Migne Reading Room

PG 35 · cols. 1148–1157 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:1148Read from the page
ΙΔʹ. Δέον κἀκείνους ποιεῖν διὰ τῆς ἑαυτῶν ἀπραγμοσύνης ἀσθενεστέρους. Οὕτω γὰρ ἂν μᾶλλον αὐτοῖς, ἢ πολεμοῦντες ὑπὲρ αὐτῶν ἐχαριζόμεθα. Νῦν δὲ οἱ μὲν συμμαχοῦσι καὶ συμμαχοῦνται λίαν ἐλεεινῶς, ὡς γοῦν ἐμοὶ δοκεῖ· ὥστε καὶ εἰς δύο μοίρας ἀντιπάλους ἤδη τὸν κόσμον ἀποκριθῆναι, καὶ τοῦτο σὺν πόνῳ μόγις, καὶ κατὰ μικρὸν συναχθέντα, καὶ πολλῶν αἵμασιν. Ὅσον δὲ εἰρηνικόν τε καὶ μέσον, ὑπ' ἀμφοτέρων πάσχει κακῶς, ἢ καταφρονούμενον, ἢ καὶ πολεμούμενον. Ὧν καὶ ἡμεῖς ὄντες σήμερον οἱ ταῦτα κατηγοροῦντες, καὶ διὰ τοῦτο τὴν καθέδραν ταύτην δεξάμενοι, τὴν ἐπίμαχον καὶ ἐπίφθονον· θαυμαστὸν οὐδὲν, εἰ ὑπ' ἀμφοτέρων ἐκτριβείημεν, καὶ σταίημεν ἐκ τοῦ μέσου μετὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ πόνους, ἵν' ἐγγύθεν ἀλλήλους βάλλωσι, καὶ παντὶ τῷ θυμῷ, μηδενὸς ὄντος ἐν μέσῳ διατειχίσματος καὶ κωλύματος. Ταῦτα οὖν ὁρίσαι καὶ στῆσαι μάλιστα μὲν Θεοῦ, τοῦ πάντα συνδέοντος· ἔπειτα δὲ καὶ ἀνθρώπων, ὅσοις τὸ καλὸν διεσπούδασται, καὶ τὸ τῆς ὁμονοίας ἀγαθὸν γνωρίζεται· ἀπὸ μὲν τῆς Τριάδος ἀρξάμενον, ἧς οὐδὲν οὕτως ἴδιον ὡς τὸ ἓν τῇ φύσει, καὶ πρὸς ἑαυτὴν εἰρηναῖον· μεταληφθὲν δὲ ὑπὸ τῶν ἀγγελικῶν καὶ θείων δυνάμεων, αἳ καὶ πρὸς Θεὸν καὶ πρὸς ἀλλήλας εἰρηνικῶς ἔχουσι· προελθὸν δὲ μέχρι πάσης τῆς κτίσεως, ἧς κόσμος τὸ ἀστασίαστον· ἐν ἡμῖν δὲ πολιτευσάμενον, κατὰ μὲν ψυχὴν τῇ τῶν ἀρετῶν ἀντακολουθήσει καὶ κοινωνίᾳ, κατὰ δὲ σῶμα τῇ τῶν μελῶν ἢ τῶν στοιχείων πρὸς ἄλληλα εὐαρμοστίᾳ καὶ συμμετρίᾳ· ὧν τὸ μὲν κάλλος, τὸ δὲ ὑγίεια ἔστι τε καὶ ὀνομάζεται.
XIV. Whereas we ought rather to make them weaker through our own abstention from meddling. For thus we would have done them a greater favour than by fighting on their behalf. But as it is, they ally themselves in war and take allies in war most pitiably, at least as it seems to me; so that the world has already been parted into two opposing factions, even after having been gathered together hardly with toil, and little by little, and by the blood of many. And whatever part is peaceable and moderate suffers ill from both sides, being either despised or even warred against. Among whom we also are today, we who censure these things, and who on this account have received this see, so contested and envied; it is no wonder if we should be worn away by both sides, and be put out of the way after our many sweats and toils, so that they may strike at one another at close quarters, and with all their wrath, there being no partition wall or hindrance in between. To define and stay these things, therefore, belongs above all to God, Who binds all things together; and next also to men, as many as are zealous for what is noble, and recognize the good of concord; beginning indeed from the Trinity, to Which nothing is so proper as unity in nature and peace towards Itself; shared next by the angelic and divine powers, which are peaceably disposed both towards God and towards one another; advancing also as far as the whole creation, whose ornament is freedom from faction; and governing life among us, as regards the soul by the mutual sequence and fellowship of the virtues, and as regards the body by the harmonious adjustment and symmetry of the members or the elements towards one another; of which the one both is and is called beauty, and the other health.
ΙΕʹ. Ἐπαινῶ δὲ εγωγε καὶ τὸ τοῦ Σολομῶντος, ὥσπερ παντὶ πράγματι, οὕτω δὲ καὶ πολέμῳ καὶ εἰρήνῃ νομοθετοῦντος καιρόν. Ἐκεῖνο προσθήσω μόνον, ἀμφοτέρων μὲν τὸν καιρὸν τηρητέον, ἐπειδὴ καὶ πολεμεῖν ἔστι ποτὲ καλῶς, κατὰ τὸν ἐκείνου νόμον καὶ λόγον· ἕως δ' ἂν ἐξῇ, πρὸς τὴν εἰρήνην μᾶλλον ἀποκλιτέον· τοῦτο γὰρ ὑψηλότερόν τε καὶ θεοειδέστερον. Ὡς ἔστιν ἄτοπον, ἰδίᾳ μὲν ἄριστον ὑπολαμβάνειν τό τῆς ὁμονοίας, δημοσίᾳ δὲ μὴ λυσιτελέστατον. Καὶ οἰκίαν μὲν καὶ πόλιν ταύτην ἄριστα διοικεῖσθαι, ἥτις ἂν μηδὲν ἢ ὡς ἐλάχιστα στασιάζῃ πρὸς ἑαυτὴν, ἢ τοῦτο πάσχουσα, τάχιστα ἐπανίῃ καὶ θεραπεύηται· τῷ δὲ κοινῷ τῆς Ἐκκλησίας ἄλλο τι βέλτιον εἶναι καὶ πρεπωδέστερον.
XV. And I for my part praise also the saying of Solomon, who appoints a season both for war and for peace, just as for every matter. This alone I shall add, that while the season of both must be observed, since it is possible at times even to make war nobly, according to his law and word, yet so long as it is permitted, one must incline rather towards peace; for this is both loftier and more godlike. Since it is absurd to suppose that in private the matter of concord is best, but in public not most advantageous; and that that household and city is best administered which engages in faction against itself not at all or as little as possible, or if it suffers this, returns and is healed most quickly; while for the commonwealth of the Church something else is better and more fitting.
Notes, col. 1148

On the reading

Printed εγωγε, for ἔγωγε.

Printed τό, for τὸ.

PG 35:1149Read from the page
Καὶ αὐτὸν μὲν ἕκαστον, ὅπως ἂν πρὸς ἑαυτὸν εἰρηνεύῃ, σπουδάζειν ( εἰρήνη δὲ τὸ καθ' ἕκαστον αἱρετὸν, καὶ ἡ κατὰ τῶν παθῶν δεσποτεία )· πρὸς δὲ τοὺς ἄλλους μὴ τὸν αὐτὸν φαίνεσθαι, ἀλλ' ἡγεῖσθαι δόξαν ἑαυτοῦ, τὴν τοῦ πλησίον κατάλυσιν. Καὶ τὸν μὲν Θεὸν ἀφιέναι κελεύειν καὶ τοῖς ἁμαρτάνουσιν εἰς ἡμᾶς, μὴ ὅτι ἑπτάκις, ἀλλὰ καὶ πολλάκις τοσοῦτον, ὡς τοῦ ἀφιέναι τὸ ἀφίεσθαι προξενοῦντος· ἡμᾶς δὲ καὶ τοῖς οὐδὲν ἀδικοῦσι προθυμότερον ἐπηρεάζειν, ἢ παρ' ἄλλων εὐεργετεῖσθαι. Καὶ τοσαύτην μὲν εἰδέναι τοῖς εἰρηνοποιοῖς ἀποκειμένην μακαριότητα, ὥστε καὶ υἱοὺς Θεοῦ προσαγορεύεσθαι μόνους ἐν τῇ τάξει τῶν σωζομένων· αὐτοὺς δὲ καὶ φιλέχθρως ἔχοντας, ἔπειτα οἴεσθαι καὶ φίλα πράττειν Θεῷ, τῷ παθόντι δι' ἡμᾶς, ἵνα πρὸς ἑαυτὸν εἰρηνεύσῃ, καὶ καταλύσῃ τὸν ἐν ἡμῖν πόλεμον.
And that each man himself should be zealous how he may be at peace with himself (for peace is what is desirable in each particular, and mastery over the passions), yet towards others should not appear the same, but account the ruin of his neighbour to be his own glory. And that God indeed commands us to forgive even those who sin against us, not only seven times, but even many times as much, since forgiving procures being forgiven; whereas we are more eager to deal abusively even with those who do us no wrong than to receive kindness from others. And that while we know such great blessedness is laid up for the peacemakers that they alone in the rank of those being saved are called sons of God, yet we ourselves, though even fond of enmity, then suppose that we are doing things pleasing to God, Who suffered for our sakes that He might make peace with Himself and dissolve the war among us.
ΙϚʹ. Μηδαμῶς, ὦ φίλοι καὶ ἀδελφοὶ, οὕτω διανοώμεθα. Αἰδεσθῶμεν τὸ δῶρον τοῦ εἰρηνικοῦ, τὴν εἰρήνην, ἣν ἐνθένδε ἀπιὼν ἀφῆκεν ἡμῖν, ὥσπερ ἄλλο τι ἐξιτήριον. Ἕνα πόλεμον εἰδῶμεν, τὸν κατὰ τῆς ἀντικειμένης δυνάμεως. Εἴπωμεν ἀδελφοὶ καὶ τοῖς μισοῦσιν ἡμᾶς, ἂν ἄρα δέχωνται. Συγχωρήσωμέν τι μικρὸν, ἵνα τὸ μεῖζον ἀντιλάβωμεν, τὴν ὁμόνοιαν. Ἡττηθῶμεν, ἵνα νικήσωμεν. Ὁρᾶτε νόμους ἀθλήσεως, καὶ παλαιστῶν ἀγωνίσματα, οἳ τῷ κάτω κεῖσθαι πολλάκις νικῶσι τοὺς ὑπερκειμένους. Τούτους ζηλώσωμεν, μὴ τῶν δαιτυμόνων τοὺς ἀπληστοτέρους, ἢ τῶν ἐμπόρων· ὧν οἱ μὲν ἀμέτρως ἐμφορηθέντες τῶν προκειμένων, οἱ δὲ τὴν ναῦν φορτίσαντες, θᾶττον ἐῤῥάγησαν καὶ συγκατέδυσαν, ἤ τι τῆς ἀπληστίας ἀπέλαυσαν, ἵνα μικρὰ κερδάνωσι, τὰ μεγάλα ζημιωθέντες. Ἐγὼ μὲν οὖν ταῦτα καὶ βοῶ καὶ διαμαρτύρομαι, καὶ τὸ τῆς Γραφῆς ποιῶν οὐ παύσομαι· Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω· καὶ γὰρ ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀναιρουμένοις, οἵτινες οὐ τραυματίαι μαχαίρας, οὐδὲ τραυματίαι λιμοῦ γινόμεθα, τραυματίαι δὲ φιλοδοξίας ἢ φιλαρχίας· ὡς μηδὲ τὸ ἐλεεῖσθαι μᾶλλον ἢ τὸ μισεῖσθαι συμβαίνειν τοῖς πίπτουσιν. Ὑμεῖς δὲ, εἰ μὲν δέχοισθε τοὺς ἐμοὺς λόγους, τοῦτο ἄμεινον ἀμφοτέροις· εἰ δὲ διαπτύοιτε καὶ ἀποπέμποισθε, νικῶντος τοῦ πάθους τὸν λογισμὸν, ἐμοὶ μὲν ἱκανῶς ἀφωσίωται καὶ τὰ πρὸς Θεὸν, καὶ τὰ πρὸς ἀνθρώπους· οὐδὲν γὰρ, οἶμαι, πλέον ζητήσει τις, οὐδὲ τῶν σφόδρα εἰρηνικῶν τε καὶ φιλοθέων· ὑμεῖς δ' ἂν εἰδείητε τὰ ἑξῆς. Οὐ γὰρ ἐγώ τι προσθήσω τῶν
XVI. By no means, O friends and brethren, let us be so minded. Let us reverence the gift of the Peaceable One, the peace which on departing hence He left to us, like some other farewell token. Let us know one war, that against the opposing power. Let us say "brethren" even to those who hate us, if indeed they will accept it. Let us yield some small thing, that we may receive in exchange the greater, concord. Let us be defeated, that we may conquer. See the laws of athletic contest, and the struggles of wrestlers, who by lying underneath oftentimes conquer those who lie above them. Let us emulate these men, not the more insatiable among banqueters or among merchants; of whom the former, having gorged themselves immoderately on what is set before them, and the latter, having overloaded their ship, have burst and sunk together sooner than they have enjoyed anything of their insatiability, suffering great loss in order that they might make small gains. I indeed, therefore, both cry aloud and protest these things, and I shall not cease doing that word of Scripture: For Sion's sake I shall not keep silent, and for Jerusalem's sake I shall not slacken; for my soul faints over those who are being slain, we who become wounded not of the sword, nor wounded of famine, but wounded of love of glory or love of rule; so that not even being pitied befalls those who fall, rather than being hated. And as for you, if you should accept my words, this is better for both sides; whereas if you should spit them out and send them away, passion conquering reason, for my part both my duty towards God and my duty towards men have been sufficiently discharged—for no one, I think, will seek anything more, not even of those who are exceedingly peaceable and lovers of God—and you yourselves will know what follows. For I shall not add anything of what is
PG 35:1152Read from the page
τραχυτέρων, ἐπειδὴ παίδων φείδεσθαι πατρικὸς νόμος. Ἀλλ' ἵλεω τύχοιτε καὶ εἰρηνικοῦ τοῦ μεγάλου κριτοῦ, νῦν τε καὶ ἐν ἡμέρᾳ ἀνταποδόσεως, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
harsher, since to spare children is a father's law. But may you find the great Judge propitious and peaceable, both now and in the day of requital, in Christ Himself our Lord; to Whom be the glory and the might unto the ages of the ages. Amen.
ΛΟΓΟΣ ΚΓʹ.
Oration XXIII.
Εἰρηνικὸς γʹ εἰς τὴν σύμβασιν, ἣν μετὰ τὴν σύστασιν ἐποιησάμεθα οἱ ὁμόδοξοι.
Third Eirenic Oration, on the reconciliation which after the conflict we who are of the same faith made.
Αʹ. Θερμὸς ὁ ζῆλος, πρᾶον τὸ Πνεῦμα, φιλάνθρωπον ἡ ἀγάπη, μᾶλλον δ' αὐτοφιλανθρωπία· μακρόθυμον ἡ ἐλπίς. Ὁ ζῆλος ἀνάπτει, τὸ Πνεῦμα πραΰνει, ἡ ἐλπὶς ἀναμένει, ἡ ἀγάπη συνδεῖ, καὶ οὐκ ἐᾷ σκεδασθῆναι τὸ ἐν ἡμῖν καλὸν, καὶ εἰ σκεδαστῆς ἐσμεν φύσεως, καὶ τριῶν ἓν, ἢ οὖσα μένει, ἢ κινηθεῖσα καθίσταται, ἢ ἀπελθοῦσα ἐπάνεισι· καθάπερ τῶν φυτῶν ἃ βίᾳ χερσὶ μετασπώμενα, εἶτ' ἀφιέμενα, πρὸς ἑαυτὰ πάλιν ἐπανατρέχει καὶ τὴν πρώτην ἑαυτῶν φύσιν, καὶ δείκνυσι τὸ οἰκεῖον, βίᾳ μὲν ἀποκλινόμενα, οὐ βίᾳ δὲ ἀνορθούμενα. Φύσει μὲν γὰρ πρόχειρον ἡ κακία, καὶ πολὺς ἐπὶ τὸ χεῖρον ὁ δρόμος, ῥοῦς κατὰ πρανοῦς τρέχων, ἢ καλάμη τις πρὸς σπινθῆρα καὶ ἄνεμον ῥᾳδίως ἐξαπτομένη, καὶ γινομένη φλὸξ, καὶ συνδαπανωμένη τῷ οἰκείῳ γεννήματι. Πῦρ γὰρ ὕλης γέννημα, καὶ δαπανᾷ τὴν ὕλην, ὡς τοὺς κακοὺς ἡ κακία, καὶ τῇ τροφῇ συναπέρχεται. Εἰ δέ τις ἐν ἕξει καλοῦ τινος γένοιτο, καὶ ἀπ' αὐτοῦ ποιωθείη, τὸ μεταπεσεῖν ἐργωδέστερον, ἢ γενέσθαι ἀπ' ἀρχῆς ἀγαθόν. Ἐπειδὴ καὶ χρόνῳ καὶ λόγῳ βεβαιωθὲν ἅπαν καλὸν, φύσις καθίσταται, καθάπερ καὶ ἡ ἐν ἡμῖν ἀγάπη, μεθ' ἧς λατρεύομεν τῇ ὄντως ἀγάπῃ, καὶ ἣν ἠγαπήσαμεν, καὶ παντὸς τοῦ βίου προεστησάμεθα.
I. Zeal is fervent, the Spirit is gentle, love is humane, or rather humanity itself; hope is long-suffering. Zeal kindles, the Spirit softens, hope awaits, love binds together and does not suffer the good within us to be scattered, even if we are of a scatterable nature, and one of three things happens: either being present it abides, or having been disturbed it settles down, or having departed it returns; just as those plants which, when pulled aside by force with the hands and then let go, run back again towards themselves and their own first nature, and show what is native to them, being bent aside by force, yet righted without force. For by nature wickedness is ready at hand, and great is the course towards the worse, a stream running down a steep slope, or some stubble easily kindled before a spark and wind, and becoming a flame, and consumed together with its own offspring. For fire is the offspring of matter, and consumes the matter, as wickedness consumes the wicked, and passes away together with its fuel. Whereas if anyone should come to be in the habit of some good thing, and be qualified by it, to fall away is more difficult than to become good from the beginning. Since every good thing confirmed by both time and reason becomes nature, just like the love within us, wherewith we worship Him Who is truly Love, and which we have loved and set at the head of all our life.
Βʹ. Ποῦ τοίνυν οἱ τὰ ἡμέτερα τηροῦντες ἐπιμελῶς, εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα, οὐχ ἵνα κρίνωσιν, ἀλλ' ἵνα κακίσωσιν· οὐδ' ἵνα συνησθῶσιν, ἀλλ' ἵν' ἐφησθῶσι, καὶ τὰ μὲν καλὰ συκοφαντήσωσι, τὰ δὲ φαῦλα ἐκτραγῳδήσωσι, καὶ ἀπολογίαν ἔχωσι τῶν οἰκείων κα-
II. Where then are those who watch our affairs carefully, both when they stand well and when they stand otherwise, not that they may judge, but that they may revile; nor that they may rejoice with us, but that they may gloat over us, and traduce what is noble, while declaiming tragically over what is base, and have an excuse for their own
PG 35:1153Read from the page
κῶν, τὰ τῶν πλησίον τραύματα ; εἴθε δικαίως κρίνοντες ! Ἦν γὰρ ἄν τι καὶ χολῆς ὄφελος, κατὰ τὴν παροιμίαν, εἰ φόβῳ τῶν ἐχθρῶν ὑπῆρχεν εἶναι ἀσφαλεστέρους· νῦν δὲ μετὰ τῆς ἔχθρας, καὶ τῆς ἐπισκοτούσης τοῖς λογισμοῖς κακίας, ὑφ' ἧς οὐδὲ ὁ ψόγος ἔχει τὸ ἀξιόπιστον. Ποῦ τοίνυν οἱ μισοῦντες ἐπίσης καὶ θεότητα καὶ ἡμᾶς ; τοῦτο γὰρ ὧν πάσχομεν τὸ μεγαλοπρεπέστατον, ὅτι μετὰ Θεοῦ κινδυνεύομεν. Ποῦ ποτε ἡμῖν οἱ τῶν ἰδίων πρᾶοι κριταὶ, τῶν δὲ ἀλλοτρίων ἀκριβεῖς ἐξετασταὶ, ἵνα κἀνταῦθα ψεύδωνται τὴν ἀλήθειαν ; Ποῦ ποτε ἡμῖν οἱ τὰ τραύματα ἔχοντες, καὶ τοὺς μώλωπας ὀνειδίζοντες ; οἱ τὰ προσκόμματα διασύροντες, καὶ τὰ πτώματα αὐτοὶ πάσχοντες ; οἱ τῷ βορβόρῳ ἐγκαλινδούμενοι, καὶ τοῖς σπίλοις ἡμῶν ἐπευφραινόμενοι ; οἱ ταῖς δοκοῖς τυφλώττοντες, καὶ τὰ κάρφη προφέροντες, ἃ μήτε λυπεῖ λίαν ἐγκείμενα, μήτε χαλεπὸν ἀποσκευασθῆναι καὶ ἀποφυσηθῆναι τῆς ὄψεως
evils, the wounds of their neighbours? Would that they judged justly! For there would have been some benefit even from gall, according to the proverb, if through fear of our enemies it were possible to be more secure; whereas now along with their enmity goes also the wickedness that darkens their reasonings, whereby not even their censure holds credibility. Where then are those who hate equally both the Godhead and us? For of the things we suffer this is the most magnificent, that we are endangered together with God. Where ever for us are the gentle judges of their own affairs, yet exact examiners of others' affairs, that here too they may belie the truth? Where ever for us are those who have the wounds, and reproach the bruises? Those who carp at stumbling-blocks, and themselves suffer the falls? Those who wallow in the mire, and rejoice over our spots? Those who are blinded by the beams, and bring forward the motes, which neither pain very much when lodged within, nor are hard to be cleared away and blown off from the sight?
Γʹ. Δεῦρο μετάσχετε τῶν ἀποῤῥήτων τῶν ἡμετέρων· καλοῦμεν ὑμᾶς εἰς τὸ συνέδριον, καὶ μισούμενοι· χρώμεθα διαιτηταῖς τοῖς ἐχθροῖς, (ὢ τῆς αὐθαδείας, ἢ τῆς παῤῥησίας !) ἵν' ἀπέλθητε ᾐσχυμμένοι καὶ ἡττημένοι, (τί τούτων παραδοξότερον ;) μαθόντες ἡμῶν τὴν ὑγίειαν ἐξ ὧν ἠῤῥωστήσαμεν. Οὐ γὰρ περὶ θεότητος διηνέχθημεν, ἀλλ' ὑπὲρ εὐταξίας ἠγωνισάμεθα· οὐδ' ὁποτέραν δεῖ τῶν ἀσεβειῶν ἑλέσθαι μᾶλλον ἠμφισβητήσαμεν, εἴτε τὴν συναιροῦσαν Θεὸν, ἢ τὴν τέμνουσαν, εἴτε τὸ Πνεῦμα μόνον ἀπὸ τῆς θεϊκῆς οὐσίας, εἴτε καὶ τὸν Υἱὸν πρὸς τῷ Πνεύματι, τὴν μίαν μοῖραν, ἢ τὰς δύο τῆς ἀσεβείας. Ταῦτα γὰρ, ὡς ἐν κεφαλαίῳ περιλαβεῖν, τὰ νῦν ἀῤῥωστήματα· ἐπειδὴ ἀναβάσεις ἐν τῇ καρδίᾳ τίθενται, οὐχ ὁμολογίας, ἀλλ' ἀρνήσεως· οὐδὲ θεολογίας, ἀλλὰ βλασφημίας. Ἄλλος γὰρ ἄλλου φιλοτιμότερος ἐν τῷ πλούτῳ τῆς ἀσεβείας, ὥσπερ δεδοικότες, οὐ τὸ ἀσεβεῖν, ἀλλὰ τὸ μέτρια καὶ ἑτέρων φιλανθρωπότερα.
III. Come hither, share in our secrets; we call you into the council-chamber, even though we are hated; we use our enemies as arbitrators (O what self-will, or what boldness of speech!), that you may depart ashamed and defeated (what could be more paradoxical than these things?), having learned our health from the things wherein we were infirm. For we did not differ concerning the Godhead, but contended on behalf of good order; nor did we dispute which of the two impieties one ought rather to choose, whether that which contracts God, or that which severs either the Spirit alone from the divine essence, or the Son as well in addition to the Spirit—the one share or the two shares of impiety. For these, to sum them up under a head, are the present infirmities; since they set ascents in their heart, not of confession, but of denial; nor of theology, but of blasphemy. For one man is more ambitious than another in the wealth of impiety, as though fearing not to be impious, but to be moderate and more humane than others.
Δʹ. Ἡμεῖς δ' οὐχ οὕτως. Ἀλλ' ὑπὲρ μὲν θεότητος συμφρονοῦμέν τε καὶ συμβαίνομεν, οὐχ ἧττον ἢ πρὸς ἑαυτὴν ἡ θεότης, εἰ μὴ μέγα τοῦτο εἰπεῖν, καὶ γεγόναμεν χεῖλος ἓν καὶ φωνὴ μία, ἐναντίως ἢ οἱ τὸν πύργον οἰκοδομοῦντες τὸ πρότερον. Οἱ μὲν γὰρ ἐπὶ κακῷ συνεφρόνουν· ἡμῖν δὲ ἐπὶ παντὶ βελτίστῳ τὰ τῆς ὁμονοίας, ἵν' ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, καὶ τοῦτο λέγηται περὶ ἡμῶν, ὅτι ὄντως ὁ Θεὸς ἐν ἡμῖν ἐστιν, ὁ τοὺς ἑνοῦντας αὐτὸν ἑνῶν, καὶ δο-
IV. But we are not so. Rather, on behalf of the Godhead we are both of one mind and in agreement, no less than the Godhead is towards Itself, if it be not too great a thing to say this, and we have become one lip and one voice, contrariwise to those who built the tower formerly. For they were of one mind for evil; whereas with us the matters of concord are for everything that is best, that with one accord in one mouth we may glorify the Father, and the Son, and the Holy Spirit, and that this may be said concerning us, that truly God is among us, uniting those who unite Him, and glo-
PG 35:1156Read from the page
ξάζων τοὺς δοξάζοντας· καὶ μὴ λέγηται μόνον, ἀλλὰ καὶ πιστεύηται. Ἄλλα δέ ἐστιν ὑπὲρ ὧν διηνέχθημεν· κακῶς μὲν καὶ περὶ τούτων, οὐ γὰρ ἀρνήσομαι (ἐχρῆν γὰρ μηδεμίαν διδόναι τῷ πονηρῷ πάροδον ἢ λαβὴν, μηδὲ ταῖς πονηραῖς γλώσσαις ἐλευθερίαν), πλὴν οὐ τοσοῦτον, ὅσον δοκεῖ τοῖς τὰ ἡμέτερα διαβάλλουσιν. Ἐπειδὴ γὰρ ἔδει τι καὶ ἁμαρτάνειν, ὄντας ἀνθρώπους, τοῦτό ἐστιν ὃ ἐπταίσαμεν, λίαν φιλοποίμενες γεγόναμεν, καὶ οὐκ ἔχομεν εὑρεῖν ἀγαθῶν δύο τὸ αἱρετώτερον, ἕως συνέβημεν ἀμφότερα ἐπίσης θαυμάζειν. Τοῦτο ἡμῶν τὸ ἔγκλημα· περὶ τούτων ἡμᾶς ὁ βουλόμενος εὐθυνέτω ἢ ἀφιέτω· τοῦτο τῶν αἱρετικῶν ἡ ἀσφάλεια· ὑπὲρ δὲ τοῦτο οὐδὲν, οὐδ' ἂν σφόδρα βούλησθε. Μυῖαι σαπριοῦσιν ἔλαιον, φησὶν ὁ εἰπὼν, ἐννεκρούμεναί τε καὶ ἐνσηπόμεναι· τὰ δὲ καλὰ ὁ φθόνος βουλήσεται μὲν, οὐ δυνήσεται δέ. Πάντων γὰρ ἰσχυρότατον, ὡς τῷ Ἔσδρᾳ κἀμοὶ δοκεῖ, ἡ ἀλήθεια.
rifying those who glorify Him; and that it may not be said only, but also believed. Yet there are other things over which we differed; badly indeed even concerning these, for I shall not deny it (since we ought to have given no entry or handle at all to the evil one, nor freedom to wicked tongues), save not so much as seems to those who slander our affairs. For since it was necessary that we too should sin somewhat, being men, this is wherein we stumbled: we became exceedingly fond of our pastors, and could not find which of two good men was the more desirable, until we came to agree in admiring both equally. This is our charge; concerning these things let whoever wishes call us to account or acquit us; this is the security of the heretics; but beyond this there is nothing, not even if you should wish it ever so much. Flies will corrupt oil, says he who spoke it, dying in it and rotting in it; whereas envy will wish to corrupt noble things, yet will not be able. For strongest of all things, as seems both to Esdras and to me, is truth.
Εʹ. Τὰ μὲν οὖν ἡμέτερα ἡμεῖς ἐν ἡμῖν αὐτοῖς καὶ διαλελύμεθα, καὶ διαλυσόμεθα. Οὐ γὰρ οἷόν τε παῖδας πατράσι δικάσαι κακῶς, καὶ ἅμα τῆς κοινῆς Τριάδος μεσιτευούσης, ὑπὲρ ἧς πολεμούμεθα, καὶ δι' ἣν οὐ πολεμήσομεν. Ἐγὼ τῆς εἰρήνης ἐγγυητὴς, ὁ μικρὸς τοῦ τοσούτου πράγματος, ἐπειδὴ ταπεινοῖς δίδωσι χάριν ὁ Κύριος, ταπεινοῖ δ' ὑψηλοὺς ἕως γῆς. Ὑμῖν δὲ τί τοῦτο τοῖς κοινοῖς ἡμῶν διαλλακταῖς ; διαλλακταὶ γάρ ἐστε, καὶ ἀκουσίως τοῦτο χαρίζεσθε. Οὐ γὰρ ὑμεῖς εὐσεβεῖς, εἰ κακοὶ περί τι μικρὸν ἢ μεῖζον ἡμεῖς· ἀλλ' ἡμεῖς μὲν οὐκ ἐπαινετοὶ τῆς κακίας, εἴπερ τι πταίομεν, ὑμεῖς δὲ οὐδὲν ἧττον ἀσεβεῖς, κἂν ἡμεῖς ἁμαρτάνωμεν, εἰ μὴ καὶ μᾶλλον, ὅσῳ καὶ πταιόντων ἐστὲ βαρύτεροι. Καὶ ἵν' εἰδῆτε τὰ πάντα συμφρονοῦντας ἡμᾶς, καὶ διὰ τούτων ὅτι καὶ ἀεὶ συμφρονήσομεν μάθητε, πέπεικε μὲν, ὡς οἶμαι, καὶ τὸ ὁρώμενον, πατὴρ εὐγνώμων, καὶ παῖς εὐπειθὴς, ἀλλήλοις συγκαθεζόμενοι καὶ συμπρέποντες· καὶ εἴ τι ζώπυρον ἐν ὑμῖν ὑπῆρχεν εὐνοίας τε καὶ συμπνοίας, τοῦτο ἀνάψαντες, πειθέτω δὲ καὶ ὁ λόγος. Τοῦ μὲν οὖν ἀκηκόατε, καὶ τὸ θαῦμα ἔνηχον ἔτι ταῖς ἐμαῖς ἀκοαῖς· καὶ οἶδ', ὅτι μεῖζον ἐν ὑμῖν τοῦ εἰς τὸν ἀέ-
V. Our own differences, therefore, we have both settled among ourselves, and shall settle. For it is not possible that children should judge ill for fathers, especially when the common Trinity mediates, on Whose behalf we are warred against, and for Whose sake we shall not make war. I am the surety of peace, small as I am for so great a matter, since the Lord gives grace to the humble, and humbles the lofty to the ground. But what is this to you, our common reconcilers? For reconcilers you are, and unwillingly you grant us this favour. For you are not pious if we are bad concerning some small or greater thing; rather, while we are not praiseworthy for wickedness, if indeed we stumble at all, you are nonetheless impious even if we sin, if not even more so, inasmuch as you are harsher even than those who stumble. And that you may know us to be of one mind in all things, and through these may learn that we shall also always be of one mind, even what is seen has persuaded you, as I think—a kindly father and an obedient son sitting together and suiting one another—having kindled whatever spark of goodwill and harmony was in you, and let speech also persuade you. The one, then, you have heard, and the wonder still rings in my ears; and I know that in you it is greater than that which into the air-
PG 35:1157Read from the page
ρα χεθέντος, τὸ ἐν ταῖς ψυχαῖς ἀποκείμενον· ἡμῶν δὲ ἀκούσεσθε πάλιν, εἰ πάλιν ποθεῖτε· καὶ εἰ μή τῳ πρὸς ἀπόδειξιν ἱκανὰ τὰ δημοσιευθέντα πολλάκις, καὶ οἱ πειρασμοὶ, καὶ οἱ λιθασμοὶ, οὕς τε ἤδη πεπόνθαμεν, καὶ οἷς ηὐτρεπίσμεθα, οὐ τὸ παθεῖν ζημίαν, τὸ δὲ μὴ παθεῖν κρίνοντες· καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τῶν ὑπὲρ Χριστοῦ κινδύνων γεγεύσμεθα, ὧν καὶ καρπιν ἄριστον ἠνεγκάμεθα, τὴν τοῦ λαοῦ τοῦδε συναύξησιν.
poured out into the air, is that which is laid up in your souls; and you shall hear us again, if again you desire it; and if for anyone the things published many times are not sufficient for proof, both the trials and the stonings, both those which we have already suffered and those for which we have been made ready, judging not the suffering to be a loss, but the not suffering; and all the more, the more we have tasted of the dangers for Christ's sake, from which we have also borne the best fruit, the increase of this people.
Ϛʹ. Τί οὖν βούλεσθε; Πέπεισθε τοῦτο, καὶ οὐδὲν δεῖ πραγμάτων ἡμῖν, οὐδὲ θεολογίας δευτέρας, καὶ φείδεσθε τῆς ἐμῆς ἀσθενείας, ὑφ' ἧς ὑμῖν καὶ ταῦτα μόλις φθέγγομαι; ἢ δεῖ, καθάπερ ταῖς βαρείαις τῶν ἀκοῶν, πολλάκις τὸν αὐτὸν ἐνηχεῖν λόγον, ἵνα τῷ ἐπιμόνῳ γοῦν τῆς φωνῆς, εἰς ὦτα λαλήσωμεν ἀκουόντων; δοκεῖτέ μοι τὸν λόγον προκαλεῖσθαι διὰ τῆς ἡσυχίας. Καὶ γὰρ τὴν σιωπὴν συγκατάθεσιν εἶναι, διδάσκει καὶ ἡ παροιμία. Οὐκοῦν δέξασθε λόγον ἀμφοτέρων, ἐκ μιᾶς ψυχῆς καὶ ἑνὸς στόματος. Ἄχθομαι δὲ, ὅτι μὴ ἐπί τι ὄρος τῶν ὑψηλῶν ἀνελθὼν, μηδὲ φωνὴν λαβὼν τῆς ἐπιθυμίας ἀξίαν, πᾶσιν ὁμοῦ τοῖς φρονοῦσι κακῶς ταῦτα φθέγγομαι, ὥσπερ ἐν κοινῷ θεάτρῳ τῇ οἰκουμένῃ· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος, οὐ μίαν, οὐδ' ἁπλῆν θεότητος φύσιν εἰσάγοντες, ἀλλ' ἤτοι τρεῖς ἀπεξενωμένας ἀλλήλων καὶ διεσπασμένας, οὐ θαυμαστὸν δὲ εἰπεῖν, καὶ μαχομένας ὑπερβολαῖς καὶ ἐλλείψεσιν· ἢ μίαν μὲν, μικροπρεπῆ δέ τινα καὶ στενὴν, οὐκ ἔχουσαν τὸ μεγάλων εἶναι ἀρχὴν, ὥσπερ οὐ δυνηθεῖσαν, ἢ οὐ θελήσασαν· καὶ τοῦτο διχῶς, ἢ διὰ φθόνον, ἢ διὰ φόβον· τὸ μὲν, ἵνα μή τι ὁμότιμον συνεισάγηται, τὸ δὲ, ἵνα μὴ ἐχθρὸν καὶ μαχόμενον; Καίτοι ὅσῳ τιμιώτερον Θεὸς κτισμάτων, τοσούτῳ μεγαλοπρεπέστερον τῇ πρώτῃ αἰτίᾳ, θεότητος εἶναι ἀρχὴν, ἢ κτισμάτων· καὶ διὰ θεότητος μέσης ἐλθεῖν ἐπὶ τὰ κτίσματα, ἢ τοὐναντίον, τούτων ἕνεκεν ὑποστῆναι θεότητα, ὃ δοκεῖ τοῖς λίαν ἐξεταστικοῖς τε καὶ μετεώροις.
VI. What then do you wish? Have you been persuaded of this, and is there no need of trouble for us, nor of a second discourse on theology, and do you spare my weakness, on account of which I barely utter even these things to you? Or must we, just as into heavy ears, sound the same word many times, so that by the persistence at least of the voice we may speak into the ears of those who hear? You seem to me to invite the discourse through your quietness. For indeed that silence is assent, the proverb also teaches. Receive therefore a discourse of us both, from one soul and one mouth. Yet I am grieved that I have not gone up upon some high mountain, nor taken a voice worthy of my desire, that I might utter these things at once to all who think ill, as though in the common theatre of the inhabited world: Sons of men, how long are you heavy of heart? Why do you love vanity, and seek falsehood (Ps. 4:3), introducing not one nor a simple nature of Godhead, but either three alienated from one another and torn apart, and, it is no wonder to say, even warring by excesses and defects; or else one indeed, yet a petty and narrow one, not having it in itself to be the principle of great things, as though it could not or would not; and this in two ways, either through envy or through fear: the one, lest something of equal honour be introduced along with it, the other, lest something hostile and warring be introduced? And yet by as much as God is more precious than creatures, by so much is it more magnificent for the First Cause to be the principle of Godhead than of creatures; and through a mediating Godhead to come to the creatures, rather than the contrary, that for their sake Godhead should subsist, which seems good to those who are overly inquisitive and lofty-minded.
Ζʹ. Εἰ μὲν γὰρ ἐμέλλομεν, Υἱοῦ καὶ Πνεύματος τὴν ἀξίαν ὁμολογοῦντες, ἢ ἄναρχα ταῦτα εἰσάγειν, ἢ εἰς ἑτέραν ἀρχὴν ἀνάγειν, δέος ἂν ἦν ὄντως μὴ ἀτιμασθῇ Θεὸς, ἢ κινδυνεύσῃ παρ' ἡμῶν τὸ ἀντίθεον Εἰ δὲ ὅσον ἂν ἐξαίρῃς τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα,
VII. For if we were about, while confessing the dignity of the Son and of the Spirit, either to introduce these as unoriginate, or to refer them to another principle, there would truly be fear lest God be dishonoured, or that what is opposed to God be hazarded by us. But if, however much you exalt the Son or the Spirit,
Notes, col. 1157

On the reading

Printed ρα χεθέντος, for παραχεθέντος.

Printed καρπιν, for καρπὸν.