Migne Reading Room

PG 36 · cols. 376–385 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:376Read from the page
Ὧν ἡμεῖς μὴ καταφρονουντες φαινοιμεθα. Ὡς ἔστιν ἄτοπον, χρήματα μὲν προαρπάζειν, ὑγείαν δὲ ἀναβάλλεσθαι· καὶ σώματα μὲν προκαθαίρειν, ψυχῆς δὲ κάθαρσιν ταμιεύεσθαι· καὶ τῆς μὲν κάτω δουλείας ἐλευθερίαν ζητεῖν, τῆς ἄνω δὲ μὴ ἐφίεσθαι· καὶ ὅπως μὲν οἰκήσεις μεγαλοπρεπῶς, ἢ ἀμφιέσῃ, πᾶσαν ποιεῖσθαι σπουδὴν, ὅπως δὲ αὐτὸς πλείστου ἄξιος ἔσῃ, μηδὲν φροντίζειν· καὶ ἄλλους μὲν εὖ ποιεῖν πρόθυμον εἶναι, σαυτὸν δὲ μὴ βούλεσθαι. Καὶ εἰ μὲν ὤνιον ἦν σοι τὸ ἀγαθὸν, μηδενὸς ἂν φείδεσθαι χρήματος· εἰ δὲ πρόκειται τὸ φιλάνθρωπον, καταφρονεῖς τῷ ἑτοίμῳ τῆς εὐποιΐας. Πᾶς σοι καιρὸς ἐκπλύσεως, ἐπειδὴ πᾶς ἀναλύσεως. Μετὰ Παύλου βοῶ σοι, τῆς μεγάλης φωνῆς· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· οὐχ ἕνα καιρὸν, ἀλλὰ πάντα τοῦ Νῦν ὁρίζοντος. Καὶ πάλιν· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστὸς, λύων τὴν νύκτα τῆς ἁμαρτίας· ἐπειδὴ, Ἐν νυκτὶ ἐλπὶς πονηρὰ, κατὰ τὸν Ἠσαΐαν, καὶ τῷ πρωῒ ληφθῆναι λυσιτελέστερον.
Which things may we not appear to despise. How absurd it is to snatch at wealth beforehand, but to put off health; and to cleanse bodies beforehand, but to keep back the cleansing of the soul; and to seek freedom from the slavery below, but not to desire that above; and to make every effort how you shall dwellmagnificently, or be clothed, while taking no thought how you yourself shall be worth the most; and to be eager to do good to others, while unwilling to do so to yourself! And if the good had been purchasable for you, you would have spared no wealth; but since loving-kindness lies open before you, you despise it because of the readiness of the beneficence. Every time is for you a time of washing, since every time is a time of departure. With Paul, that great voice, I cry to you: Behold, now is the acceptable time; behold, now is the day of salvation; the word Now defining not one time, but all time. And again: Awake, you who sleep, and arise from the dead, and Christ shall shine upon you, dissolving the night of sin; since, In the night hope is evil, according to Isaiah, and to be taken in the morning is more profitable.
ΙΔʹ. Σπεῖρε μὲν ὅτε καιρὸς, καὶ συγκόμιζε, καὶ λύε τὰς ἀποθήκας, ὅτε τούτου καιρὸς, καὶ φύτευε καθ' ὥραν, καὶ κειρέσθω σοι βότρυς ὥριμος, καὶ ἀνάγου θαῤῥήσας ἔαρι, καὶ ἄνελκε τὴν ναῦν, πάλιν ἀρχομένου χειμῶνος, καὶ τῆς θαλάσσης ἀγριουμένης. Καὶ πολέμου καιρὸς ἔστω σοι, καὶ εἰρήνης, καὶ γάμου, καὶ τῶν οὐ γάμου, καὶ φιλίας, καὶ διαστάσεως, ἂν ταύτης δεήσῃ, καὶ παντὸς ὅλως πράγματος, εἴ τι τῷ Σολομῶντι πειστέον. Πειστέον δέ· καὶ γὰρ ὠφέλιμος ἡ παραίνεσις. Ἀεὶ δὲ τὴν σωτηρίαν ἐργάζου, καὶ πᾶς ἔστω σοι καιρὸς τοῦ βαπτίσματος ὅρος. Ἐὰν ἀεὶ τὸ σήμερον παρατρέχων, ἐπιτηρῇς τὸ εἰς αὔριον, λανθάνεις ταῖς κατὰ μικρὸν ἀναβολαῖς ὑπὸ τοῦ Πονηροῦ κλεπτόμενος, ὥσπερ ἐκείνου τρόπος. Ἐμοὶ δὸς τὸ παρὸν, Θεῷ τὸ μέλλον· ἐμοὶ τὴν νεότητα, Θεῷ τὸ γῆρας· ἐμοὶ τὰς ἡδονὰς, ἐκείνῳ τὴν ἀχρηστίαν. Ὅσος ὁ περὶ σὲ κίνδυνος! ὅσα τὰ παρ' ἐλπίδα συμπτώματα! Ἢ πόλεμος παρανάλωσεν, ἢ σεισμὸς συνέχωσεν, ἢ θάλασσα ὑπεδέξατο, ἢ θηρίον ἥρπασεν, ἢ νόσος ἀπώλεσεν, ἢ ψὶξ παραδραμοῦσα, τὸ φαυλότατον (τί γὰρ τοῦ ἀποθανεῖν ἄνθρωπον εὐκολώ-
XIV. Sow indeed when it is time, and gather in, and open the storehouses when it is time for this, and plant in season, and let the ripe cluster be cut for you, and put to sea with courage in spring, and draw up the ship again when winter begins and the sea grows wild. And let there be for you a time of war, and of peace, and of marriage, and of abstaining from marriage, and of friendship, and of separation, if there be need of this, and of every matter altogether, if one is to obey Solomon at all. And obey him we must; for the exhortation is profitable. But always work out your salvation, and let every time be for you the appointed limit for baptism. If, always passing by today, you watch for tomorrow, you are unawares being stolen away by the Evil One through little delays, as is his manner. Give to me the present, to God the future; to me youth, to God old age; to me pleasures, to Him uselessness. How great is the danger around you! How many the unexpected accidents! Either war has consumed along with others, or an earthquake has buried together, or the sea has engulfed, or a wild beast has snatched away, or disease has destroyed, or a passing crumb, the most trivial thing (for what is easier than for a man to die,
Notes, col. 376

On the reading

Printed καταφρονουντες, for καταφρονοῦντες.

Printed φαινοιμεθα, for φαινοίμεθα.

PG 36:377Read from the page
τερον, κἂν μέγα φρονῇς τῇ εἰκόνι;), ἢ πότος πλεονάσας, ἢ ἄνεμος κρημνίσας, ἢ ἵππος συναρπάσας, ἢ φάρμακον ἐκ προνοίας ἐπιβουλεῦσαν, τυχὸν δὲ καὶ ἀντὶ σωτηρίου φανὲν δηλητήριον, ἢ δικαστὴς ἀπάνθρωπος, ἢ δήμιος ἀπαραίτητος, ἤ τι τῶν ὅσα ταχίστην ποιεῖ τὴν μετάστασιν, καὶ βοηθείας ἰσχυροτέραν.
even though you boast greatly in the image?), or an excessive drinking-bout, or a wind hurling down a precipice, or a horse running away with one, or a drug plotting by forethought, and perhaps appearing deadly instead of salutary, or an inhuman judge, or an inexorable executioner, or any of all the things that make departure most speedy, and stronger than aid.
ΙΕʹ. Εἰ δὲ προκαταλάβοις σεαυτὸν τῇ σφραγῖδι, καὶ τὸ μέλλον ἀσφαλίσαιο τῷ καλλίστῳ τῶν βοηθημάτων καὶ στεῤῥοτάτῳ, σημειωθεὶς καὶ ψυχὴν καὶ σῶμα, τῷ χρίσματι καὶ τῷ Πνεύματι, ὡς ὁ Ἰσραὴλ πάλαι τῷ νυκτερινῷ καὶ φυλακτικῷ τῶν πρωτοτόκων αἵματι· τί σοι συμβήσεται, καὶ τί σοι πεπραγμάτευται; Τῶν Παροιμιῶν ἄκουσον· Ἐὰν γὰρ κάθῃ, φησὶν, ἄφοβος ἔσῃ· Ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις. Καὶ παρὰ τοῦ Δαβὶδ εὐαγγελίσθητι· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ συμπτώματος, καὶ δαιμονίου μεσημβρινοῦ. Τοῦτό σοι καὶ ζῶντι μέγιστον εἰς ἀσφάλειαν. Πρόβατον γὰρ ἐσφραγισμένον οὐ ῥᾳδίως ἐπιβουλεύεται, τὸ δὲ ἀσήμαντον κλέπταις εὐάλωτον· καὶ ἀπελθόντι δεξιὸν ἐντάφιον, ἐσθῆτος λαμπρότερον, χρυσοῦ τιμιώτερον, τάφου μεγαλοπρεπέστερον, ἀγόνων χοῶν εὐσεβέστερον, ἀπαργμάτων ὡρίων καιριώτερον, ὧν τοῖς νεκροῖς οἱ νεκροὶ χαρίζονται, νόμον ποιησάμενοι τὴν συνήθειαν. Πάντα οἰχέσθω σοι, πάντα διαρπαζέσθω, χρήματα, κτήματα, θρόνοι, λαμπρότητες, ὅσα τῆς κάτω περιφορᾶς· σὺ δὲ κατάλυσον ἐν ἀσφαλείᾳ τὸν βίον, μηδὲν ζημιωθεὶς τῶν ἐκ Θεοῦ σοι δοθέντων εἰς σωτηρίαν βοηθημάτων.
XV. But if you fortify yourself beforehand with the seal, and secure the future with the fairest and firmest of aids, being marked both in soul and body with the anointing and the Spirit, as Israel of old with that nocturnal blood which guarded the firstborn; what will happen to you, and what has been wrought for you? Hear the Proverbs: For if you sit, says he, you shall be fearless; and if you sleep, you shall slumber sweetly. And receive the glad tidings from David: You shall not be afraid of terror by night, of mishap, and the noonday demon. This even while you live is greatest for your safety—for a sealed sheep is not easily plotted against, whereas an unmarked one is an easy prey to thieves—and when you have departed, an auspicious winding-sheet, brighter than raiment, more precious than gold, more magnificent than a tomb, more pious than barren libations, more seasonable than ripe first-fruits, which the dead bestow upon the dead, making custom a law. Let all things perish for you, let all things be plundered—money, possessions, thrones, splendours, whatever belongs to the whirling world below; but do you end your life in safety, having suffered the loss of none of the aids given to you by God for salvation.
ΙϚʹ. Ἀλλὰ φοβῇ, μὴ διαφθείρῃς τὸ χάρισμα, καὶ διὰ τοῦτο ἀναβάλλῃ τὴν κάθαρσιν, ὡς δευτέραν οὐκ ἔχων; Τί δαί; Οὐ φοβῇ, μὴ διώκτῃ καιρῷ κινδυνεύσῃς, καὶ τὸ μέγιστον ὧν ἔχεις, ἀφαιρεθῇς Χριστόν; Ἆρ' οὖν διὰ τοῦτο φεύξῃ καὶ τὸ γενέσθαι Χριστιανός; Ἄπαγε! Οὐχ ὑγιαίνοντος ὁ φόβος, παραφρονοῦντος ὁ λογισμός. Ὢ τῆς ἀνευλαβοῦς εὐλαβείας, εἰ δεῖ τοῦτο εἰπεῖν! ὢ τῶν τοῦ πονηροῦ σοφισμάτων! Ὄντως σκότος ἐστὶ, καὶ φῶς ὑποκρίνεται. Ὅταν μηδὲν ἰσχύσῃ φανερῶς πολεμῶν, ἀφανῶς ἐπιβουλεύει.
XVI. But do you fear lest you corrupt the gift of grace, and on this account put off the cleansing, as not having a second one? What then? Do you not fear lest in a time of persecution you be endangered, and be stripped of the greatest of the things you have, Christ? Will you therefore on this account flee even becoming a Christian? Away with the thought! The fear is not that of a man in his senses, the reasoning is that of a madman. O the irreverent reverence, if one must call it so! O the sophistries of the evil one! Truly he is darkness, and feigns light. When he prevails nothing by fighting openly, he plots unseen.
PG 36:380Read from the page
Καὶ γίνεται σύμβουλος ὡς χρηστὸς, ὢν πονηρός· ἵν' ἑνί γε τῷ τρόπῳ πάντως ἰσχύσῃ, καὶ μηδαμόθεν αὐτοῦ τὴν ἐπιβουλὴν διαφύγωμεν. Ὅπερ οὖν κἀνταῦθα σαφῶς τεχνάζεται. Τὸ γὰρ φανερῶς καταφρονεῖν τοῦ βαπτίσματος πείθειν οὐκ ἔχων, ζημιοῖ σε διὰ τῆς πλαστῆς ἀσφαλείας, ἵν' ὃ φοβῇ γε, τοῦτο λάθῃς παθὼν διὰ τοῦ φόβου· καὶ τὸ φθεῖραι τὴν δωρεὰν δεδοικὼς, αὐτῷ τούτῳ τῆς δωρεᾶς ἐκπέσῃς. Ὁ μὲν οὖν τοιοῦτός ἐστι, καὶ οὔποτε παύσεται τῆς ἑαυτοῦ διπλόης, ἕως ἂν βλέπῃ πρὸς οὐρανὸν ἐπειγομένους ἡμᾶς, ὅθεν αὐτὸς ἐκπέπτωκεν. Σὺ δὲ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, γνῶθι τὴν ἐπιβουλὴν τοῦ ἀντικειμένου. Πρὸς γὰρ τὸν ἔχοντα, καὶ ὑπὲρ τῶν μεγίστων, ἡ μάχη. Μὴ λάβῃς σύμβουλον τὸν ἐχθρόν· μὴ καταφρονήσῃς τοῦ ἀκοῦσαι καὶ γενέσθαι πιστός. Ἕως εἶ κατηχούμενος, ἐν προθύροις εἶ τῆς εὐσεβείας. Εἴσω γενέσθαι σε δεῖ, τὴν αὐλὴν διαβῆναι, τὰ ἅγια κατοπτεῦσαι, εἰς τὰ Ἅγια τῶν ἁγίων παρακύψαι, μετὰ τῆς Τριάδος γενέσθαι. Μεγάλα ἐστὶν ὑπὲρ ὧν πολεμῇ· μεγάλης δεῖ σοι καὶ τῆς ἀσφαλείας. Προβαλοῦ τὸν θυρεὸν τῆς πίστεως. Φοβεῖταί σε μετὰ τοῦ ὅπλου μαχόμενον· καὶ διὰ τοῦτο γυμνοῖ σε τοῦ χαρίσματος, ἵνα κρατήσῃ ῥᾷόν σου ἀόπλου καὶ ἀφυλάκτου. Πάσης ἡλικίας ἅπτεται, πάσης ἰδέας βίου. Διὰ πάντων ἀποκρουσθήτω.
And he becomes a counsellor as though kindly, while being evil; that in one way at least he may by all means prevail, and that from no quarter we may escape his plot. Which very thing therefore here also he clearly contrives. For not being able to persuade you openly to despise baptism, he inflicts loss upon you through a feigned caution, so that the very thing you fear, you may unawares suffer through fear; and fearing to corrupt the free gift, by this very means you may fall from the free gift. Such then is he, and he will never cease from his duplicity, so long as he sees us hastening towards heaven, whence he himself has fallen. But do you, O man of God, know the plot of the adversary. For the battle is against him who holds possession, and on behalf of the greatest things. Take not the enemy as counsellor; despise not being heard and becoming a believer. While you are a catechumen, you are in the porch of godliness. You must come inside, cross the court, behold the holy things, look into the Holy of Holies, come to be with the Trinity. Great are the things on behalf of which you are warred against; great also is the safety you need. Put forward the shield of faith. He fears you when fighting with your weapon; and on this account he strips you of the gift of grace, that he may more easily master you unarmed and unguarded. He attacks every age, every form of life. In all ways let him be repulsed.
ΙΖʹ. Νέος εἶ; Στῆθι κατὰ τῶν παθῶν μετὰ τῆς συμμαχίας, εἰς Θεοῦ παράταξιν ἀριθμήθητι, ἀρίστευσον κατὰ τοῦ Γολιὰθ, λάβε τὰς χιλιάδας, ἢ τὰς μυριάδας. Οὕτω τῆς ἡλικίας ἀπόλαυσον· ἀλλὰ μὴ ἀνάσχῃ μαρανθῆναί σου τὴν νεότητα, τῷ ἀτελεῖ τῆς πίστεως νεκρωθεῖσαν. Γηραιὸς εἶ, καὶ τῆς ἀναγκαίας ἐγγὺς προθεσμίας; τὴν πολιὰν αἰδέσθητι· δὸς ἣν ἀπαιτῇ φρόνησιν, ἀνθ' ἧς νῦν ἔχεις ἀσθενείας· ταῖς ὀλίγαις ἡμέραις βοήθησον· πίστευσον τῷ γήρᾳ τὴν κάθαρσιν. Τί φοβῇ τὰ νεότητος ἐν βαθεῖ γήρᾳ, καὶ ταῖς ἐσχάταις ἀναπνοαῖς; Ἢ καὶ σὺ μένεις, νεκρὸς λουθῆναι, οὐ μᾶλλον ἐλεούμενος, ἢ μισούμενος; Ἢ ποθεῖς τῶν ἡδονῶν τὰ λείψανα, βίου λείψανον ὤν; Αἰσχρὸν τὴν μὲν ἡλικίαν παρακμάσαι, μὴ παρακμάσαι δὲ τὴν ἀσέλγειαν· ἀλλ' ἢ πάσχειν τοῦτο, ἢ δοκεῖν, διαμέλλοντα πρὸς τὴν κάθαρσιν. Νήπιον ἔστι σοι; Μὴ λαβέτω καιρὸν ἡ κακία· ἐκ βρέφους ἁγιασθήτω, ἐξ ὀνύχων καθιερωθήτω τῷ Πνεύματι. Σὺ δέδοικας τὴν σφραγῖδα διὰ τὸ τῆς
XVII. Are you young? Stand against the passions with the alliance of baptism, be numbered in the battle-array of God, do valiantly against Goliath, take the thousands, or the tens of thousands. Thus enjoy your prime; but suffer not your youth to wither away, deadened by the imperfection of faith. Are you aged, and near the necessary appointed term? Revere your grey hair; give the prudence which is demanded of you, in stead of the weakness which you now have; bring aid to your few days; entrust the cleansing to old age. Why do you fear the sins of youth in deep old age, and at your last breaths? Or do you also wait to be washed when a corpse, an object not more of pity than of hatred? Or do you long for the remnants of pleasures, being yourself a remnant of life? It is shameful that your age should have passed its prime, and yet licentiousness should not have passed its prime; but that you should either suffer this, or seem to, by delaying towards the cleansing. Have you an infant? Let not wickedness gain an opportunity; let it be sanctified from infancy, let it be consecrated to the Spirit from its very nails. Do you fear the seal on account of the
PG 36:381Read from the page
φύσεως ασθενες· ὡς μικροψυχος ἡ μήτηρ, καὶ ὀλιγόπιστος! Ἡ Ἄννα δὲ, καὶ πρὶν ἢ γεννηθῆναι τὸν Σαμουὴλ, καθυπέσχετο τῷ Θεῷ, καὶ γεννηθέντα, ἱερὸν εὐθὺς ποιεῖ, καὶ τῇ ἱερατικῇ στολῇ συνανέτρεψεν, οὐ τὸ ἀνθρώπινον φοβηθεῖσα, τῷ δὲ Θεῷ πιστεύσασα. Οὐδὲν δεῖ σοι περιαμμάτων καὶ ἐπῳσμάτων, οἷς ὁ πονηρὸς συνεισέρχεται, κλέπτων εἰς ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ τὸ σέβας, ἐν τοῖς κουφοτέροις. Δὸς αὐτῷ τὴν Τριάδα, τὸ μέγα καὶ καλὸν φυλακτήριον.
weakness of nature; how small-souled is the mother, and of little faith! Yet Hannah, even before Samuel was born, promised him to God, and when he was born, straightway makes him sacred, and brought him up in the priestly robe, not fearing what is human, but believing in God. You have no need of amulets and incantations, with which the evil one enters in along with them, stealing to himself from God the reverence among the lighter-minded. Give to it the Trinity, the great and noble safeguard.
ΙΗʹ. Τί ἔτι; Παρθενίαν ἀσκεῖς; Τῇ καθάρσει σφραγίσθητι· ταύτην ποίησαι τοῦ βίου κοινωνὸν, καὶ συνόμιλον· αὕτη ῥυθμιζέτω σοι, καὶ βίον, καὶ λόγον, πᾶν μέλος, πᾶν κίνημα, πᾶσαν αἴσθησιν. Τίμησον αὐτὴν, ἵνα σε κοσμήσῃ, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. Δέδεσαι γάμῳ; Καὶ τῇ σφραγῖδι συνδέθητι· ταύτην συνοίκισον σεαυτῷ τῆς σωφροσύνης φύλακα· πόσων εὐνούχων οἴει, πόσων θυρωρῶν οὖσαν ἀσφαλεστέραν; Οὔπω σαρκὶ συνεζεύχθης; μὴ φοβηθῇς τὴν τελείωσιν. Καθαρὸς εἶ, καὶ μετὰ τὸν γάμον· ἐμὸς ὁ κίνδυνος, ἐγὼ τούτου συναρμοστὴς, ἐγὼ νυμφοστόλος. Οὐ γὰρ, ἐπεὶ ἡ παρθενία τιμιωτέρα, ἐν τοῖς ἀτίμοις ὁ γάμος. Μιμήσομαι Χριστὸν, τὸν καθαρὸν νυμφαγωγὸν, καὶ νυμφίον, ὃς καὶ θαυματουργεῖ γάμῳ, καὶ τιμᾷ συζυγίαν τῇ παρουσίᾳ. Μόνον ἔστω γάμος καθαρὸς, καὶ πόθοις ῥυπαροῖς ἀνεπίμικτος. Ἕν αἰτῶ μόνον· λάβε παρὰ τοῦ δώρου τὴν ἀσφάλειαν, καὶ δὸς τῷ δώρῳ τὴν ἁγνείαν κατὰ καιρὸν, ἕως εὐχῆς πρόκειται προθεσμία, καὶ ἀσχολίας τιμιωτέρα, καὶ ταύτην ἐκ κοινῆς ὁμολογίας καὶ συναινέσεως. Οὐ γὰρ νομοθετοῦμεν, ἀλλὰ παραινοῦμεν, καὶ τῶν σῶν τι λαβεῖν ὑπὲρ σοῦ βουλόμεθα, καὶ τῆς κοινῆς ὑμῶν ἀσφαλείας ἕνεκεν. Ἐν κεφαλαίῳ δὲ εἰπεῖν, οὐκ ἔστιν οὐ βίος, οὐκ ἐπιτήδευμα, ᾧ μὴ τοῦτο λυσιτελέστερον. Δέξαι, ὁ ἐν ἐξουσίᾳ, τὸν χαλινόν· ὁ ἐν δουλείᾳ, τὴν ἰσοτιμίαν· ὁ ἀθυμῶν, τὴν παραμυθίαν· ὁ ἐν εὐθυμίᾳ, τὴν παιδαγωγίαν, ὁ πένης, τὸν ἄσυλον πλοῦτον· ὁ εὐπορῶν, τὴν καλὴν ὧν ἔχεις οἰκονομίαν. Μηδὲν σοφίσῃ, μηδὲν τεχνάσῃ κατὰ τῆς σεαυτοῦ σωτηρίας. Κἂν γὰρ τοὺς ἄλλους παραλογιζώμεθα,
XVIII. What more? Do you practise virginity? Be sealed with the cleansing; make this the partner and companion of your life; let this regulate for you both life and speech, every member, every movement, every sense. Honour it, that it may adorn you, that it may give to your head a crown of graces, and shield you with a crown of delight. Are you bound to marriage? Be bound also with the seal; make this dwell with you as a guardian of chastity, safer than how many eunuchs, do you think, than how many doorkeepers? Have you not yet been joined in flesh? Fear not the perfection. You are pure even after marriage; the risk is mine, I am the joiner of this union, I am the leader of the bride. For not because virginity is more honourable is marriage among dishonourable things. I will imitate Christ, the pure bridesman and bridegroom, Who both works a miracle at a marriage, and honours wedlock by His presence. Only let marriage be pure, and unmixed with filthy desires. One thing only I ask: receive safety from the gift, and give to the gift chastity in due season, so long as the appointed time of prayer lies before you, more honourable even than business, and this by common agreement and consent. For we do not lay down a law, but we exhort, and we wish to take something of yours for your own sake, and for the sake of your common safety. And to speak summarily, there is no life, no pursuit, to which this is not more profitable. Receive, you who are in authority, the bridle; you who are in slavery, equality of honour; you who are despondent, consolation; you who are in cheerfulness, discipline; the poor man, inviolable wealth; the affluent, the good stewardship of the things you have. Devise no subtlety, contrive no artifice against your own salvation. For even though we deceive others by false reasoning,
Notes, col. 381

On the reading

Printed ασθενες, for ἀσθενές.

Printed μικροψυχος, for μικρόψυχος.

PG 36:384Read from the page
ἡμᾶς γε αὐτοὺς οὐ δυνησόμεθα· ὡς τό γε καθ' ἑαυτοῦ παίζειν, λίαν ἐπισφαλὲς καὶ ἀνόητον.
ourselves at least we shall not be able to; since playing against oneself is exceedingly perilous and foolish.
ΙΘʹ. Ἀλλ' ἐν μέσῳ στρέφῃ, καὶ μολύνῃ τοῖς δημοσίοις· καὶ δεινὸν, εἴ σοι δαπανηθήσεσθαι τὸ φιλάνθρωπον; Ἁπλοῦς ὁ λόγος· Εἰ μὲν οἷόν τε, φύγε καὶ τὴν ἀγορὰν μετὰ τῆς καλῆς συνοδίας, πτέρυγας ἀετοῦ σεαυτῷ περιθεὶς, ἢ περιστερᾶς, ἵν' οἰκειότερον εἴπω (τί γάρ σοι καὶ Καίσαρι, ἢ τοῖς Καίσαρος;). Ἕως οὗ καταπαύσῃς, οὗ μὴ ἔστιν ἁμαρτία, μηδὲ μελάνωσις, μηδὲ δάκνων ὄφις ἐφ' ὁδοῦ, κωλύων σου τὰ κατὰ Θεὸν διαβήματα. Ἅρπασον τὴν σεαυτοῦ ψυχὴν ἐκ τοῦ κόσμου· φύγε Σόδομα· φύγε τὸν ἐμπρησμόν· ὅδευσον ἀμεταστρεπτὶ, μὴ παγῇς λίθος ἁλός· εἰς τὸ ὄρος σώζου, μὴ συμπαραληφθῇς. Εἰ δὲ προκατέχῃ, καὶ δέδεσαι δεσμοῖς ἀναγκαίοις, ἐκεῖνο σεαυτῷ διαλέχθητι, μᾶλλον δὲ σοὶ αὐτὸς διαλεχθήσομαι· Κρεῖσσον μὲν καὶ τυχεῖν τοῦ ἀγαθοῦ, καὶ φυλάσσειν τὴν κάθαρσιν· εἰ δὲ ἀμφότερα μὲν ἐνδέχεται, κρεῖσσόν ποτε μικρὰ μολυνθῆναι τοῖς σοῖς δημοσίοις, ἢ παντάπασιν ἐκπεσεῖν τῆς χάριτος· ὥσπερ, οἶμαι, κρεῖσσον ἐπιτιμηθῆναί τι παρὰ πατρὸς καὶ δεσπότου, ἢ ἀπωσθῆναι· καὶ μικρὸν αὐγάζεσθαι, ἢ παντελῶς σκοτίζεσθαι. Σωφρόνων δὲ, ὥσπερ τῶν ἀγαθῶν τὰ μείζω καὶ τελεώτερα, οὕτω καὶ τῶν κακῶν αἱρεῖσθαι τὰ ἐλάττω τε καὶ κουφότερα. Διὰ τοῦτο μὴ λίαν φοβηθῇς τὴν κάθαρσιν. Κρίνεται γὰρ ἀεὶ μετὰ τῶν ἐπιτηδευμάτων τὸ κατορθούμενον, παρὰ τοῦ δικαίου καὶ φιλανθρώπου τῶν ἡμετέρων κριτοῦ. Καὶ μικρὸν κατορθώσας πολλάκις ὁ ἐν τῷ μέσῳ, πλέον ἔσχε τοῦ ἐν ἐλευθερίᾳ μὴ τὸ πᾶν κατορθώσαντος· ὥσπερ, οἶμαι, παραδοξότερον ἐν πέδαις μικρὰ προβαίνειν, ἢ τρέχειν μηδενὶ βαρούμενον· καὶ διὰ βορβόρου μικρὰ ῥαντίζεσθαι, ἢ καθαρὸν εἶναι διὰ καθαρᾶς ὁδοῦ φερόμενον. Τεκμήριον δὲ τοῦ λόγου, καὶ Ῥαὰβ τὴν πόρνην ἓν ἐδικαίωσε μόνον, ἡ φιλοξενία, τἆλλα οὐκ ἐπαινουμένην· καὶ τὸν τελώνην ἓν ὕψωσεν, ἡ ταπείνωσις, οὐδὲν ἄλλο μαρτυρηθέντα· ἵνα σὺ μάθῃς, σεαυτοῦ μὴ ῥᾳδίως ἀπογινώσκειν.
19. But do you move in the midst of affairs, and are you defiled by public business, and is it a dreadful thing if the loving-kindness is to be spent for you? The word is simple: if it is possible, flee even the marketplace along with the noble company, putting wings of an eagle around yourself, or of a dove, that I may speak more fittingly (for what is there between you and Caesar, or the things of Caesar?). Until you come to rest where there is no sin, nor blackening, nor a serpent biting upon the way, hindering your steps according to God. Snatch your own soul out of the world; flee Sodom; flee the conflagration; journey without turning back, lest you be stiffened into a pillar of salt; save yourself to the mountain, lest you be swept away together with it. But if you are already held fast, and are bound by necessary bonds, reason thus with yourself, or rather I myself will reason with you: it is better indeed both to obtain the good and to guard the cleansing; but if both are not possible, it is better to be slightly defiled at times by your public affairs than to fall away altogether from grace; just as, I think, it is better to be rebuked somewhat by a father and master than to be cast away; and to be illumined a little than to be darkened altogether. And it is the part of prudent men, just as among good things to choose the greater and more perfect, so also among evils to choose the lesser and lighter. On this account do not fear the cleansing overmuch. For that which is rightly accomplished is always judged together with one's pursuits by the just and loving Judge of our affairs. And often he who is in the midst of affairs, having accomplished a little rightly, has had more than he who in freedom has not accomplished the whole rightly; just as, I think, it is more marvellous to advance a little in fetters than to run weighed down by nothing, and in passing through mire to be besprinkled a little than to be clean when borne along a clean way. And a proof of the word: Rahab the harlot also one thing alone justified, her hospitality, though in other respects she was not praised; and the publican one thing exalted, his humility, though witnessed to for nothing else; that you may learn not easily to despair of yourself.
Κʹ. Ἀλλὰ τί μοι πλέον, φησὶ, προκατασχεθέντι διὰ τοῦ βαπτίσματος, καὶ τὸ τερπνὸν τοῦ ζῇν ἐμαυτῷ διὰ τοῦ τάχους ἀποκλείσαντι, ἐνὸν ἐφεῖναι ταῖς ἡδοναῖς, καὶ τηνικαῦτα τυχεῖν τῆς χάριτος; Οὐδὲ γὰρ τοῖς ἐν τῷ ἀμπελῶνι προκεκμηκόσιν ὑπῆρξέ τι
20. But what advantage is it to me, he says, if I am held fast beforehand through baptism, and have shut off from myself the pleasantness of life by haste, when it is in my power to give rein to pleasures, and at that time to obtain grace? For neither did those who had toiled beforehand in the vineyard have any
Notes, col. 384

On the reading

Printed μὲν ἐνδέχεται, for μὴ ἐνδέχεται.

PG 36:385Read from the page
πλέον, ἴσου τοῦ μισθοῦ δοθέντος καὶ τοῖς τελευταίοις. Ἀπήλλαξας ἡμᾶς πραγμάτων, ὅστις ποτὲ εἶ, ὁ ταῦτα λέγων, μόγις τῆς ἀναβολῆς ἐξειπὼν τὸ ἀπόῤῥητον· καί σε τῆς κακουργίας οὐκ ἐπαινῶν, ἐπαινῶ τῆς ἐξαγορεύσεως. Ἀλλὰ δεῦρο, καὶ τὴν παραβολὴν ἑρμηνεύθητι, ὡς ἂν μὴ βλάπτῃ τοῖς γεγραμμένοις ἐξ ἀπειρίας. Πρῶτον μὲν, οὐ περὶ τοῦ βαπτίσματος ἐνταῦθα ὁ λόγος, ἀλλὰ περὶ τῶν κατὰ διαφόρους καιροὺς πιστευόντων, καὶ εἰς τὸν καλὸν ἀμπελῶνα εἰσερχομένων, τὴν Ἐκκλησίαν. Ἀφ' ἧς γὰρ ἡμέρας καὶ ὥρας ἐπίστευσεν ἕκαστος, ἀπ' ἐκείνης καὶ ἀπαιτεῖται τὴν ἐργασίαν. Ἔπειτα, εἰ καὶ τῷ μέτρῳ τοῦ μόχθου, πλεῖον εἰσήνεγκαν οἱ προεισελθόντες, ἀλλ' οὐχὶ καὶ τῷ μέτρῳ τῆς προαιρέσεως· καὶ τυχὸν τοῖς τελευταίοις, ἐκ ταύτης καὶ πλεῖον ὠφείλετο, εἰ καὶ παράδοξός πως ὁ λόγος. Τοῦ μὲν γὰρ ὕστερον εἰσελθεῖν, τὸ καὶ ὕστερον κληθῆναι πρὸς τὴν ἀμπελουργίαν αἴτιον· τῶν ἄλλων δὲ τὸ διάφορον ὅσον ἐπισκεψώμεθα· Οἱ μὲν οὐ πρότερον ἐπίστευσαν, οὐδὲ εἰσῆλθον, πρὶν ἢ συμφωνηθῆναι αὐτοῖς τὸν μισθόν· οἱ δὲ ἀσύμφωνοι τῇ ἐργασίᾳ προσῆλθον, ὃ μείζονός ἐστι γνώρισμα πίστεως. Καὶ οἱ μὲν φθονερᾶς, καὶ γογγυστικῆς εὑρέθησαν ὄντες φύσεως· οἱ δὲ οὐδὲν ἐγκαλοῦνται τοιοῦτον. Καὶ τοῖς μὲν μισθὸς ἦν τὸ διδόμενον, καίπερ οὖσι πονηροῖς, τοῖς δὲ ἡ χάρις· ὥστε καὶ ἄνοιαν ἐγκληθέντες, εἰκότως τοῦ πλείονος ἐστερήθησαν. Τί δ' ἂν καὶ αὐτοῖς ὀψισθεῖσιν ἐγένετο, καταμάθωμεν· τὸ ἴσον τοῦ μισθοῦ δηλονότι. Πῶς οὖν αἰτιῶνται τὸν ἐργοδότην, ὡς διὰ τὸ τῆς ἰσότητος ἄνισον; Ταῦτα πάντα τὴν τοῦ ἱδρῶτος ὑφαιρεῖ χάριν τοῖς πρώτοις, καὶ εἰ προκεκμήκασιν. Ἐξ ὧν συμβαίνει καὶ δικαίαν εἶναι τὴν τοῦ ἴσου διανομὴν, ἀντιμετρουμένης τῷ πόνῳ τῆς προαιρέσεως.
advantage, an equal wage having been given to the last also. You have freed us from trouble, whoever you are who say these things, having scarcely spoken out the secret of your delay; and while I do not praise you for your knavery, I praise you for your confession. But come here, and have the parable interpreted for you, that you may not be harmed by the Scriptures through inexperience. First, indeed, the discourse here is not about baptism, but about those who believe at different times and enter into the good vineyard, the Church. For from whatever day and hour each has believed, from that same is the work also demanded of him. Next, even if in the measure of toil those who entered before contributed more, yet not in the measure of purpose as well; and perhaps to the last, from this, even more was owed, even though the statement is somewhat paradoxical. For of their entering later, their also being called later to the dressing of the vineyard was the cause; but as for the rest, let us consider how great the difference is: the former did not believe beforehand, nor did they enter, before the wage had been agreed upon with them; whereas the latter came to the work without an agreement, which is a mark of greater faith. And the former were found to be of an envious and murmuring nature; whereas the latter are charged with nothing of the sort. And for the former that which was given was a wage, though they were evil, whereas for the latter it was grace; so that, being charged with folly as well, they were reasonably deprived of the greater share. And what would have happened to them also had they come late, let us learn: the equal amount of the wage, plainly. How then do they blame the employer of the work, as being unequal on account of his equality? All these things take away the grace of their sweat from the first, even if they have toiled beforehand. From which it follows that the distribution of the equal share is also just, the purpose being measured against the labour.
ΚΑʹ. Εἰ δὲ καὶ τὴν τοῦ λουτροῦ δύναμιν ἡ παραβολὴ σκιογραφεῖ, κατὰ τὴν σὴν ἐξήγησιν· τί κωλύσειε καὶ προεισελθόντα, καὶ καυσωθέντα, μὴ βασκαίνειν τοῖς τελευταίοις, ἵν' αὐτῷ τούτῳ πλέον ἔχῃς τῷ φιλανθρώπῳ, καὶ χρέος, ἀλλὰ μὴ χάριν λαβεῖν τὴν ἀντίδοσιν; Ἔπειτα εἰσελθόντας ἐκεῖ
21. But even if the parable shadows forth the power of the laver as well, according to your interpretation, what would hinder you, having both entered beforehand and borne the scorching heat, from not begrudging the last, that by this very loving-kindness you may have more, and receive the recompense as a debt, and not as a grace? Next, those who have entered there