Καὶ μὴ εἴπῃς, Ἀπελθὼν ἐπάνηκε, καὶ αὔριον βαπτισθήσομαι, δυνατὸς ὢν σήμερον εὖ παθεῖν· παρέστω μοι μήτηρ, παρέστω μοι πατὴρ, ἀδελφοὶ, γυνὴ, τέκνα, φίλοι, πᾶν ὅ τί μοι τίμιον, καὶ τηνικαῦτα σωθήσομαι· νῦν δὲ οὔπω μοι καιρὸς λαμπρύνεσθαι. Δέος γὰρ, μὴ κοινωνοὺς λάβῃς πένθους, οὓς εὐφροσύνης κοινωνοὺς ἤλπισας. Ἐὰν μὲν παρῶσιν, ἀγαπητέον· ἐὰν δὲ ἀπῶσι, μὴ ἀναμείνῃς. Αἰσχρὸν γὰρ εἰπεῖν· Ποῦ δέ μοι τὸ καρποφορούμενον ἐπὶ τῷ βαπτίσματι; Ποῦ δὲ ἡ ἐμφώτειος ἐσθὴς, ᾗ λαμπρυνθήσομαι; Ποῦ δὲ τὰ πρὸς δεξίωσιν τῶν ἐμῶν βαπτιστῶν, ἵνα κἀν τούτοις εὐδοκιμήσω; Πάνυ γὰρ, ὡς ὁρᾷς, ἐστὶ ταῦτα τῶν ἀναγκαίων, καὶ παρὰ τοῦτο ἡ χάρις ἐλαττωθήσεται. Μὴ μικρολογοῦ περὶ τὰ μεγάλα· μηδὲν ἀγεννὲς πάθῃς. Μεῖζον τῶν ὁρωμένων ἐστὶ τὸ μυστήριον· σαυτὸν καρποφόρησον· Χριστὸν ἔνδυσαι, θρέψον με πολιτείᾳ· οὕτως ἐγὼ χαίρω φιλοφρονούμενος· οὕτω καὶ Θεὸς, ὁ τὰ μέγιστα χαριζόμενος. Οὐδὲν τῷ Θεῷ μέγα, ὃ μὴ καὶ πένης δίδωσιν, ἵνα μὴ κἀνταῦθα παρωθῶνται οἱ πένητες· οὐ γὰρ ἔχουσιν, ὅπως τοῖς πλουσίοις ἁμιλληθῶσιν. Ἐν ἄλλοις μὲν, ἡ διαφοοὰ τοῦ
25. Be slow towards evil-doing, O you there, and swift towards salvation, obeying me; for readiness towards the worse and delay towards the better are an equal evil. If you are invited to a revel, do not hasten; if to a denial, leap away; if an evil workshop say to you: Come with us, share in blood, and let us hide a righteous man unjustly in the earth, do not even lend your ears. For you will gain two very great things: you will both make known his sin to him, and deliver yourself from evil fellowship. But if great David say to you: Come, let us exult in the Lord; and if another prophet: Come, let us go up to the mountain of the Lord; and if the Saviour Himself: Come unto Me, all who labour and are burdened, and I will give you rest; or, Arise, let us go hence, bright ones shining brightly above snow, curdled above milk, gleaming above sapphire stone; let us not resist, let us not tarry. Let us become Peter and John; as they hastened to the tomb and the resurrection, so let us ourselves hasten to the laver, running together, vying in the race, that by contending we may lay hold of the good beforehand. And do not say: Go away and come back, and tomorrow I will be baptized, when you are able to receive the benefit today; let my mother be present for me, let my father be present for me, brothers, wife, children, friends, everything that is precious to me, and at that time I will be saved; but now it is not yet time for me to be made bright. For there is fear lest you receive as partners of mourning those whom you hoped to have as partners of gladness. If indeed they are present, one must be content; but if they are absent, do not wait for them. For it is shameful to say: And where for me is the offering brought at baptism? And where is the robe of enlightenment, wherewith I shall be made bright? And where are the things for the reception of my baptizers, that in these matters also I may win repute? For altogether, as you see, these things belong to what is necessary, and for lack of this the grace will be diminished. Do not reckon pettily about great things; suffer nothing ignoble. Greater than the things seen is the mystery: offer yourself as fruit; put on Christ, nourish me with your conduct; thus do I rejoice in being kindly entertained; thus also does God, Who bestows the greatest things. Nothing is great to God which a poor man also does not give, lest here too the poor should be pushed aside; for they do not have wherewith to vie with the rich. In other matters indeed, the difference of
Notes, col. 393

On the reading

Printed διαφοοὰ, for διαφορὰ.

PG 36:396Read from the page
πλουτεῖν καὶ τοῦ πένεσθαι· ἐνταῦθα δὲ, ὁ προθυμότερος, πλουσιώτερος.
being rich and being poor; but here, the more eager is the richer.
ΚϚʹ. Μηδὲν ἐπεχέτω σε τοῦ πρόσω· μηδὲν ἀνθελκέτω σου τὴν προθυμίαν. Ἕως σφοδρὸς ὁ πόθος, λαβοῦ τοῦ ποθουμένου· ἕως θερμὸς ὁ σίδηρος, τῷ ψυχρῷ στομωθήτω, μή τι παρεμπέσῃ μέσον, καὶ διακόψῃ τὸν πόθον. Φίλιππός εἰμι· γενοῦ Κανδάκης. Εἰπὲ καὶ αὐτός· Ἰδοὺ τὸ ὕδωρ· τί κωλύει με βαπτισθῆναι; Ἅρπασον τὸν καιρόν· τῷ ἀγαθῷ περιχάρηθι· καὶ εἰπὼν, βαπτίσθητι, καὶ βαπτισθεὶς σώθητι· κἂν ᾖς Αἰθίοψ τὸ σῶμα, τὴν ψυχὴν λευκάνθητι. Τύχε τῆς σωτηρίας, ἧς οὐδὲν ὑψηλότερον, οὐδὲ τιμιώτερον τοῖς γε νοῦν ἔχουσι. Μὴ εἴπῃς· Ἐπίσκοπος βαπτισάτω με, καὶ οὗτος μητροπολίτης, ἢ Ἱεροσολυμίτης (οὐ γὰρ τόπων ἡ χάρις, ἀλλὰ τοῦ Πνεύματος), καὶ οὗτος τῶν εὖ γεγονότων. Δεινὸν γὰρ, εἰ τῷ βαπτιστῇ τὸ εὐγενές μου καθυβρισθήσεται· ἢ πρεσβύτερος μὲν, ἀλλὰ καὶ οὗτος τῶν ἀγάμων, καὶ οὗτος τῶν ἐγκρατῶν καὶ ἀγγελικῶν τὴν πολιτείαν· δεινὸν γὰρ, εἰ ἐν καιρῷ καθάρσεως ῥυπωθήσομαι. Μὴ ζήτει ἀξιοπιστίαν τοῦ κηρύσσοντος, μηδὲ τοῦ βαπτίζοντος. Ἄλλος ὁ τούτων κριτὴς, καὶ τῶν ἀφανεστέρων δοκιμαστής· ἐπειδὴ, ἄνθρωπος μὲν εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Σοὶ δὲ πᾶς ἀξιόπιστος εἰς τὴν κάθαρσιν· μόνον ἔστω τις τῶν ἐγκρίτων, καὶ μὴ τῶν προδήλως κατεγνωσμένων, μηδὲ τῆς Ἐκκλησίας ἀλλότριος. Μὴ κρῖνε τοὺς κριτὰς, ὁ χρήζων τῆς ἰατρείας· μηδὲ φιλοκρίνει μοι τὰς ἀξίας τῶν σὲ καθαιρόντων, μηδὲ διακρίνου πρὸς τοὺς γεννήτορας. Ἄλλος μὲν ἄλλου κρείττων, ἢ ταπεινότερος· σοῦ δὲ πᾶς ὑψηλότερος. Σκόπει δὲ οὕτως· Ἔστω χρυσὸς, ἔστω σίδηρος, δακτύλιοι δὲ ἀμφότεροι, καὶ τὴν αὐτὴν ἐγκεχαράχθωσαν εικόνα βασιλικὴν, εἶτα κηρὸν ἐντυπούτωσαν· τί διοίσει ἡ σφραγὶς αὕτη τῆς σφραγῖδος ἐκείνης; Οὐδέν. Ἐπίγνωθι τὴν ὕλην ἐν τῷ κηρῷ, κἂν ᾖς σοφώτατος· εἰπὲ, τί μὲν τοῦ σιδήρου, τί δὲ τοῦ χρυσοῦ τὸ ἐκσφράγισμα, καὶ πῶς ἕν ἐστι· τῆς γὰρ ὕλης τὸ διάφορον, οὐ τοῦ χαρακτῆρος. Οὕτως ἔστω σοι πᾶς βαπτιστής. Κἂν τῇ πολιτείᾳ προέχῃ, ἀλλ' ἥ γε τοῦ βαπτίσματος δύναμις ἴση· καὶ τελειοποιός σοι πᾶς ὁμοίως, ὁ τῇ αὐτῇ πίστει μεμορφωμένος.
26. Let nothing hold you back from going forward; let nothing draw back your eagerness. While the longing is vehement, lay hold of that which is longed for; while the iron is hot, let it be tempered with the cold water, lest something fall in between and cut short the longing. I am Philip; become Candace's eunuch. Say yourself also: Behold, the water; what hinders me from being baptized? Seize the opportunity; rejoice exceedingly in the good; and having spoken, be baptized, and having been baptized, be saved; even though you be an Ethiopian in body, be whitened in soul. Obtain salvation, than which nothing is higher, nor more precious, at least to those who have sense. Do not say: Let a bishop baptize me, and him a metropolitan, or of Jerusalem (for grace is not of places, but of the Spirit), and him one of the well-born; for it would be a dreadful thing if my nobility should be insulted by my baptizer; or a presbyter indeed, yet him too one of the unmarried, and one of the continent and angelic in way of life; for it would be a dreadful thing if in the time of cleansing I should be defiled. Do not seek the trustworthiness of the preacher, nor of the baptizer. Another is the judge of these, and the prover of things more hidden; since man looks upon the face, but God upon the heart. And for you everyone is trustworthy for the cleansing; only let him be one of those who are approved, and not of those who are openly condemned, nor a stranger to the Church. Do not judge your judges, you who have need of healing; nor be nice in sifting for me the dignities of those who cleanse you, nor make distinctions among your spiritual begetters. One man indeed is better or lowlier than another; but every one of them is higher than you. And consider it thus: let there be gold, let there be iron, and both of them rings, and let them have the same royal image engraved upon them, and then let them impress wax; in what will this seal differ from that seal? In nothing. Discern the material in the wax, even though you be most wise; say which is the impression of the iron and which of the gold, and how it is one; for the difference belongs to the material, not to the stamp. So let every baptizer be to you. Even if he excel in way of life, yet the power of baptism is equal; and every one alike perfects you who is moulded by the same faith.
ΚΖʹ. Μὴ ἀπαξιώσῃς συμβαπτισθῆναι πένητι, πλούσιος ὢν, ὁ εὐπατρίδης τῷ δυσγενεῖ, ὁ δεσπότης τῷ δούλῳ μέχρι τοῦ νῦν. Οὔπω τοσοῦτον ταπεινοφρονή-
27. Do not disdain to be baptized together with a poor man, if you are rich, the patrician with the base-born, the master with him who until now was your slave. Not yet will you humble yourself so much
Notes, col. 396

On the reading

Printed εικόνα, for εἰκόνα.

PG 36:397Read from the page
σεις, ὅσον Χριστὸς, ᾧ σὺ βαπτίζῃ σήμερον, ὃς διὰ σὲ καὶ δούλου μορφὴν ἐδέξατο. Ἀφ' ἧς ἡμέρας μεταποιῇ, πάντες εἶξαν οἱ παλαιοὶ χαρακτῆρες· μιᾷ μορφῇ πᾶσι Χριστὸς ἐπιτέθειται. Μὴ ἀπαξιώσῃς ἐξαγορεῦσαί σου τὴν ἁμαρτίαν, εἰδὼς ὅπως Ἰωάννης ἐβάπτισεν, ἵνα τὴν ἐκεῖθεν αἰσχύνην τῇ ἐνταῦθα φύγῃς (ἐπειδὴ μέρος καὶ τοῦτο τῆς ἐκεῖσε κολάσεως), καὶ δείξῃς, ὅτι τὴν ἁμαρτίαν ὄντως μεμίσηκας, παραδειγματίσας αὐτὴν καὶ θριαμβεύσας, ὡς ἀξίαν ὕβρεως. Μὴ διαπτύσῃς ἐξορκισμοῦ θεραπείαν, μηδὲ πρὸς τὸ μῆκος ταύτης ἀπαγορεύσῃς. Βάσανός ἐστι καὶ αὕτη τῆς περὶ τὸ χάρισμα γνησιότητος. Τί τοσοῦτον πονήσεις, οἷον ἡ τῶν Αἰθιόπων βασίλισσα, ἐκ τῶν περάτων τῆς γῆς ἀπαναστᾶσα, ἵνα ἴδῃ τὴν σοφίαν Σολομῶντος; Καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε, παρὰ τοῖς τελείως λογιζομένοις. Μὴ κατοκνήσῃς, μὴ ὁδοῦ μῆκος, μὴ μέτρα θαλάσσης, μὴ πῦρ, εἰ καὶ τοῦτο πρόκειται, μὴ ἄλλο μηδὲν, ἢ μικρὸν, ἢ μεῖζον τῶν κωλυμάτων, ὥστε τυχεῖν τοῦ χαρίσματος. Εἰ δέ σοι μηδὲν πονήσαντι, μηδὲ πραγματευσαμένῳ, τυχεῖν ἔξεστι τοῦ ποθουμένου, πόσης εὐηθείας τὴν δωρεὰν ἀναβάλλεσθαι; Οἱ διψῶντες, φησὶ, πορεύεσθε ἐφ' ὕδωρ (Ἠσαΐας διακελεύεταί σοι)· καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίεσθε οἶνον, ἄνευ ἀργυρίου τιμῆς. Ὢ τοῦ τάχους τῆς φιλανθρωπίας! Ὢ τῆς εὐκολίας τοῦ συναλλάγματος! Ὤνιόν σοι τοῦτο τοῦ θελῆσαι μόνον τὸ ἀγαθόν· αὐτὴν τὴν ὁρμὴν ἀντὶ τοῦ μεγάλου τιμήματος δέχεται. Διψᾷ τὸ διψᾶσθαι· ποτίζει τοὺς πιεῖν ἐθέλοντας· εὐεργετεῖται, τὴν εὐεργεσίαν αἰτούμενος· πρόχειρός ἐστι μεγαλόδωρος· δίδωσιν ἥδιον, ἢ λαμβάνουσιν ἕτεροι. Μόνον μὴ μικρολογίαν καταγνωσθῶμεν τοῦ μικρὰ αἰτεῖν, καὶ τοῦ διδόντος ἀνάξια. Μακάριος, ὃν αἰτεῖ πόμα Χριστὸς, ὡς τὴν Σαμαρεῖτιν ἐκείνην, Καὶ δίδωσι πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, καὶ πᾶσαν ψυχὴν, αὔριον ἀρουμένην καὶ ἀρδομένην, ἣν βοῦς καὶ ὄνος πατεῖ σήμερον, χέρσον τε οὖσαν καὶ ἄνυδρον, καὶ ἀλογίᾳ πιεζομένην. Μακάριος, ὃς κἂν χειμάῤῥους ᾖ σχοίνων, ἐξ οἴκου Κυρίου ποτίζεται, καὶ γίνεται σιτοφόρος ἀντὶ σχοινοφόρου, καὶ γεωργεῖ τροφὴν ἀνθρωπίνην, ἀλλ' οὐ τραχεῖάν τε καὶ ἀνόνητον. Ὑπὲρ οὗ πᾶσαν εἰσενεκτέον σπουδὴν, ὥστε μὴ διαμαρτεῖν τῆς κοινῆς χάριτος.
as Christ, into Whom you are baptized today, Who for your sake took even the form of a slave. From the day that you are remade, all the old stamps have yielded; in one form Christ has been placed upon all. Do not disdain to confess your sin, knowing how John baptized, that by the shame here you may flee the shame from yonder (since this too is a part of the punishment there), and may show that you have truly hated sin, having exposed it as a spectacle and triumphed over it as worthy of insult. Do not spurn the healing of exorcism, nor grow weary at the length of it. This also is a touchstone of genuineness regarding the gift of grace. What will you toil so much as the queen of the Ethiopians, who rose up from the ends of the earth to see the wisdom of Solomon? And behold, more than Solomon is here, among those who reckon perfectly. Do not shrink from length of way, nor measures of sea, nor fire, even if this lies before you, nor any other hindrance at all, whether small or greater, so as to obtain the gift of grace. But if without having toiled at all, or troubled yourself with business, it is in your power to obtain that which is longed for, what great folly it is to put off the gift! You who thirst, he says, go to the water (Isaiah exhorts you); and as many of you as have no silver, go and buy, and drink wine, without price of silver. O the swiftness of His loving-kindness! O the easiness of the contract! This good thing is purchasable for you at the price of merely willing it; He accepts the impulse itself in place of the great price. He thirsts to be thirsted for; He gives drink to those who wish to drink; He is benefitted when asked for a benefit; He is a ready giver of great gifts; He gives more gladly than others receive. Only let us not be condemned for pettiness of mind in asking for small things and things unworthy of the Giver. Blessed is he of whom Christ asks a drink, as of that Samaritan woman, and to whom He gives a spring of water leaping up into eternal life. Blessed is he who sows upon all water, and every soul that tomorrow will be ploughed and watered, which today an ox and an ass tread down while it is barren and waterless and weighed down by irrationality. Blessed is he who, even though he be a torrent of rushes, is watered out of the house of the Lord, and becomes wheat-bearing instead of rush-bearing, and cultivates human food, and not that which is rough and unprofitable. On behalf of which we must bring in all diligence, so as not to miss the common grace.