PG 35:1160Read from the pageοὐχ ὑπὲρ τὸν Πατέρα θήσεις, οὐδὲ τῆς αἰτίας ἀποξενώσεις, ἀλλ' ἐκεῖσε ἀνάγεις τὸ καλὸν γέννημα, καὶ τὴν θαυμασίαν πρόοδον· προσερήσομαί σε ὀλίγον, φιλαγέννητε σὺ καὶ φιλάναρχε, πότερος Θεὸς ἀτιμάζει μᾶλλον, ὁ τοιούτων τιθεὶς ἀρχὴν, οἵων αὐτὸς εἰσάγεις, ἢ ὁ μὴ τοιούτων, ἀλλ' ὁμοίων τὴν φύσιν, καὶ ὁμοδόξων, καὶ οἵων ὁ ἡμέτερος βούλεται λόγος; Ἀλλὰ σοὶ μὲν εἰς τιμὴν μέγα καὶ μέγιστον ὁ σὸς υἱὸς, καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν τὰ πάντα πατρώζῃ, καὶ χαρακτὴρ ᾖ γνήσιος τοῦ γεννήσαντος, καὶ οὐκ ἂν δέξαιο μυρίων ἀνδραπόδων εἶναι μᾶλλον δεσπότης, ἢ ἑνὸς γεννήτωρ παιδός· τῷ Θεῷ δὲ ἄλλο τι μεῖζον, ἢ Υἱοῦ τυγχάνειν Πατέρα, ὃ προσθήκη δόξης ἐστὶν, οὐχ ὑφαίρεσις, ὡς δὲ καὶ προβολέα Πνεύματος; Ἢ ἀγνοεῖς, ὅτι σὺ μὲν κτισμάτων τιθεὶς ἀρχὴν, λέγω δὴ Υἱοῦ καὶ Πνεύματος, οὔτε τὴν ἀρχὴν τιμᾷς, καὶ ἀτιμάζεις τὰ ἐξ αὐτῆς; Τὴν μὲν, ὅτι μικρῶν εἰσάγεις ἀρχὴν, καὶ ἀναξίων θεότητος· τὰ δὲ, ὅτι μικρὰ, καὶ μὴ κτίσματα μόνον, ἀλλὰ καὶ πάντων κτισμάτων ποιεῖς ἀτιμότερα· εἴ γε τούτων ἕνεκεν ὑπέστη, καὶ ποτὲ, ὥσπερ ὄργανα τεχνίτῃ πρὸ τῶν τεχνιτῶν πρότερον οὐκ ὄντα, οὐδ' ἂν ἄλλως γενόμενα, εἰ μή τι κτίσαι δι' αὐτῶν ἐβουλήθη Θεὸς, ὡς οὐκ ἀρκοῦντος τοῦ βούλεσθαι. Πᾶν γὰρ ὅ τινος ἕνεκεν, ἀτιμότερον ἐκείνου δι' ὃ γεγένηται.
you will not set them above the Father, nor alienate them from the Cause, but refer thither the noble Offspring and the wondrous Procession: I shall ask you a little, you lover of the unbegotten and lover of the unoriginate, which one dishonours God more, he who makes Him the principle of such things as you yourself introduce, or he who makes Him the principle not of such things, but of those like in nature and equal in glory, and such as our teaching maintains? Why, to you indeed your son is a great and very great matter for honour, and all the more so, the more he takes after his father in all things and is the genuine impress of him who begot him, and you would not choose rather to be master of ten thousand slaves than begetter of one child; yet for God is anything else greater than to be Father of the Son, which is an addition of glory, not a diminution, and likewise Producer of the Spirit? Or are you ignorant that in making Him the principle of creatures, I mean of the Son and of the Spirit, you neither honour the Principle, and you dishonour the things that come from It? The Principle, because you introduce It as a principle of petty things and unworthy of Godhead; and the things from It, because you make them petty, and not only creatures, but even more dishonoured than all creatures; if indeed for the sake of these they subsisted, and in time, just like tools for a craftsman before the craftsmen, not existing previously, nor would they otherwise have come into being, had not God willed to create something through them, as though merely willing were not sufficient. For everything that exists for the sake of something is more dishonoured than that on account of which it has come into being.
Ηʹ. Ἐγὼ δὲ θεότητος ἀρχὴν εἰσάγων ἄχρονον, καὶ ἀχώριστον, καὶ ἀόριστον, τήν τε ἀρχὴν τιμῶ, καὶ τὰ ἐκ τῆς ἀρχῆς ἐπίσης· τὴν μὲν, ὅτι τοιούτων ἀρχή· τὰ δὲ, ὅτι οὕτως καὶ τοιαῦτα, καὶ ἐκ τοιούτου, μήτε τῷ ποτὲ, μήτε τῇ φύσει, μήτε τῷ σεπτῷ διειργόμενα· ἓν ὄντα διῃρημένως, καὶ διαιρούμενα συνημμένως, εἰ καὶ παράδοξον τοῦτο εἰπεῖν· οὐχ ἧττον ἐπαινετὰ τῆς πρὸς ἄλληλα σχέσεως, ἢ καθ' ἑαυτὸ ἕκαστον νοούμενόν τε καὶ λαμβανόμενον. Τριάδα τελείαν ἐκ τελείων τριῶν, μονάδος μὲν κινηθείσης διὰ τὸ πλούσιον, δυάδος δὲ ὑπερβαθείσης (ὑπὲρ γὰρ τὴν ὕλην καὶ τὸ εἶδος), ἐξ ὧν τὰ σώματα, Τριάδος δὲ ὁρισθείσης διὰ τὸ τέλειον, πρώτη γὰρ ὑπερβαίνει δυάδος σύνθεσιν, ἵνα μήτε στενὴ μένῃ ἡ θεότης, μήτε εἰς ἄπειρον χέηται. Τὸ μὲν γὰρ ἀφιλότιμον, τὸ δὲ ἄτακτον· καὶ τὸ μὲν Ἰουδαϊκὸν παντελῶς, τὸ δὲ Ἑλληνικὸν καὶ πολύθεον.
VIII. But I, introducing a Principle of Godhead timeless, and inseparable, and infinite, honour both the Principle and the things from the Principle equally: the One, because It is the principle of such things; the others, because they are thus and such, and from such a One, parted neither in time, nor in nature, nor in adorable dignity; being one divisibly, and divided conjointly, even if this is a paradoxical thing to say; no less praiseworthy for their relation towards one another than when each is conceived and taken by itself. A perfect Trinity of three perfect Ones, Monad having been moved on account of richness, Dyad having been surpassed (for it is above matter and form), out of which bodies consist, and Trinity having been bounded on account of perfection, for first it surpasses the composition of Dyad, so that the Godhead may neither remain narrow, nor be poured out into infinity. For the one is ungenerous, and the other disorderly; and the one is altogether Jewish, the other Hellenic and polytheistic.
Notes, col. 1160
On the reading
Printed πότερος Θεὸς ἀτιμάζει, for πότερος Θεὸν ἀτιμάζει.
PG 35:1161Read from the pageΘʹ. Σκοπῶ δὲ κἀκεῖνο, καὶ ἴσως οὐκ ἀπαιδεύτως, οὐδὲ ἀμαθῶς, ἀλλὰ καὶ λίαν ἐπεσκεμμένως, ὅτι σοὶ μὲν κίνδυνος οὐδὲ εἷς γεννητὸν εἰσάγοντι τὸν Υἱόν. Οὐ γὰρ μὴ πάθῃ τι γεννῶν ὁ ἀγέννητος τῶν σωματικῶν τε καὶ ὑλικῶν, ὅτι μηδὲ σῶμα, καὶ τοῦτο αἱ κοιναὶ περὶ Θεοῦ παραχωροῦσιν ὑπολήψεις. Ὥστε τί φοβούμεθα φόβον οὗ μὴ ἔστι φόβος, καὶ ἀσεβοῦμεν διακενῆς, ὃ δὴ λέγεται; Ἐμοὶ δὲ κίνδυνος ζημιωθῆναι θεότητα, εἰ τὸ κτίσμα παραδεχοίμην. Οὐ γὰρ Θεὸς τὸ κτιζόμενον, οὐδὲ δεσποτικὸν τὸ ὁμόδουλον, κἂν τὰ πρῶτα φέρηται δουλείας καὶ κτίσεως, καὶ τοῦτο μόνον φιλανθρωπεύηται ὑβριζόμενον. Ὁ γὰρ τῆς ὀφειλομένης ἀποστερῶν τιμῆς, οὐ μᾶλλον τιμᾷ τῷ διδομένῳ, ἢ ἀτιμάζει τῷ ἀφαιρουμένῳ, κἂν προσποίησιν ἔχῃ τιμῆς τὸ γινόμενον.
IX. And I consider that point also, and perhaps not unlearnedly, nor ignorantly, but even very carefully, that for you indeed there is not even one danger in introducing the Son as begotten. For the Unbegotten in begetting will surely not suffer anything of bodily and material affections, since He is not even body, and this the common conceptions concerning God grant. Wherefore why do we fear a fear where there is no fear (Ps. 52:6), and act impiously in vain, as the saying goes? But for me the danger is to forfeit Godhead, if I should admit the creature. For that which is created is not God, nor is the fellow-servant masterly, even if it carry off the first rank of servitude and creation, and be treated with humanity in this alone while being insulted. For he who deprives of due honour does not honour more by what is given than he dishonours by what is taken away, even if what is done has a pretence of honour.
Ιʹ. Καὶ εἴ σοι πλάττεται πάθη περὶ τὴν γέννησιν, κἀμοὶ περὶ τὴν κτίσιν· οὐδὲ γὰρ τὸ κτιζόμενον ἀπαθῶς οἶδα κτιζόμενον. Εἰ δὲ μὴ γεγέννηται κατὰ σὲ, μηδὲ ἔκτισαι κατὰ τὸν ἀληθῆ λόγον, δέξαι τοῦ λόγου σοι τὸ λειπόμενον, ὁ μικροῦ τὸ ἴσον λέγειν τολμῶν διὰ τῆς προσηγορίας τοῦ κτίσματος. Σοὶ μὲν οὖν οὐδὲν ἀνεπιχείρητον, οὐδὲ ἀτόλμητον τῷ κακῷ βραβευτῇ καὶ διαιτητῇ τῆς θεότητος· οὐ γὰρ εἶχες ἄλλως εὐδοκιμεῖν, ἢ μακρὰν ἐκβάλλων Θεὸν δεσπυτείας, ὥσπερ ἐνταῦθα οἱ τυραννικοὶ τὸν τρόπον; καὶ πλεονεκτικοὶ τοὺς ἀσθενεστέρους. Ἐγὼ δὲ μίαν φωνὴν, τὴν αὐτὴν καὶ σύντομον φθέγξομαι. Τριὰς ὡς ἀληθῶς ἡ Τριὰς, ἀδελφοί. Τριὰς δὲ, οὐ πραγμάτων ἀνίσων ἀπαρίθμησις (ἢ τί κωλύει, καὶ δεκάδα, καὶ ἑκατοντάδα, καὶ μυριάδα ὀνομάζειν μετὰ τοσούτων συντιθεμένην; πολλὰ γὰρ τὰ ἀριθμούμενα, καὶ πλείω τούτων), ἀλλ' ἴσων καὶ ὁμοτίμων σύλληψις, ἑνούσης τῆς προσηγορίας τὰ ἡνωμένα ἐκ φύσεως, καὶ οὐκ ἐώσης σκεδασθῆναι ἀριθμῷ λυομένῳ τὰ μὴ λυόμενα.
X. And if passions are fashioned by you concerning the begetting, so too by me concerning the creating; for neither do I know that what is created here is created impassibly. But if He has not been begotten according to you, nor has been created according to the true word, accept what remains for you of the argument, you who dare to say almost the same thing through the appellation of creature. To you, then, nothing is unattempted, nothing undared, evil umpire and arbiter of the Godhead that you are; for did you have no other way to win repute than by casting God far from lordship, just as here those who are tyrannical in character and grasping do to the weaker? But I shall utter one voice, the same and brief: Trinity in very truth is the Trinity, brethren. And Trinity is not an enumeration of unequal things (or what prevents calling it also a decad, and a hecatontad, and a myriad when compounded with so many things? for many are the things numbered, and more than these), but a comprehension of equal things and of like honour, the appellation uniting the things united by nature, and not permitting the things that cannot be dissolved to be scattered by a dissolving number.
ΙΑʹ. Οὕτω φρονοῦμεν, καὶ οὕτως ἔχομεν, ὥστε ὅπως μὲν ἔχει ταῦτα πρὸς ἄλληλα σχέσεώς τε καὶ τάξεως, αὐτῇ μόνῃ τῇ Τριάδι συγχωρεῖν εἰδέναι, καὶ οἷς ἂν ἡ Τριὰς ἀποκαλύψῃ κεκαθαρμένοις, ἢ νῦν, ἢ ὕστερον· αὐτοὶ δὲ μίαν καὶ τὴν αὐτὴν εἰδέναι φύσιν θεότητος, ἀνάρχῳ, καὶ γεννήσει, καὶ προόδῳ γνωριζομένην, ὡς νῷ τῷ ἐν ἡμῖν, καὶ λόγῳ, καὶ πνεύματι
XI. Thus we think, and thus we hold, so as to yield to the Trinity Herself alone to know how these stand in relation and order towards one another, and to those purified ones to whom the Trinity may reveal it, either now or hereafter; while we ourselves know one and the same nature of Godhead, made known by unoriginateness, and generation, and procession, as by the mind that is in us, and word, and spirit
Notes, col. 1161
On the reading
Printed ἔκτισαι, for ἔκτισται.
Printed δεσπυτείας, for δεσποτείας.
PG 35:1164Read from the page(ὅσον εἰκάσαι τοῖς αἰσθητοῖς τὰ νοητὰ, καὶ τοῖς μικροῖς τὰ μέγιστα, ἐπειδὴ μηδεμία εἰκὼν φθάνει πρὸς τὴν ἀλήθειαν), αὐτὴν ἑαυτῇ συμβαίνουσαν, ἀεὶ τὴν αὐτὴν, ἀεὶ τελείαν, ἄποιον, ἄποσον, ἄχρονον, ἄκτιστον, ἀπερίληπτον, οὔποτε λείπουσαν ἑαυτῆς, οὔτε λείψουσαν· ζωὰς καὶ ζωὴν, φῶτα καὶ φῶς, ἀγαθὰ καὶ ἀγαθὸν, δόξας καὶ δόξαν, ἀληθινὸν καὶ ἀλήθειαν, καὶ πνεῦμα τῆς ἀληθείας, ἅγια καὶ αὐτοαγιότητα· Θεὸν ἕκαστον, ἂν θεωρῆται μόνον, τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα· Θεὸν τὰ τρία, μετ' ἀλλήλων νοούμενα τῷ ταυτῷ τῆς κινήσεως καὶ τῆς φύσεως· οὔτε ὑπὲρ ἑαυτήν τι καταλιποῦσαν, ἢ ὑπερβᾶσαν ἄλλο τι· οὐ γὰρ ἦν· οὔτε μεθ' ἑαυτήν τι καταλείψουσαν, ἢ ὑπερβησομένην· οὐκ ἔσται γάρ· οὔτε μεθ' ἑαυτῆς τι παραδεχομένην ὁμότιμον· οὐ γὰρ ἐφικνεῖταί τι τῶν κτιστῶν, καὶ δούλων, καὶ μετεχόντων, καὶ περιγραπτῶν τῆς ἀκτίστου, καὶ δεσποτικῆς, καὶ μεταληπτικῆς, καὶ ἀπείρου φύσεως. Τὰ μὲν γὰρ πάντη πόρρω, τὰ δὲ ποσῶς πλησιάζοντα καὶ πλησιάσοντα· καὶ τοῦτο οὐ φύσει, ἀλλὰ μεταλήψει, καὶ πηνίκα, ὅταν τὸ δουλεῦσαι κσλῶς τῇ Τριάδι, ὑπὲρ τὴν δουλείαν γένηται· εἴπερ μὴ καὶ τοῦτο αὐτὸ ἡ ἐλευθερία καὶ ἡ βασιλεία, τὸ γνῶναι καλῶς δεσποτείαν, ἀλλὰ μὴ φύρειν τὰ διεστῶτα, νοῦ ταπεινότητι. Οἷς δὲ τὸ δουλεῦσαι τοσοῦτον, πηλίκη τούτων ἡ δεσποτεία; καὶ εἰ τὸ γνῶναι μακαριότης, πηλίκον τὸ γινωσκόμενον;
(so far as one may liken the intelligible things to the sensible, and the greatest things to the small, since no image reaches unto the truth), agreeing with Herself, ever the same, ever perfect, without quality, without quantity, timeless, uncreated, incomprehensible, never falling short of Herself, nor ever about to fall short; lives and Life, lights and Light, goods and Good, glories and Glory, true and Truth, and Spirit of Truth, holy ones and Holiness Itself; God each One, if contemplated alone, the mind separating the things that are inseparable; God the Three, conceived together with One Another by identity of movement and of nature; neither having left anything above Herself, or surpassed anything else—for there was nothing—nor about to leave anything after Herself, or to be surpassed—for there will not be—nor admitting anything of equal honour with Herself; for nothing of the things created, and servile, and participating, and circumscribed reaches unto the uncreated, and masterly, and participated, and infinite Nature. For some things are altogether far off, while others draw near in some measure and shall draw near; and this not by nature, but by participation, and when to have served the Trinity well comes to be above servitude; unless indeed freedom and kingship are this very thing, to know lordship well, and not to confound the things that are distinct through lowness of mind. And if to serve them is so great a thing, how great is their lordship? And if to know is blessedness, how great is That which is known?
ΙΒʹ. Τοῦτο ἡμῖν τὸ μέγα μυστήριον βούλεται· τοῦτο, ἡ εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, καὶ τὸ κοινὸν ὄνομα, πίστις καὶ ἀναγέννησις, ἄρνησις ἀθεΐας καὶ ὁμολογία θεότητος. Τοῦτο γὰρ τὸ κοινὸν ὄνομα. Ὥστε τὸ ἀτιμάζειν τι τῶν τριῶν ἢ χωρίζειν, ἀτιμάζειν ἐστὶ τὴν ὁμολογίαν, τὸ μὲν τὴν ἀναγέννησιν, τὸ δὲ τὴν θεότητα· τὸ μὲν τὴν θέωσιν, τὸ δὲ τὴν ἐλπίδα. Ὁρᾶτε οἷα χαρίζεται ἡμῖν τὸ Πνεῦμα θεολογούμενον, καὶ οἷα ζημιοῖ ἀθετούμενον. Ἐῶ γὰρ λέγειν τὸν φόβον, καὶ τὴν ἠπειλημένην ὀργὴν, οὐ τοῖς τιμῶσιν, ἀλλὰ τοῖς ἀτιμάζουσιν. Ταῦτα ὡς ἐν βραχέσι πεφιλοσόφηται πρὸς ὑμᾶς δογματικῶς, ἀλλ' οὐκ ἀντιλογικῶς· ἁλιευτικῶς, ἀλλ' οὐκ Ἀριστοτελικῶς· πνευματικῶς, ἀλλ' οὐ κακοπραγμονικῶς· ἐκκλησιαστικῶς, ἀλλ' οὐκ ἀγοραίως· ὠφελίμως, ἀλλ' οὐκ ἐπιδεικτικῶς· ἵνα γνῶτε τὸ αὐτὸ φρονοῦντας ἡμᾶς, οἱ καθ' ἡμῶν δημηγοροῦντες, καὶ πα-
XII. This is what the great mystery means for us; this, the faith and regeneration into Father, and Son, and Holy Spirit, and the common Name, the renunciation of godlessness and confession of Godhead. For this is the common Name. Wherefore to dishonour or to separate any of the Three is to dishonour the confession, the one our regeneration, the other the Godhead; the one our deification, the other our hope. See what things the Spirit bestows upon us when confessed as God, and of what things He deprives us when rejected. For I forbear to speak of the fear and the threatened wrath, not for those who honour, but for those who dishonour Him. These things have been philosophized in brief to you dogmatically, and not disputatiously; after the manner of fishermen, and not after the manner of Aristotle; spiritually, and not meddlesomely; ecclesiastically, and not forensically; profitably, and not for display; that you who harangue against us may know that we are of the same mind, and
Notes, col. 1164
On the reading
Printed κσλῶς, for καλῶς.
PG 35:1165Read from the pageνηγυρίζοντες, καὶ τοῦτο μόνον ὁμονοοῦντες, ἓν ἐμπνεομένους, ἓν πνέοντας· καὶ μὴ, καθάπερ οἱ λιμώττοντες, σπερμολογῆτε τὰ μικρὰ ἡμῶν, εἴτε πταίσματα χρὴ λέγειν, εἴτε καὶ παίγνια· ὡς ἔστι τῆς ἄκρας κακοδαιμονίας, μὴ ἐν τοῖς ἰδίοις ἰσχυροῖς τὸ ἀσφαλὲς ἔχειν, ἀλλ' ἐν τοῖς ἑτέρων σαθροῖς.
make holiday over us, and agreeing in this alone, breathing one thing as inspired with one thing; and may you not, just like those who are starving, pick up scraps of our petty matters, whether one must call them slips or even pleasantries; since it belongs to the uttermost misery not to have security in one's own strong points, but in the rotten points of others.
ΙΓʹ. Ἰδοὺ δεξιὰς δίδομεν ἀλλήλοις ἐν ταῖς ὑμετέραις ὄψεσιν. Ἰδοὺ τῆς Τριάδος τὰ ἔργα, τῆς ὁμοίως ἡμῖν δοξαζομένης τε καὶ προσκυνουμένης. Τοῦτο ὑμᾶς χρηστοτέρους ποιήσει καὶ ὀρθοδοξοτέρους. Ὡς ὄφελόν γε καὶ ἀκουσθείημεν, καὶ γένοιτο τὴν ἡμέραν ταύτην, ἡμέραν γενέσθαι κλητὴν, ἁγίαν, μὴ ἀντιλογίας, ἀλλ' εὐρυχωρίας· μὴ πειρασμοῦ μνημόσυνον, ἀλλ' ἑορτὴν ἐπινίκιον· ἵνα τὸ ἡμᾶς συμφρονεῖν ἀλλήλοις, καὶ μικροῦ πᾶσαν τὴν οἰκουμένην, ἧς τὰ μὲν ὑγιῶς εἶχε, τὰ δὲ νῦν ἀπέλαβε τὴν ὑγίειαν, τὰ δὲ ὑγιαίνειν ἄρχεται, τοῦτο καὶ ὑμῖν αἴτιον γένηται σωτηρίας, καὶ ἀναπλάσεως. Ὢ Τριὰς ἁγία, καὶ προσκυνητὴ, καὶ μακρόθυμε! μακρόθυμος γὰρ ἡ ἐπὶ τοσοῦτον ἀνασχομένη τῶν σὲ τεμνόντων. Ὢ Τριὰς, ἧς ἐγὼ κατηξιώθην, καὶ λάτρης εἶναι, καὶ κῆρυξ ἐκ πλείονος ἀνυπόκριτος! Ὢ Τριὰς ἡ πᾶσί ποτε γνωσθησομένη, τοῖς μὲν τῇ ἐλλάμψει, τοῖς δὲ τῇ κολάσει! Δέχοιο καὶ τούτους προσκυνητὰς, τοὺς νῦν ὑβριστάς· καὶ μηδένα ζημιωθείημεν, μηδὲν τῶν ἐλαχίστων, κἂν ἐμέ τι ζημιωθῆναι δέοι τῆς χάριτος· οὐ γὰρ τολμῶ τοσοῦτον ὅσον ὁ Ἀπόστολος φθέγξασθαι.
XIII. Behold, we give right hands to one another before your eyes. Behold the works of the Trinity, who is equally glorified and worshipped by us. This will make you kinder and more orthodox. Oh, would that we might also be heard, and that it might come to pass that this day become a called day, holy, not of contradiction, but of spaciousness; not a memorial of trial, but a feast of victory; so that our agreeing with one another, and with almost the whole inhabited world, of which part was in sound health, part has now recovered health, and part begins to be in sound health, may become for you also a cause of salvation and of refashioning. O Trinity holy, and adorable, and long-suffering! For long-suffering is She who has borne for so long with those who sever Thee. O Trinity, of whom I was counted worthy to be both a worshipper and for a long time past an unfeigned herald! O Trinity who shalt one day be known to all, to some by illumination, to others by punishment! Mayest Thou receive these also as worshippers, who are now insolent; and may we suffer the loss of no one, not even of the least, even if it were needful that I suffer some loss of grace; for I do not dare to utter so much as the Apostle (Rom. 9:3).
ΙΔʹ. Ἀλλ' οὐ ταῦτα φίλα ὑμῖν; σπαράσσεται δὲ ἡ γλῶσσα, καὶ ὠδίνει τὴν ἀντίῤῥησιν; Ὀψόμεθα καὶ ταύτην ποτὲ, ἢ οἷς μᾶλλον ἡμῶν σχολὴ περίεστι· γνωσόμεθα καὶ τὰ κομψὰ ὑμῶν γεννήματα, ἢ ἐξαμβλώματα, ἐπειδὰν τὰ ὠὰ τῶν ἀσπίδων ῥήξαντες ἢ συντρίψαντες λόγῳ σκληρῷ καὶ ἀντιτύπῳ, οὔρια καὶ ἀνεμιαῖα ταῦτα ἐλέγξωμεν, καὶ τὸν ἐν αὐτοῖς τῆς ἀσεβείας κρυπτόμενον βασιλίσκον εἰς μέσον ἀγάγωμεν· εἰ καὶ βασιλίσκον, ἀλλὰ νεκρόν τε καὶ ἀτελῆ, καὶ ἀκίνητον, ταῖς ὠδῖσιν ἐναποθανόντα, καὶ πρὶν γεννηθῆναι οὐκ ὄντα, καθ' ὑμᾶς εἰπεῖν, ἵνα τι μικρὸν ὑμῖν καὶ χαρίσωμαι· οὐ μᾶλλον μισητὸν τῆς συλλήψεως, ἢ ἐλεεινὸν τῆς ἀμβλώσεως. Τοῦτο δώσει ἡμῖν, οἶδ' ὅτι, ὁ δοὺς ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνειν, καὶ περιπατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων· ὃς καὶ συντρίψει τὸν Σατανᾶν ἐν τάχει ὑπὸ τοὺς πόδας ἡμῶν, εἴτε ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα διὰ τὴν παλαιὰν λαμπρότητα, εἴτε ὡς ὄφιν φεύγοντα διὰ τὴν ὕστερον σκολιότητα, καὶ τὴν εἰς τὸ χαμερπὲς μεταποίησιν, ἵνα μικρόν τι τῶν κακῶν
XIV. Or are these things not pleasing to you, and is your tongue convulsed, and in travail with refutation? We shall see this also one day, or those who have more leisure than we; we shall know also your clever offspring, or abortions, when, having broken or crushed the eggs of asps with a hard and resistant word, we expose these as wind-eggs and empty of life, and bring forth into the midst the basilisk of impiety hidden in them; even if a basilisk, yet dead and incomplete and motionless, having died in the birth-pangs, and not existing before being begotten, to speak according to you, that I may even grant you a small favour; no more hateful for its conception than pitiable for its abortion. This He will grant us, I know well, Who has given us to tread upon asp and basilisk, and to walk upon serpents and scorpions (Ps. 90:13; Luke 10:19); Who will also crush Satan shortly under our feet (Rom. 16:20), whether fallen as lightning from heaven (Luke 10:18) on account of his ancient brightness, or fleeing as a serpent on account of his later crookedness and his transformation into a creeping thing, so that after prevailing a little in his evil
PG 35:1167Read from the pageἀναπνεύσωμεν, ἀποδρασάσης παντελῶς ὀδύνης, καὶ λύπης, καὶ στεναγμοῦ, νῦν τε καὶ ὕστερον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
we may recover our breath, when pain, and sorrow, and sighing have fled away altogether, both now and hereafter, in Christ Jesus our Lord, to Whom be the glory and the might unto the ages of the ages. Amen.
MONITUM IN ORATIONEM XXIV.
ADMONITION ON ORATION 24.
I. Antequam ad hujus orationis argumentum deveniamus, expendendum nobis est, quis sit ille Cyprianus, cujus laudes hic tam magnifice prosequitur Gregorius. Non mediocris enim versatur hac de re inter eruditos controversia. Alii pro Cypriano Carthaginensi, alii pro Antiocheno militant; et perquam arduum videtur in tanta opinionum varietate inter discordes pacem constituere. Etenim si attendatur ad haec Theologi verba (n. 6) : « Hic Cyprianus, magnum quondam Carthaginensium, nunc autem totius orbis nomen, etc., » et alibi (n. 12) : « Pastor creatur.... Neque enim Carthaginensi tantum Ecclesiae, nec Africae, ab eo, et propter eum etiam nunc clarae et celebri praeficitur, verum etiam, etc., » videbitur sane Theologum Cypriani Carthaginensis nomen celebrare voluisse. Verum orationis series plura exhibet, quae huic Cypriano nullatenus congruere possint, imo quae repugnent. Dicendumne igitur errasse Gregorium, ac duos Cyprianos confudisse? Id animadvertit Billius; et ut Gregorium nostrum ab errore aut memoriae lapsu vindicet, geminum Cyprianum Carthagine natum fingit; nec absurdum putat duos ejusdem nominis viros, in eadem urbe natos, diverso tempore eamdem sedem occupasse. Sed subinde fatetur, quod, « velut in gemellis fratribus interdum, formae similitudine decepti, alterum pro altero accipimus; ita Gregorius in duobus ejusdem nominis viris, multarumque virtutum similitudine conjunctis, Antiocheno nonnulla tribuerit, quae Carthaginensi conveniebant. » Idem difficultatis nodus diu incertum tenuit eruditum Oxoniensem Cypriani Carthaginensis editorem; sed aliam nodi solvendi viam aggreditur. Fellus namque, pari, ac Billius, erga Gregorium nostrum veneratione ductus, ne in hac re culparetur Theologus, unicum duntaxat agnoscit Cyprianum, eumque Carthaginensem, sed quae de Antiocheno feruntur, inter fabulas numerat. Quin etiam aperte declarat, Gregorium tam oscitanter errare non potuisse, ut episcopum Antiochenum cum Carthaginensi confunderet.
1. Before we come to the subject of this oration, we must weigh who that Cyprian is whose praises Gregory sets forth so magnificently here. For no small controversy revolves around this matter among scholars. Some contend for Cyprian of Carthage, others for Cyprian of Antioch; and it seems exceedingly arduous amid so great a variety of opinions to establish peace among those at variance. For if attention be paid to these words of the Theologian (no. 6): "This Cyprian, once the great name of the Carthaginians, but now of the whole world, etc.," and elsewhere (no. 12): "He is created a pastor.... For he is set not only over the Church of Carthage, nor over Africa, even now famous and celebrated from him and on his account, but also, etc.," it will surely seem that the Theologian wished to celebrate the name of Cyprian of Carthage. Yet the course of the oration presents several things which can in no way suit this Cyprian, nay rather which contradict him. Must it therefore be said that Gregory erred, and confounded two Cyprians? Billius noticed this; and in order to vindicate our Gregory from error or a lapse of memory, he imagines a double Cyprian born at Carthage; nor does he think it absurd that two men of the same name, born in the same city, occupied the same see at different times. Yet shortly afterwards he confesses that, "just as in twin brothers at times, deceived by the similarity of form, we take the one for the other; so Gregory, in two men of the same name and joined by a similarity of many virtues, attributed some things to the Antiochene which belonged to the Carthaginian." The same knot of difficulty long held the learned Oxford editor of Cyprian of Carthage in uncertainty; but he enters upon another way of untying the knot. For Fell, led by a veneration for our Gregory equal to that of Billius, lest the Theologian should be blamed in this matter, acknowledges one Cyprian only, and him the Carthaginian, while reckoning the things reported of the Antiochene among fables. Indeed he openly declares that Gregory could not have erred so carelessly as to confound an Antiochene bishop with the Carthaginian.
II. Verum supersunt vetustissima monumenta quibus plane demonstratur Cyprianum, Antiochiae in Phoenicia episcopum, vere exstitisse. Constat enim apud eruditos Cypriani Antiocheni et Justinae res gestas statim post illorum martyrium fuisse conscriptas. Exstat etiamnum opus in tres partes seu libros divisum. Prima pars mirabilem Cypriani et Justinae conversionem complectitur. In secunda Cyprianus vitae suae ac criminum confessionem, necnon et magicarum artium seriem texit. In tertia denique utriusque martyrium describitur. Hujus operis secunda pars, jam Latine in Bodleiana bibliotheca reperta, a Fello fuerat Oxoniae excusa anno 1700. Geminas vero partes, nempe primam et tertiam, quae nondum prodierant, in vetusto codice S. Audoeni Rothomagensis etiam Latine repertas, ediderunt in suo Anecdotorum thesauro eruditi antiquitatis indagatores nostri domnus Edmundus Martene et domnus Ursinus Durand, addita secunda parte, quae jam ab Oxoniensi editore pervulgata fuerat. Primitivus quidem primae et tertiae partis textus desideratur. Secunda vero pars, Cypriani scilicet confessio, ad nos usque Graece integra pervenit. Hanc suppeditavit bibliotheca Colbertina. Sed postquam vetus interpretatio Latina a Fello edita, cum Graeco textu fuit collata, tot tantisque naevis ac erroribus scatere visa est, ut necesse fuerit novam hujus operis interpretationem Latine edere. Hunc laborem suscepit D. Prudentius Maran; et Cypriani Antiocheni confessionem a se Latine redditam vulgavit cum Graeco textu anno 1727, ad calcem novae editionis Operum sancti Cypriani Carthaginensis.
2. Yet there survive most ancient monuments whereby it is plainly demonstrated that Cyprian, bishop of Antioch in Phoenicia, truly existed. For it is agreed among scholars that the deeds of Cyprian of Antioch and Justina were written down immediately after their martyrdom. There is still extant a work divided into three parts or books. The first part comprises the wonderful conversion of Cyprian and Justina. In the second, Cyprian weaves the confession of his life and crimes, and also the series of his magical arts. In the third, finally, the martyrdom of both is described. The second part of this work, already found in Latin in the Bodleian Library, had been printed at Oxford by Fell in the year 1700. The twin parts, however, namely the first and the third, which had not yet appeared, having also been found in Latin in an ancient manuscript of St. Ouen of Rouen, were published in their Thesaurus novus anecdotorum by our learned investigators of antiquity Dom Edmond Martene and Dom Ursin Durand, with the addition of the second part, which had already been published by the Oxford editor. The original text of the first and third parts is indeed wanting. But the second part, namely the confession of Cyprian, has come down to us entire in Greek. The Colbertine Library supplied this. Yet after the old Latin translation published by Fell was collated with the Greek text, it was seen to abound in so many and such great blemishes and errors that it was necessary to publish a new translation of this work in Latin. Dom Prudentius Maran undertook this labour; and he published the confession of Cyprian of Antioch, rendered into Latin by himself, together with the Greek text in the year 1727, at the end of the new edition of the Works of Saint Cyprian of Carthage.
III. Praeterea Eudocia Augusta, Theodosii junioris uxor, heroico carmine, teste Photio, tribus itidem libris, et eodem ordine quem modo retulimus, Cypriani et Justinae Acta, non ad artis licentiam, sed ad historiae fidem, conscripsit. Gregorius ipse citat Cypriani confessionem, et eadem, ac Eudocia, de illo commemorat. « Quis ergo, » inquit D. Prudentius Maran, « eum nunquam exstitisse sibi persuadeat, de quo exstant monumenta illius temporis, quo vixisse dicitur, pene aequalia? Fabulae in remotis aetatibus
3. Furthermore, Eudocia Augusta, wife of Theodosius the Younger, as Photius attests, wrote the Acts of Cyprian and Justina in heroic verse, likewise in three books, and in the same order that we have just recounted, not according to the licence of art, but according to the fidelity of history. Gregory himself cites the confession of Cyprian, and recounts the same things about him as Eudocia. "Who then," says Dom Prudentius Maran, "could persuade himself that he never existed, concerning whom there are extant monuments almost contemporaneous with that time in which he is said to have lived? Fables seek hiding-places in remote
PG 35:1169Read from the pagelatebras quaerunt; nec quisquam tam inepte mentitur, ut quae nemo vidisse se aut audivisse meminit, ea nuper in clarissima luce et omnium oculis evenisse fingat. » Sed dum fatetur vir eruditus, negari non posse exstitisse Cyprianum Antiochenum, detinetur tamen quominus assentiatur, tum Gregorio, tum Tillemontio et aliis, qui confessionem istam ab ipso martyre scriptam existimarunt. Plura refert, quae profecto sententiam suam confirmare videntur. Nam confessio ista, praeter quosdam magicae artis effectus fabulam redolentes, complectitur etiam longam magicarum artium descriptionem, et exquisitas ac frigidas de singulis vitiorum formis ambages, quae curiosum magis animum quam peccati dolore affectum indicant. Sed quamvis dubitet utrum id opus sit vere genuinus Cypriani fetus, putat tamen illius conversionem fabulis non esse ascribendam, nec, si quis egregium istud martyris factum elegerit, in quo ornando et amplificando elaboraret, idcirco historiae summam in suspicionem vocandam; cum praesertim scriptor ille uti potuerit antiquioribus monumentis, quae « Cypriani et Justinae Acta, » ut legitur sub finem libelli de utriusque passione, « ab initio usque in finem scripta continebant. »
ages; nor does anyone lie so foolishly as to feign that things which no one remembers having seen or heard happened recently in the clearest light and before the eyes of all." Yet while the learned man confesses that it cannot be denied that Cyprian of Antioch existed, he is nevertheless held back from assenting both to Gregory and to Tillemont and others, who supposed that this confession was written by the martyr himself. He brings forward several points which assuredly seem to confirm his opinion. For this confession, besides certain effects of magical art savouring of fable, comprises also a long description of magical arts, and elaborate and frigid digressions on the individual forms of vices, which indicate an inquisitive mind rather than one affected by sorrow for sin. Yet although he doubts whether that work is truly the genuine offspring of Cyprian, he nevertheless thinks that his conversion is not to be ascribed to fables, nor, if someone chose that noble deed of the martyr in order to labour in adorning and amplifying it, should the substance of the history on that account be called into suspicion; especially since that writer could have made use of more ancient monuments, which contained "the Acts of Cyprian and Justina," as is read near the end of the little book on the passion of both, "written from beginning to end."
IV. His igitur monumentis cuique constare debet vere exstitisse Cyprianum Antiochenum. Tanta et tam perspicua hac de re supersunt testimonia, ut ea vir prudens nullo modo rejicere possit. Unde eruditi, ac praecipue Tillemontius et D. Prudentius Maran, censent duos distinguendos esse Cyprianos, alterum Carthaginensem, Antiochenum alterum; quorum primus quidem martyrium Carthagine subiit, anno 258, decimo octavo Kalendas Octobris sub Valeriano et Gallieno principibus; alter vero Nicomediae, sexto Nonas Octobris anni 304, sub Diocletiano et Maximiano imperatoribus, ut testatur Eudocia, cui hac in re, ut observat Tillemontius, major debetur fides, quam Gregorio nostro, qui « sub Decio » Cyprianum exsulasse scribit (n. 14). Insuper Antiochenum, utpote qui esset Orientalibus notior, et Gregorii temporibus vicinior, in hac oratione laudatum existimamus; atque cum Tillemontio et D. Prudentio Maran modeste fatemur hic errasse Gregorium, qui plura Antiocheno, quae ad Carthaginensem spectabant, ita retulerit, ut ex duobus Cyprianis unum efformasse videatur. Quo autem pacto in hunc errorem inciderit, mira res est; nisi forte, ut ait D. Prudentius Maran, « haec nobis illius excusandi ratio verisimilior videatur, nempe cum ei recens admodum cum iis quos alloquitur intercederet consuetudo, et post aliquot dierum secessum attemperate ad ipsum diem festum rediisset, ut ipse testatur, satis proclive fuit in tam angustis ad res accurate ediscendas spatiis labi et errare. »
4. From these monuments, therefore, it must be clear to everyone that Cyprian of Antioch truly existed. So great and so perspicuous are the testimonies surviving on this matter that a prudent man can in no way reject them. Whence scholars, and especially Tillemont and Dom Prudentius Maran, judge that two Cyprians must be distinguished, the one of Carthage, the other of Antioch; the first of whom indeed suffered martyrdom at Carthage in the year 258, on the eighteenth day before the Kalends of October under the emperors Valerian and Gallienus; whereas the other suffered at Nicomedia, on the sixth day before the Nones of October of the year 304, under the emperors Diocletian and Maximian, as Eudocia attests, to whom in this matter, as Tillemont observes, greater credit is due than to our Gregory, who writes that Cyprian went into exile "under Decius" (no. 14). Moreover, we suppose that the Antiochene, inasmuch as he was better known to the Easterners and nearer to the times of Gregory, is praised in this oration; and with Tillemont and Dom Prudentius Maran we modestly confess that Gregory erred here, having applied to the Antiochene several things that pertained to the Carthaginian in such a way that he seems to have fashioned one Cyprian out of two. How he fell into this error, however, is a strange matter; unless perhaps, as Dom Prudentius Maran says, "this manner of excusing him should seem more probable to us, namely that since a very recent acquaintance existed between him and those whom he addresses, and after a withdrawal of some days he had returned just in time for the feast day itself, as he himself attests, it was quite easy in such narrow intervals for learning the facts accurately to slip and err."
V. Caeterum hic error nihil de istius orationis laude detrahit. In ea viget illa ingenii vis et facundia, quae in caeteris orationibus suspicitur. Cypriani ac Justinae res gestas mirum in modum exhibet ac prosequitur orator; et auditorum mentes ad illorum simul admirationem et imitationem provocat. Notanda quoque est illa praeclara Justinae, in ipso tentationis discrimine, ad Deiparam Virginem invocatio (n. 11), qua, « ut Virgo periclitanti virgini opem ferret, » orabat. Nullibi enim, quarto scilicet saeculo, tam diserte tamque perspicue quam in ista oratione, beatae virginis Mariae auxilium ac protectio commendatur. Fatentes adversarios habemus. Clericus ipse, qui saepe Gregorium rhetoricae plus aequo indulsisse conquestus est, ad solitum non ausus confugere diverticulum, ait : « Nulla hic in verbis Gregorii, ubi Cyprianum invocat, et Justinae in Maria invocanda studium exprimit, nulla, inquam, rhetoricae figura, nulla fictio est, contra ac putavit unus e nostris, Caveus nomine. » Quo autem anno, quove in loco habita fuerit haec oratio, facile, tum ex diversis titulis, tum ex orationis serie colligere est. Mirum sane videtur Nicetam Nazianzi dictam existimasse. Constat enim Gregorium « brevem ac recentem » cum iis, quos alloquitur, « consuetudinem » habuisse, βραχεῖα συνήθεια, ut ipse loquitur (n. 2), ac proinde Nazianzenis nullatenus convenire posse. Id vero Constantinopolitanis apprime congruit. Deinde Theologus hanc orationem vocat (n. 19) « sermonum suorum primitias, » ut significet a se tunc primum sanctum martyrem laudari. Concludendum igitur Constantinopoli habitam fuisse, et, quantum ex dictis conjicere possumus, mense Octobri anni 379.
5. For the rest, this error detracts nothing from the praise of this oration. In it thrives that force of genius and eloquence which is admired in the other orations. The orator displays and recounts the deeds of Cyprian and Justina in a wonderful manner; and he stirs the minds of his hearers at once to admiration and imitation of them. Worthy of note also is that famous invocation by Justina, in the very crisis of temptation, to the Virgin Mother of God (no. 11), wherein she prayed "that the Virgin would bring help to a virgin in peril." For nowhere in the fourth century are the help and protection of the blessed Virgin Mary commended so eloquently and so clearly as in this oration. We have adversaries who confess it. Le Clerc himself, who often complained that Gregory indulged in rhetoric more than was right, not daring to take refuge in his usual evasion, says: "There is here in the words of Gregory, where he invokes Cyprian, and expresses the zeal of Justina in invoking Mary, no figure of rhetoric, I say, no fiction, contrary to what one of our own, Cave by name, supposed." In what year, moreover, or in what place this oration was delivered, it is easy to gather both from the various titles and from the course of the oration. It surely seems strange that Nicetas supposed it was delivered at Nazianzus. For it is agreed that Gregory had a "brief and recent acquaintance" with those whom he addresses, βραχεῖα συνήθεια, as he himself says (no. 2), and that accordingly this can in no way suit the people of Nazianzus. But this agrees admirably with the people of Constantinople. Next, the Theologian calls this oration (no. 19) "the first-fruits of his discourses," to signify that the holy martyr is then being praised by him for the first time. It must therefore be concluded that it was delivered at Constantinople, and, so far as we can conjecture from what has been said, in the month of October of the year 379.
Εἰς τὸν ἅγιον ἱερομάρτυρα Κυπριανὸν, ἐξ ἀγροῦ μετὰ μίαν τῆς μνείας ἡμέραν ἐπανήκοντος.
On the holy hieromartyr Cyprian, when he had returned from the country one day after the commemoration.
Αʹ. Μικροῦ Κυπριανὸς διέφυγεν ἡμᾶς· ὢ τῆς ζη-
1. Cyprian almost escaped us; O the