Migne Reading Room

PG 35 · cols. 1136–1145 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:1136Read from the page
Δʹ. Ἡμᾶς δὲ εἴ τις ἐρωτήσειε, Τί τὸ τιμώμενον ὑμῖν καὶ προσκυνούμενον; πρόχειρον εἰπεῖν· Ἡ ἀγάπη. Ὁ γὰρ Θεὸς ἡμῶν ἡ ἀγάπη ἐστί. Ῥῆσις τοῦ ἁγίου Πνεύματος· καὶ τοῦτο χαίρει μᾶλλον ἀκούων, ἤ τι ἄλλο, ὁ Θεός. Τί δαὶ νόμου καὶ προφητῶν κεφάλαιον; οὐκ ἄλλο ἢ τοῦτο συγχωρήσειεν ὁ εὐαγγελιστὴς ἀποκρίνασθαι. Τί δήποτε οὖν οἱ τῆς ἀγάπης, οὕτω μισοῦμέν τε καὶ μισούμεθα; καὶ οἱ τῆς εἰρήνης, πολεμοῦμεν ἀκήρυκτά τε καὶ ἀκατάλλακτα; καὶ οἱ τοῦ ἀκρογωνιαίου, διιστάμεθα; καὶ οἱ τῆς πέτρας, σειόμεθα; καὶ οἱ τοῦ φωτὸς, ἐσκοτίσμεθα; καὶ οἱ τοῦ Λόγου, τοσαύτης ἐσμὲν σιγῆς, ἢ ἀλογίας, ἢ παραπληξίας, ἢ, οὐκ οἶδ' ὅ τι καὶ ὀνομάσω, μεστοί· ὥστε τροφῆς μὲν, καὶ ὕπνου, καὶ ᾠδῆς κόρος ἐστὶ, καὶ τῶν αἰσχίστων, ὡς λέγουσι· καὶ πλησμονὴ πάντων, οὐ τῶν ἀλγεινῶν μόνον, ἀλλ' ἤδη καὶ τῶν ἡδίστων, καὶ πάντα εἰς ἄλληλα περιχωρεῖ τε καὶ περιτρέπεται· ἡμῖν δ' οὐδεὶς ὅρος τοῦ βάλλειν καὶ βάλλεσθαι, οὐ τοῖς ἑτεροδοξοῦσι μόνον, καὶ κατὰ τὸν τῆς πίστεως λόγον διεστηκόσιν (ἧττον γὰρ ἂν ἦν ἀλγεινὸν, καὶ ὁ ζῆλος, ἀπολογία πραγμάτων ἐπαινουμένων, ἐὰν ἐν ὅροις ἱστῆται)· ἤδη δὲ καὶ τοῖς ὁμοδόξοις, καὶ πρὸς τοὺς αὐτοὺς, καὶ ὑπὲρ τῶν αὐτῶν στασιάζουσι (τοῦτο γὰρ τὸ μοχθηρότατον, ἢ ἐλεεινότατον).
4. And if someone should ask us, What is that which is honoured and worshipped by you? it is ready to hand to say: Love. For our God is love (1 John 4:16). A saying of the Holy Spirit; and God rejoices more in hearing this than anything else. What then is the chief point of the law and the prophets? The evangelist would not allow us to answer anything other than this (Matt. 22:36 ff.). Why ever then do we, the men of love, thus both hate and are hated? and we, the men of peace, wage unheralded and irreconcilable wars? and we, the men of the cornerstone, stand divided? and we, the men of the rock, are shaken? and we, the men of the light, have been darkened? and we, the men of the Word, are full of so great silence, or irrationality, or madness, or, I know not what even to name it; so that of food indeed, and sleep, and song there is satiety, and of the most shameful things, as they say; and a surfeit of all things, not only of the painful, but now even of the sweetest, and all things pass round into one another and are turned about; whereas for us there is no limit of striking and being struck, not only for those who hold different opinions, and stand divided according to the doctrine of the faith (for it would have been less painful, and zeal is a defence of praised things, if it stands within bounds); but now even for those of the same opinion, who are at variance both against the same men and on behalf of the same things (for this is the most wicked, or most pitiable thing).
Εʹ. Καὶ τὸ αἴτιον τί; Φιλαρχία τυχὸν, ἢ φιλοχρηματία, ἢ φθόνος, ἢ μῖσος, ἢ ὑπεροψία, ἤ τι τῶν, ὅσα μηδὲ τοὺς ἀθέους ὁρῶμεν πάσχοντας· καὶ τὸ χάριεν, ἡ τῶν ψήφων μετάθεσις. Ὅταν ἁλῶμεν, εὐσεβεῖς ἐσμεν καὶ ὀρθόδοξοι, καὶ καταφεύγομεν ψευδῶς ἐπὶ τὴν ἀλήθειαν, ὡς ὑπὲρ πίστεως στασιάζοντες· καὶ τοῦτο μόνον ἐπαινετὸν ποιοῦμεν, ὡς ἐν κακοῖς, εἰ μὴ καὶ λίαν αἰσχρὸν, ὅτι τὴν κακίαν ἐρυθριῶντες, ἐπὶ σεμνότερον ὄνομα μεταβαίνομεν, τὴν εὐσέβειαν. Ἐμβρόντητε καὶ πολύτροπε, εἴποι τις ἂν, καὶ πλάσμα τοῦ Πονηροῦ καὶ τοῦ σοφιστοῦ τῆς κακίας, ὅστις ποτὲ εἶ ὁ τοῦτο πάσχων, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἀνοητότατε· οὗτός σοι χθὲς ἦν εὐσεβὴς, καὶ πῶς ἀσεβὴς σήμερον, μηδὲν προσθεὶς, μηδὲ ἀφελῶν, μήτε ῥήματι, μήτε πράγματι, ἀλλ' ἐπὶ τῶν αὐτῶν ἱστάμενος· ὃς ἀναπνεῖ τὸν αὐτὸν ἀέρα, καὶ τοῖς αὐτοῖς ὄμμασι προσβλέπει τὸν αὐτὸν ἥλιον· εἰ βούλει δὲ, ὡς περὶ ἀριθμῶν ἢ μέτρων ἐρωτηθεὶς, οὐκ ἄλλο τι ἢ ταυτὸν ἀποκρίνεται; Ἀλλὰ καὶ πόρνος σοι σήμερον, ὁ χθὲς Ἰωσὴφ (προβαίνει
5. And what is the cause? Love of rule perhaps, or love of money, or envy, or hatred, or arrogance, or some one of the things which we do not see even the godless suffering; and the charming thing is the shifting of the pebbles. Whenever we are caught, we are pious and orthodox, and we flee falsely to the truth, as though being at variance on behalf of faith; and this alone we do that is praiseworthy, as among evils, unless it is even exceedingly shameful, that blushing at wickedness, we pass over to a more solemn name, piety. O thunderstruck and versatile man, someone might say, and creature of the Evil One and of the sophist of wickedness, whoever you ever are that suffer this, or, to speak more truly, most senseless man: this man was pious for you yesterday, and how is he impious today, having added nothing, nor taken away anything, neither in word nor in deed, but standing upon the same things; who breathes the same air, and looks upon the same sun with the same eyes; and if you will, when questioned as though concerning numbers or measures, answers nothing else than the same thing? Nay, even a fornicator for you today is he who yesterday was Joseph (for
Notes, col. 1136

On the reading

Printed ἀφελῶν, for ἀφελὼν.

PG 35:1137Read from the page
γὰρ καὶ μέχρι τούτων ἡ ἔρις, ὥσπερ τις φλὸξ διὰ καλάμης θέουσα, καὶ τὰ κύκλῳ περιλαμβάνουσα)· καὶ Ἰούδας σήμερον, ἢ Καϊάφας, ὁ χθὲς Ἠλίας, ἢ Ἰωάννης, ἤ τις ἄλλος τῶν μετὰ Χριστοῦ τεταγμένων, καὶ τὴν αὐτὴν ζώνην περικειμένων, καὶ τὸ αὐτὸ ἀμπεχομένων φαιὸν ἢ μέλαν τριβώνιον, ὃ σεμνότης βίου προβάλλεται, κατά γε τὸν ἐμὸν νόμον καὶ λόγον. Καὶ τὸ καλὸν ἄνθος τῶν ὑψηλῶν, τὴν ὠχρότητα, ἢ τὸ τῆς φωνῆς εὔτακτον καὶ ἡσύχιον, ἢ τὸ τοῦ βαδίσματος ἐμβριθές τε καὶ ἥμερον, χθὲς μὲν φιλοσοφίαν, σήμερον δὲ κενοδοξίαν προσηγορεύσαμεν· καὶ τὴν αὐτὴν κατὰ πνευμάτων ἢ νόσων δύναμιν, ποτὲ μὲν τῷ Ἰησοῦ, ποτὲ δὲ τῷ Βεελζεβοὺλ προσεθήκαμεν, καὶ χρώμεθα τούτων οὐ δικαίᾳ στάθμῃ, τῇ φιλονεικίᾳ καὶ τῷ θυμῷ
strife advances even as far as these things, just like some flame running through stubble, and encompassing the things round about); and Judas today, or Caiaphas, is he who yesterday was Elias, or John, or someone else of those marshalled with Christ, and girded with the same belt, and clad in the same grey or black threadbare cloak, which gravity of life puts forward, at least according to my law and reckoning. And the fair flower of the lofty, paleness, or the orderliness and quietness of the voice, or the gravity and gentleness of the gait, yesterday indeed we called philosophy, and today vainglory; and the same power against spirits or diseases, at one time indeed we attributed to Jesus, and at another time to Beelzebul, and we use an unjust balance for these things, contentiousness and wrath.
Ϛʹ. Καὶ ὥσπερ ἡ αὐτὴ γῆ ἕστηκε μὲν τοῖς ἐῤῥωμένοις καὶ οὐ πεπονθόσι, κινεῖται δὲ τοῖς ἰλιγγιῶσι καὶ περιτρεπομένοις, τοῦ τῶν ὁρόντων πάθους ἐπὶ τὸ ὁρώμενον μεταβαίνοντος· εἰ βούλει δὲ, ὥσπερ τὸ αὐτὸ τῶν κιόνων διάστημα, πλεῖον μὲν τοῖς ἐγγυτέρω καὶ προσεχέσιν, ἔλαττον δὲ τοῖς ποῤῥωτέρω φαίνεται, κλεπτομένου τοῦ ἀέρος τῷ διαστήματι, καὶ συναπτούσης τῆς ὄψεως τὰ παχύτερα· οὕτω καὶ ἡμεῖς ῥᾳδίως ἐξαπατώμεθα διὰ τὴν ἔχθραν, καὶ περὶ τῶν αὐτῶν οὐ τὰ αὐτὰ, φίλοι τε ὄντες καὶ μὴ, γινώσκομεν· καὶ χειροτονεῖ ῥᾳδίως ἡμῖν πολλοὺς μὲν ἁγίους, πολλοὺς δ' ἀθέους παρὰ τὸ εἰκὸς ὁ καιρὸς, μᾶλλον δὲ πάντας ἀθλίους· οὐ μόνον τῷ πρὸς πονηρὸν παράδειγμα βλέπειν ἡμᾶς (ἐπειδὴ πρόχειρον ἡ κακία καὶ δίχα τοῦ ἕλκοντος), ἀλλ' ὅτι καὶ πᾶσι πάντα συγχωροῦμεν ἑτοίμως ὑπὲρ ἑνὸς τοῦ συμμαίνεσθαι. Καὶ πρότερον μὲν οὐδὲ ῥῆμα τῶν περιττῶν τι φθέγγεσθαι τῶν ἀκινδύνων ἦν, νῦν δὲ λοιδορούμεθα καὶ τοῖς εὐσεβεστάτοις· καὶ ποτὲ μὲν οὐδ' ἀναγινώσκειν ἔξω νόμον ἐξῆν, οὐδ' ὁμολογίας ἐπικαλεῖσθαι (τὸ δέ ἐστιν, ὡς ἐμοὶ δοκεῖ, τὴν τοῦ λαοῦ συγκατάθεσιν)· νῦν δὲ καὶ τῶν ἀποῤῥήτων τοῖς βεβήλοις χρώμεθα διαιτηταῖς, ῥιπτοῦντες τὰ ἅγια τοῖς κυσὶ, καὶ βάλλοντες τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Οὐ μόνον δὲ, ἀλλὰ καὶ τὰς ἀκοὰς αὐτῶν ἑστιῶμεν ταῖς κατ' ἀλλήλων ὕβρεσι· καὶ οὐδ' ἐκεῖνο δυνάμεθα συνορᾷν, ὅτι οὐκ ἀσφαλὲς ὅπλον ἐχθρῷ πιστεύειν, οὐδὲ μισοῦντι Χριστιανοὺς κατὰ Χριστιανοῦ λόγον. Ὃ γὰρ σήμερον ὠνειδίσαμεν, αὔριον ὠνειδίσθημεν· καὶ σαίνει τὸ λεγόμενον ὁ ἐχθρὸς, οὐχ ὅτι ἐπαινεῖ, ἀλλ' ὅτι θησαυρίζει πικρῶς, ἵν' ἐν καιρῷ τὸν ἰὸν ἐμέσῃ κατὰ τοῦ πιστεύσαντος
6. And just as the same earth stands firm indeed for those who are strong and not affected, yet moves for those who are dizzy and whirling round, the affection of those who see passing over to that which is seen; or if you will, just as the same interval of columns appears greater indeed to those nearer and close at hand, and smaller to those further off, the air being stolen away by the distance, and the sight joining together the thicker parts; so we also are easily deceived on account of enmity, and concerning the same things we do not judge the same things, when we are friends and when we are not; and the time easily elects for us many indeed as saints, and many as godless contrary to what is reasonable, or rather all as wretched; not only by our looking towards an evil example (since wickedness is ready at hand even apart from one drawing it), but also because we readily forgive all things to all men on behalf of one thing alone, namely, joining in madness with us. And formerly indeed not even to utter some superfluous word was among things free from danger (Matt. 12:36), whereas now we revile even the most pious; and at one time indeed it was not lawful even to read the law outside, nor to call upon confessions (and that is, as seems to me, the assent of the people); whereas now we use the profane as arbitrators even of the mysteries, casting the holy things to the dogs, and throwing the pearls before the swine (Matt. 7:6). And not only so, but we even feast their ears with our insults against one another; and we are not able to perceive even that thing, that it is not a safe weapon to entrust to an enemy, nor a word against a Christian to one who hates Christians. For what we reproached today, tomorrow we were reproached with; and the enemy fawns upon what is said, not because he praises it, but because he treasures it up bitterly, in order that in due season he may vomit forth the venom against him who trusted
Notes, col. 1137

On the reading

Printed θυμῷ, for θυμῷ..

Printed ὁρόντων, for ὁρώντων.

Printed πιστεύσαντος, for πιστεύσαντος..

PG 35:1140Read from the page
Ζʹ. Τί ταῦτα πάσχομεν, ὦ οὗτοι, καὶ μεχρι τίνος; Πότε δὲ τῆς μέθης ἐκνήψομεν, ἢ τῶν ὀφθαλμῶν τὴν λήμην περιαιρήσομεν, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἀναβλέψομεν; Ποία σκοτόμαινα ταῦτα; τίς νυκτομαχία; τίς ζάλη, φίλων καὶ πολεμίων ὄψιν οὐ διακρίνουσα; Διατί γεγόναμεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν; Τίς ἡ φιλοτιμία τοῦ κακοῦ; Πόθεν οὕτως ἀθάνατα κάμνομεν; μᾶλλον δὲ οὐδὲ κάμνομεν, ἀλλ' ἐῤῥώμεθα τῷ κακῷ, μαινομένων τὸ πάθος, καὶ ἡδόμεθα δαπανώμενοι. Καὶ οὐδαμοῦ λόγος, οὐ φίλος, οὐ σύμμαχος, οὐκ ἰατρὸς, ἢ φαρμακεύων, ἢ ἐκτέμνων τὸ πάθος· οὐ παραστάτης ἄγγελος, οὐ Θεός· ἀλλὰ πρὸς τοῖς ἄλλοις, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἡμῖν αὐτοῖς ἀπεκλείσαμεν. Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; καὶ πῶς ἀποστρέφῃ εἰς τέλος; Καὶ πότε ἐπισκοπὴν ἡμῶν ποιήσῃ; καὶ ποῦ προβήσεται ταῦτα καὶ στήσεται; Δέδοικα μὴ καπνὸς ᾖ τοῦ πρασδοκωμένου πυρὸς τὰ παρόντα, μὴ τούτοις ὁ Ἀντίχριστος ἐπιστῇ, καὶ καιρὸν λάβῃ τῆς ἑαυτοῦ δυναστείας τὰ ἡμέτερα πταίσματά τε καὶ ἀῤῥωστήματα. Οὐ γὰρ ὑγιαίνουσι προσβαλεῖ τυχὸν, οὐδὲ τῇ ἀγάπῃ πεπυκνωμένοις· ἀλλὰ δεῖ μερισθῆναι τὴν βασιλείαν ἐφ' ἑαυτὴν, εἶτα πειρασθῆναι καὶ δεθῆναι τὸν ἰσχυρὸν ἐν ἡμῖν λογισμὸν, εἶτα τὰ σκεύη διαρπαγῆναι, καὶ ταῦτα παθεῖν ἡμᾶς, ἃ νῦν ὁρῶμεν τὸν ἐχθρὸν παρὰ Χριστοῦ πάσχοντα.
7. Why do we suffer these things, O men, and until when? And when shall we sober up from our drunkenness, or take away the rheum from our eyes, and look up towards the light of the truth? What vertigo is this? what night-battle? what tempest, not distinguishing the face of friends and of enemies? Why have we become a reproach to our neighbours, a scorn and a derision to those round about us (Ps. 78:4)? What is the ambition of evil? Whence do we labour thus immortally? or rather we do not even labour, but are strong in evil, the affection of madmen, and take pleasure in being consumed. And nowhere is there reason, no friend, no ally, no physician, either healing with medicines or cutting out the affection; no angel standing by to help, no God; but in addition to the other things, we have shut off even the loving-kindness of God from ourselves. Why, O Lord, hast Thou stood afar off? and how dost Thou turn Thyself away unto the end (Ps. 9:22; 88:47)? And when wilt Thou make visitation of us? and whither will these things advance and come to a stand? I fear lest the present things be the smoke of the expected fire, lest the Antichrist come upon these things, and take our stumblings and infirmities as an opportunity for his own domination. For he will not perhaps attack those who are healthy, nor those compacted together in love; but the kingdom must be divided against itself, next the strong reasoning within us must be tried and bound, next the vessels must be plundered (Luke 11:21 ff.), and we must suffer these things which we now see the enemy suffering from Christ.
Ηʹ. Διὰ ταῦτα ἐγὼ κλαίω, φησὶν Ἱερεμίας ἐν Θρήνοις, καὶ ζητῶ τοῖς ὀφθαλμοῖς μου πηγὰς δακρύων ἀρκούσας τῷ πάθει, καὶ καλῶ τὰς σοφὰς, ἵνα τὸν θρῆνον ἐργάσωνται, ἢ συνεργάσωνται· καὶ τὴν κοιλίαν ἀλγῶ, καὶ μαιμάσσω τὰ αἰσθητήρια, καὶ οὐκ ἔχω, πῶς κουφίσω τὸ ἀλγοῦν, καὶ τίσι τοῖς ῥήμασι. Διὰ ταῦτα σιωπᾶται τὰ παλαιὰ, καὶ κωμῳδεῖται τὰ νέα (κωμῳδία γὰρ τοῖς ἐχθροῖς ἡ ἐμὴ τραγῳδία)· διὰ τοῦτο τῶν Ἐκκλησιῶν ὑφείλομεν οὐκ ὀλίγον, καὶ τῇ σκηνῇ προσεθήκαμεν· καὶ ταῦτα ἐν τοιαύτῃ πόλει, ἣ σπουδάζει τὸ τὰ θεῖα παίζειν, ὥσπερ τι ἕτερον, καὶ θᾶττον ἄν τι τῶν ἐπαινουμένων γελάσειεν, ἢ παρίδοι τι τῶν γελοίων ἀγέλαστον. Ὥστε θαυμάσαιμι ἂν, εἰ μὴ κἀμὲ γελάσαι σήμερον τὸν ταῦτα λέγοντα, τὸν εὐσεβείας ἔπηλυν κήρυκα, καὶ μὴ πάντα γελᾷν, ἀλλ' ἔστιν ἃ καὶ σπουδάζειν διδάσκοντα. Καὶ τί γελᾷν λέγω; Θαυμαστὸν, εἰ μὴ καὶ δίκας ἀπαιτηθείην, εὐεργετεῖν βουλόμενος. Τοιαῦτα γὰρ τὰ ἡμέτερα, ὡς ἐμέ γε οὐ λυποῦσιν, οὔτ' Ἐκκλησίαι κατεχόμεναι, ὃ τάχα ἄν τις πάθοι τῶν μικροπρεπῶν τὴν διάνοιαν, οὔτε χρυσὸς ἄλλοις ῥέων, οὔτε
8. On account of these things I weep, says Jeremias in Lamentations (Lam. 1:16 ff.), and I seek for my eyes fountains of tears sufficing for the calamity, and I call the wise women, that they may raise the lamentation, or join in raising it; and I am pained in my belly, and convulsed in my organs of sense, and I know not how I shall lighten the pain, and with what words. On account of these things the ancient things are kept silent, and the new things are turned into comedy (for my tragedy is a comedy to the enemies); on this account we have taken away not a little from the Churches, and added it to the stage; and this in such a city, which makes it its business to mock divine things just like anything else, and would sooner laugh at something of the things that are praised than overlook anything of the ridiculous unlaughed at. So that I should wonder if it did not laugh at me also today who say these things, the newcomer herald of piety, and teaching not to laugh at all things, but that there are some things also about which to be earnest. And why do I say laugh? It is a wonder if I should not even have penalties demanded of me, when wishing to do good. For such are our affairs, that neither do Churches occupied grieve me at least, which perhaps someone of those mean in mind might suffer, nor gold flowing to others, nor
Notes, col. 1140

On the reading

Printed μεχρι, for μέχρι.

Printed πρασδοκωμένου, for προσδοκωμένου.

PG 35:1141Read from the page
γλῶσσαι πονηραὶ, τὸ ἑαυτῶν ποιοῦσαι, λέγουσαι κακῶς, ἐπειδὴ καλῶς οὐκ ἔμαθον.
wicked tongues, doing what is their own, speaking ill, since they have not learned to speak well.
Θʹ. Οὐ γὰρ δέος, μήποτε τόπῳ περιγράφηται τὸ Θεῖον, ἢ ὤνιον γένηται, ἵν' ὅλον ᾖ τῶν εὐπορωτέρων. Ἐμέ τε οὐκ ἀμείψουσιν οἱ εὐφημοῦντες, ἢ δυσφημοῦντες (ὥσπερ οἱ βορβόρῳ μύρον ἀναμιγνύντες, ἢ μύρῳ βόρβορον, καὶ τὰς ποιότητας τῇ ἐπιμιξίᾳ συγχέοντες), ἵνα δυσχεράνω τὰς βλασφημίας ὡς μεθιστάμενος. Ἢ πολλὰ ἂν κατέβαλον χρήματα τοῖς ἐπαινέταις, εἴ με βελτίω τοῖς ἐπαίνοις εἰργάζοντο. Νῦν δὲ οὐχ οὕτω τοῦτο ἔχει, πόθεν ; ἀλλ' ὅπερ εἰμὶ, τοῦτο μένω, καὶ δυσφημούμενος, καὶ θαυμαζόμενος. Βροτὸς δ' ἄλλως νήχεται λόγοις, φησὶν Ἰώβ· καὶ ὅσα πέτραν περιῤῥέων ἀφρὸς, ἢ πίτυν αὖραι, ἤ τινα τῶν δασέων καὶ ὑψηλῶν· τοσαῦτα αι γλῶσσαί με περιῤῥέουσι, καὶ ἅμα φιλοσοφῶ τι τοιοῦτο πρὸς ἐμαυτόν· ὡς Εἰ μὲν ψευδὴς ὁ κατηγορῶν, οὐκ ἐμοῦ μᾶλλον ὁ λόγος, ἢ ἐκείνου τὸ λεγόμενον ἅπτεται, κἂ⟨ν⟩ ἐμὲ ὀνόματι βλασφημῇ· εἰ δ' ἀληθὴς, ἐμαυτὸν μᾶλλον ἢ τὸν λέγοντα αἰτιάσομαι (παρ' ἐμοῦ γὰρ ἐκείνῳ τὸ λέγειν, οὐκ ἐμοὶ τὸ εἶναι τοιούτῳ παρὰ τοῦ λέγοντος)· καὶ παραδραμὼν τὰς φωνὰς, ὡς οὐδὲν οὔσας, ἐμαυτοῦ γενήσομαι, τοῦτο μόνον αὐτῶν κερδαίνων τῆς μοχθηρίας, τὸ βίοῦν ἀσφαλέστερον. Τρίτον δ', ὃ καὶ μέγιστον ἔχει τι καὶ μεγαλοπρεπὲς, ἡ λοιδορία, ὅτι μετὰ Θεοῦ βλασφημούμεθα· οἱ γὰρ αὐτοὶ θεότητά τε ἀθετοῦσι, καὶ τὸν θεολόγον ὑβρίζουσιν. Οὐκοῦν τούτων οὐδὲν δεινὸν, κἂν οἱ πολλοὶ νομίζωσιν· ἀλλ' ὅτι μηδεὶς ἔτι πιστεύεται πιστὸς εἶναι, μηδὲ τὴν ἀρετὴν ἄτεχνος καὶ σκηνῆς ἐλεύθερος, μηδ' ἂν σφόδρα ᾖ τὴν ψυχὴν ἐῤῥωμένος, καὶ γνήσιος εἰς εὐσέβειαν· ἀλλ' ὁ μὲν καὶ φανερῶς κακὸς, ὁ δὲ πλάσμα καὶ χρῶμα ἔχει τὴν ἐπιείκειαν, ἵνα κλέπτῃ τῷ φαινομένῳ.
IX. For there is no fear lest the Divine should ever be circumscribed by place, or become venal, so that It might belong wholly to the wealthier. Nor shall those who speak well or speak ill of me change me (just as those who mix ointment with mire, or mire with ointment, and confound their qualities by the admixture), so that I should be vexed at their slanders as though I were altered. Otherwise I would have paid much money to my praisers, if they made me better by their praises. But as it is, this is not so—whence could it be?—rather, what I am, that I remain, both when slandered and when admired. A mortal swims in vain upon words, says Job; and as much as foam flowing round a rock, or breezes round a pine or some other of the thick and lofty trees, so much do tongues flow round me, and at the same time I philosophize somewhat thus with myself: If the accuser is false, the speech touches him who utters what is said rather than me, even if he slanders me by name; whereas if he is true, I shall blame myself rather than him who speaks (for from me comes his speaking, not from him who speaks comes my being such); and passing by the voices as being nothing, I shall belong to myself, gaining this alone from their wickedness, to live more securely. And thirdly, wherein the reviling holds something even greatest and magnificent, is that we are blasphemed together with God; for the very same men both reject the Godhead and insult the theologian. Therefore none of these things is dreadful, even if the many suppose so; but rather that no one is any longer believed to be faithful, nor artless in virtue and free from stage-play, not even if he be exceedingly strong in soul and genuine towards piety; instead, one man is even openly wicked, while another holds fairness as a fiction and a colouring, that he may deceive by appearance.
Ιʹ. Καὶ οἱ μὲν οὐ δοκοῦσι μέλανες διά τινας τοιούτους· οὐδὲ δυσγενεῖς, ἢ δυσειδεῖς, ἢ ἄνανδροι, ἢ ἀκόλαστοι, πλειόνων οὕτως ἐχόντων· ἀλλὰ καθ' ἑαυτὸν ἕκαστος κρίνεται, καὶ οὐ κοινοῦται, οὔτε τῶν ψεγομένων οὐδὲν, οὔτε τῶν ἐπαινουμένων. Τὸ δὲ τῆς κακίας εἰς πάντας χεῖται ῥᾳδίως, καὶ κοινὴ κατηγορία τοῦ παντὸς, μὴ ὅτι τὸ τῶν πολλῶν, ἀλλὰ καὶ τὸ τινῶν γίνεται. Καὶ τὸ δεινότατον, ὅτι μὴ μέχρις ἡμῶν ἵσταται μόνον, ἀλλ' ἐπὶ τὸ μέγα καὶ σεμνὸν ἡμῶν διαβαίνει μυστήριον. Τῶν γὰρ τὰ ἡμέτερα κρινόντων, ὃ πᾶσι μικροῦ συμβαίνει, τοῖς τῶν ἀλλοτρίων κριταῖς, οἱ μὲν ἐπιεικῶς εἰσιν ἥμεροι καὶ φιλάνθρωποι, οἱ δὲ καὶ λίαν πικροὶ καὶ ἀγνώμονες. Οἱ μὲν
X. And some are not deemed black on account of certain who are such; nor base-born, or ill-favoured, or unmanly, or licentious, when several are in that condition; rather, each man is judged by himself, and nothing either of the things blamed or of the things praised is made common. Yet the matter of wickedness is easily poured out upon all, and the fault not only of the many, but even of a few, becomes a common accusation against the whole body. And what is most dreadful is that it does not stop with us alone, but passes over to our great and august mystery. For among those who judge our affairs—which happens to nearly all who are judges of others' business—some are reasonably gentle and humane, while others are exceedingly bitter and unfeeling. For some
Notes, col. 1141

On the reading

Printed αι, for αἱ.

Printed βίοῦν, for βιοῦν.

PG 35:1144Read from the page
γὰρ ἡμᾶς αὐτοὺς κακίζουσι τῆς μοχθηρίας, ἀφιέντες τὸ δόγμα τῆς μέμψεως· οἱ δὲ καταιτιῶνται τὸν νόμον αὐτὸν, ὡς κακίας διδάσκαλον, καὶ μάλιστα ὅταν πολλοῖς ἐντύχωσι πονηροῖς τῶν προστασίας ἠξιωμένων
reproach us ourselves for the wickedness, absolving the doctrine from blame; whereas others accuse the law itself as a teacher of wickedness, and especially whenever they fall in with many wicked men among those deemed worthy of presidency.
ΙΑʹ. Τί ταῦτα, ὦ οὗτοι, καὶ μέχρι τίνος ; Οὐ σωφρονήσομεν ὀψὲ γοῦν ; Οὐκ ἐκνήψομεν ; Οὐκ αἰσχυνούμεθα ; Οὐκ, εἰ μή τι ἄλλο, τὰς τῶν ἐχθρῶν φυλαξόμεθα γλώσσας, αἳ καὶ τὰ ψευδῆ ῥᾳδίως ἐπηρεάζουσιν ; Οὐ παυσόμεθα τῆς ἄγαν φιλονεικίας ; Οὐ γνωσόμεθα, τίνα μὲν ἡμῖν ἐφικτὰ τῶν ζητουμένων, καὶ μέχρι τίνος· τίνα δὲ ὑπὲρ τὴν ἡμετέραν δύναμιν ; Καὶ τίνα μὲν τοῦ παρόντος καιροῦ, καὶ τῆς κάτω συγχύσεως ἐπισκοτούσης τῇ διανοίᾳ· τίνα δὲ τοῦ μέλλοντος αἰῶνος, καὶ τῆς ἐκεῖθεν ἐλευθερίας· ἵνα τὰ μὲν στέργωμεν τέως, τοῖς δὲ καθαιρώμεθα ὡς ὕστερον τελεσθησόμενοι καὶ στησόμενοι τῆς ἐφέσεως ; Οὐ διαιρήσομεν ἐν ἡμῖν αὐτοῖς, τίνα μὲν οὐδὲ ζητητέον παντάπασι, τίνα δ' ὑπὲρ ὧν μετρίως, τίνα δὲ συγχωρητέον καὶ παρετέον τοῖς φιλέρισιν, ὅπως ἂν ἔχῃ, ὡς οὐδὲν τὸν λόγον ἡμῶν παραβλάπτοντα ; Καὶ τίνα μὲν τῇ πίστει δοτέον μόνῃ, τίνα δὲ καὶ τοῖς λογισμοῖς ; Ὑπὲρ δὲ τίνων καὶ πολεμητέον ἐκθύμως, λογικῶς, ἀλλ' οὐχ ὁπλιτικῶς ; Τὸ γὰρ καὶ χεῖρας ἀνταίρειν, παντελῶς ἔξω τῆς ἡμετέρας αὐλῆς, καὶ τοῖς μισοῦσιν ἡμᾶς ἀποῤῥιπτέον.
XI. Why are these things so, O men, and until when? Shall we not come to our senses at least late? Shall we not sober up? Shall we not be ashamed? Shall we not, if nothing else, guard against the tongues of our enemies, which easily hurl even falsehoods in abuse? Shall we not cease from excessive contentiousness? Shall we not know which of the matters sought after are attainable by us, and how far, and which are beyond our power? And which belong to the present time and the confusion below that darkens the mind, and which to the age to come and the freedom from thence, so that we may be content with the former for the time being, and be purified by the latter as about to be initiated hereafter and to reach the rest of our desire? Shall we not distinguish among ourselves which matters must not be inquired into at all, which are those over which we may inquire moderately, and which must be conceded and passed over to the contentious, however they may stand, as doing no harm at all to our doctrine? And which must be granted to faith alone, and which also to reasonings? And over which must we even fight eagerly, with arguments, yet not with arms? For even to raise opposing hands is altogether outside our fold, and must be cast away to those who hate us.
ΙΒʹ. Οὐχ ἕνα μὲν ὅρον εὐσεβείας ἡγησόμεθα, προσκυνεῖν Πατέρα, καὶ Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὴν μίαν ἐν τοῖς τρισὶ θεότητά τε καὶ δύναμιν, μηδὲν ὑπερσέβοντες, μηδὲ ὑποσέβοντες ( ἵνα μικρόν τι καὶ αὐτὸς μιμήσωμαι τοὺς περὶ ταῦτα σοφούς· τὸ μὲν γὰρ ἀδύνατον, τὸ δὲ ἀσεβὲς), μηδὲ μέγεθος ἓν ὀνομάτων καινότησι διακόπτοντες ; Οὐδὲν γὰρ ἑαυτοῦ μεῖζον, ἢ ἔλαττον. Τούτου γοῦν ὡρισμένου, καὶ τἆλλα ὁμονοήσομεν, οἱ γοῦν τῆς αὐτῆς Τριάδος, καὶ τοῦ αὐτοῦ σχεδὸν δόγματός τε καὶ σώματος· τάς τε περιττὰς καὶ ἀχρήστους παραφυάδας καὶ παρεξόδους τῶν νῦν ζητημάτων, ὥσπερ τι νόσημα κοινὸν, ἐκκόψομέν τε καὶ ἀναιρήσομεν. Ἢ οὐκ ἤρκει μοι (τὰ γὰρ ἔτι πόῤῥωθεν ἐῶ λέγειν) τὸ Μοντανοῦ πονηρὸν πνεῦμα κατὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἡ Νοβάτου θρασύτης, εἴτ'
XII. Shall we not account it as one rule of piety to worship the Father, and the Son, and the Holy Spirit, the one Godhead and power in the Three, neither over-reverencing nor under-reverencing anything (that I myself too may imitate a little those who are clever about these matters; for the one is impossible, and the other impious), nor severing one greatness by novelties of names? For nothing is greater or less than itself. When this at least is defined, we shall agree in other matters as well, we at least who belong to the same Trinity and to nearly the same doctrine and body; and the superfluous and useless offshoots and byways of present questions, like some common disease, we shall both cut off and do away with. Or was there not enough for me (for I pass over speaking of things still further back) in the evil spirit of Montanus against the Holy Spirit, and the audacity of Novatus, whether
PG 35:1145Read from the page
οὖν ἀκάθαρτος καθαρότης, τῇ τοῦ ῥήματος εὐπρεπείᾳ τοὺς πολλοὺς δελεάζουσα· καὶ ἡ Φρυγῶν εἰσέτι καὶ νῦν μανία, τελούντων τε καὶ τελουμένων μικροῦ τοῖς παλαιοῖς παραπλήσια· καὶ ἡ Γαλατῶν ἄνοια πλουτούντων ἐν πολλοῖς τῆς ἀσεβείας ὀνόμασι, καὶ ἡ Σαβελλίου συναίρεσις, καὶ ἡ Ἀρείου διαίρεσις, καὶ ἡ τῶν νῦν σοφιστῶν ἐντεῦθεν ὑποδιαίρεσις, τοσοῦτον διαφερόντων, ὅσον γλῶσσα λάλος τῆς ἀργοτέρας ; Ἀλλ' ἔτι καὶ ἡμεῖς πρὸς ἡμᾶς αὐτοὺς σχεδόν τι διαφερόμεθα, οἱ περὶ τὸ κεφάλαιον ὑγιαίνοντες, καὶ ὑπὲρ τῶν αὐτῶν καὶ πρὸς τοὺς αὐτοὺς στασιάζοντες.
then an impure purity, baiting the many by the speciousness of the word; and the madness of the Phrygians even down to the present, initiating and being initiated in ways nearly akin to the ancients; and the folly of the Galatians abounding in many names of impiety, and the contraction of Sabellius, and the division of Arius, and the subdivision thence of the present-day sophists, differing so much as a talkative tongue differs from a more sluggish one? Yet even we still differ almost with one another, we who are sound concerning the main point, both engaging in faction over the same things and against the same men.
ΙΓʹ. Λέγω δὴ τὴν ἔναγχος ἡμῖν ἐπαναστᾶσαν ζυγομαχίαν ἀδελφικὴν, ἐξ ἧς καὶ Θεὸς ἀτιμάζεται, καὶ ἄνθρωπος. Ὁ μὲν οὐδὲ γεννηθεὶς ὑπὲρ ἡμῶν ὅλως, οὐδὲ τῷ σταυρῷ προσηλωθείς· δῆλον δὲ, ὅτι οὔτε ταφεὶς, οὔτε ἀναστὰς, ὅ τισιν ἔδοξε τῶν κακῶς φιλοχρίστων· ἀλλ' ἐνταῦθα μόνον τιμώμενος, οὗ τὸ τῆς τιμῆς ἀτιμία καθέστηκε, καὶ διὰ τοῦτο εἰς δύο υἱοὺς τεμνόμενος, ἢ συντιθέμενος· ὁ δὲ οὐ τελέως προσλαμβανόμενος, ἢ τιμώμενος, ἀλλὰ τῷ μεγίστῳ παραῤῥιπτούμενος καὶ ἀποξενούμενος, εἴπερ μέγιστον ἐν ἀνθρώπου φύσει τὸ κατ' εἰκόνα, καὶ ἡ τοῦ νοῦ δύναμις. Ἐχρῆν γὰρ, ἐπειδὴ θεότης ἥνωται, διαιρεῖσθαι τὴν ἀνθρωπότητα, καὶ περὶ τὸν νοῦν ἀνοηταίνειν τοὺς τἆλλα σοφούς· καὶ μὴ ὅλον με σώζεσθαι, ὅλον πταίσαντα καὶ κατακριθέντα ἐκ τῆς τοῦ πρωτοπλάστου παρακοῆς, καὶ κλοπῆς τοῦ ἀντικειμένου· ὡς ἐλαττοῦσθαι τῷ μὲν Θεῷ τὴν χάριν, ἡμῖν δὲ τὴν σωτηρίαν. Οὐ μόνον δὲ, ἀλλ' ὅτι καὶ ὑπὲρ ἀνθρώπων ἡμῖν ὁ πόλεμος τοῖς παρὰ Θεοῦ σεσωσμένοις, καὶ τοσοῦτον τὸ περιὸν ἡμῖν τοῦ στασιώδους, ὥστε καὶ ταῖς τῶν ἄλλων φιλοτιμίαις τοῦτο ἐχρήσαμεν, καὶ ὑπὲρ ἀλλοτρίων θρόνων ἰδίας ἔχθρας ἀναιρούμεθα· δύο τὰ μέγιστα περὶ ἓν ἐξαμαρτάνοντες, ἐκείνων τε τὸ φίλαρχον ὑπεκκαίοντες, καὶ αὐτοὶ τοῦ οἰκείου πάθους ἔρεισμα τοῦτο λαμβάνοντες, καθάπερ οἱ κρημνιζόμενοι τὰς πλησίον πέτρας, ἢ τῶν θάμνων τὰς στεῤῥοτέρας.
XIII. I mean indeed the brotherly wrangling that has recently risen up against us, from which both God is dishonoured, and man. The One, as not even born for our sakes at all, nor nailed to the cross—and plainly neither buried nor risen, as has seemed good to certain of those who love Christ amiss—but honoured only to the point where the matter of honour has become dishonour, and on this account cut into two sons, or compounded; and the other, as not completely assumed or honoured, but cast aside and alienated in what is greatest, if indeed what is greatest in man's nature is that which is according to the image, and the faculty of the mind. For it was necessary, forsooth, since Godhead has been united, that humanity should be divided, and that those who are wise in other respects should be mindless concerning the mind; and that I should not be wholly saved, who wholly stumbled and was condemned through the disobedience of the first-formed man and the theft of the adversary; so that grace is diminished for God, and salvation for us. And not only this, but also that for us who have been saved by God our war is over men, and so great is our surplus of factiousness that we have lent this even to the ambitions of others, and over foreign thrones we take up private enmities; committing two of the greatest sins about one thing, both kindling from beneath their love of rule, and ourselves taking this as a prop for our own passion, just as those who are hurled down a precipice grasp at the nearby rocks, or the firmer of the bushes.