Migne Reading Room

PG 34 · cols. 905–916 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:905Read from the page
πείρας ἐκτὸς φθέγγονται, τούτους ἐοικέναι φημὶ ἀνθρώπῳ θέρους ὥρᾳ μεσημβρίας ἀκριβοῦς ἱσταμένης πεδίον ἔρημόν τι καὶ ἄνυδρον διιόντι· εἶτα ὑπὸ πολλῆς καὶ φλογώδους τῆς δίψης κατὰ νοῦν αὐτῷ ὑπογράφοντι πηγήν τινα ψυχρὰν ἐγγὺς οὖσαν γλυκύ τε καὶ διειδὲς ὕδωρ ἔχουσαν, καὶ αὐτοῦ οὐδενὸς εἴργοντος ἀπολαύοντι κατὰ κόρον· ἢ ἀνθρώπῳ μέλιτος μὲν οὐδὲ βραχὺ γευσαμένῳ, ἑτέροις δὲ ὅπως ἔχει γλυκύτητος πειρωμένῳ διασαφεῖν. Τοιοῦτοι γὰρ ἀληθῶς, ὅσοι μὴ ἔργῳ καὶ πληροφορίᾳ τῇ ἑαυτῶν τὰ περὶ τελειότητός τε καὶ ἁγιασμοῦ καὶ ἀπαθείας παραλαβόντες ἑτέροις εἰσηγεῖσθαι βούλονται· καὶ γὰρ εἰ δῴη Θεὸς μικράν τινα τῶν παρ' αὐτῶν λεγομένων λαβεῖν αἴσθησιν, εἴσονται πάντως, ὅτι μὴ κατὰ τὴν ἐκείνων εἰσήγησιν, ἀλλὰ πολλῷ τῷ διαφέροντι τὰ τῆς ἀληθείας εἶχε καὶ τῶν πραγμάτων.
experience, these I say are like a man passing through some desert and waterless plain in the season of summer when exact midday stands overhead, and then out of great and fiery thirst picturing to himself in his mind some cool spring nearby having sweet and clear water, and himself enjoying it to the full with no one hindering him; or like a man who has not tasted even a little honey, yet endeavours to explain to others what sort of sweetness it has. For such truly are all those who, without having received in deed and in their own full assurance the things concerning perfection and sanctification and impassibility, wish to teach them to others; for if God should grant them to receive some small perception of the things spoken by them, they will certainly know that the matters of truth and of reality stood not according to their exposition, but with a great difference.
ΙΘʹ. Τὸ μὲν Εὐαγγέλιον, φησὶν, ἀποφαντικῶς διακελεύεται πάντα ἄνθρωπον, τόδε μὴ ποιεῖν, ἢ ποιεῖν, ὥστε φίλον γενέσθαι τῷ φιλανθρώπῳ Βασιλεῖ· Μὴ ὀργισθῇς γὰρ, φησὶ, μὴ ἐπιθυμήσῃς· ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Ὁ δὲ Ἀπόστολος κατὰ πόδα τῶν τεταγμένων ἐλθὼν, καὶ ὅπως χρὴ κατὰ μικρὸν γενέσθαι τὸ τῆς καθάρσεως ἔργον, ὅτι μεθ' ὑπομονῆς καὶ μακροθυμίας, ἐκπαιδεύει. Πρῶτον μὲν γαλακτοτροφῶν ὡς νηπίους· εἶτα φέρων εἰς αὔξησιν· καὶ αὖθις εἰς τελειότητα· οἷον, ὡς ἐν παραδείγματι φάναι, τὸ μὲν Εὐαγγέλιον τέλειος, ἐξ ἐρίου, εἶπε, γινέσθω χιτών· ὁ δὲ Ἀπόστολος, καὶ πῶς δεῖ ξαίνεσθαι τοῦτο, ὑφαίνεσθαί τε καὶ κατασκευάζεσθαι τὸν χιτῶνα καλῶς διεσάφησεν.
Chapter XIX. The Gospel, he says, commandingly enjoins every man not to do this, or to do that, so as to become a friend to the philanthropic King; for: Be not angry, it says, do not lust; if anyone strikes you on the right cheek, turn to him the other also (Matt. 5:39). But the Apostle, following step by step upon the things enjoined, thoroughly teaches also how the work of purification must come about little by little, namely with patience and longsuffering: first nourishing with milk as infants, then bringing unto growth, and again unto perfection; just as, to speak by way of example, the Gospel said: Let a complete tunic be made out of wool; while the Apostle also explained well how this wool must be carded, and woven, and how the tunic must be fashioned.
Κʹ. Εἰσί τινες πορνείας μὲν τῆς φαινομένης, καὶ κλοπῆς, καὶ πλεονεξίας, καὶ τῶν ὁμοίων ἀπεχόμενοι μοχθηρῶν· καὶ κατὰ τοῦτο ἑαυτοὺς ἐκκρίνοντες τοῖς ἁγίοις· πολλοῦ δὲ δέουσι τῶν πραγμάτων γίνεσθαι καὶ τῆς ἀληθείας. Οἰκουρεῖ γὰρ ἐν τῷ νῷ τούτων ἡ κακία πολλάκις, ζῇ τε καὶ ἕρπει, καὶ οὔπω ἀπολιποῦσα τούτους ᾤχετο. Ἅγιος δέ ἐστιν ὁ ἁγιασθεὶς καὶ τὸν ἔσω τέλεον διακαθαρθεὶς ἄνθρωπον· καὶ γάρ τις τῶν ἀδελφῶν ἀδελφοῖς τισι συνευχόμενος πρὸς τῆς θείας ἐξηχμαλωτίσθη δυνάμεως, καὶ ἁρπαγεὶς εἶδε τὴν ἄνω πόλιν Ἱερουσαλὴμ, καὶ τὰς ἐκεῖ φωτεινὰς οἰκίας, καὶ φῶς ἄπειρον καὶ ἀπόῤῥητον. Ἤκουσέ τε φωνῆς λεγούσης, τοῦτον εἶναι τὸν τόπον τῆς τῶν δικαίων ἀναπαύσεως· εἶτα φυσιωθεὶς καὶ μεγάλα περὶ ἑαυτοῦ οἰηθεὶς βαθεῖ κατέπεσεν ἁμαρτίᾳ, καὶ πολλοῖς ὕστερον ἑάλω κακοῖς. Εἰ οὖν οὗτος οὕτως, πῶς γε τῷ τυχόντι δυνατὸν λέγειν, ὡς Ἐπεὶ νηστεύω, καὶ ξενιτεύω, ψωμίζω τε τὰ ὑπάρχοντα, καὶ ἀπὸ τῶν εἰρημένων ἐφυλαξάμην κακῶν, οὐδέν ἐστι τὸ λειπόμενον ἅγιον κἀμὲ εἶναι; Καὶ γὰρ οὐχ ἡ τῶν φαινομένων κακῶν ἀποχὴ τελείωσίς ἐστιν, ὥσπερ εἴρηται, ἀλλ' ἡ κατὰ διάνοιαν κάθαρσις, αὕτη τελεία.
Chapter XX. There are some who abstain from visible fornication, and theft, and covetousness, and similar wickednesses, and on this account reckon themselves among the saints; yet they are far from being in reality and in the truth. For malice often keeps house in their mind, and lives and creeps, and has not yet left them and gone away. But holy is he who has been sanctified and thoroughly purified in the inner man; for indeed a certain one of the brethren, while praying together with certain brethren, was taken captive by the divine power, and being caught up saw the heavenly city Jerusalem, and the luminous dwellings there, and boundless and ineffable light. And he heard a voice saying that this is the place of the rest of the righteous; then, being puffed up and thinking great things concerning himself, he fell into deep sin, and afterwards was caught in many evils. If then such a one fell thus, how is it possible for an ordinary person to say: Since I fast, and live as a stranger, and dole out my possessions, and have guarded myself from the aforesaid evils, there is nothing lacking for me also to be holy? For indeed not abstinence from visible evils is perfection, as has been said, but purification in the mind, this is perfect.
PG 34:907Read from the page
ΚΑʹ. Εἴσελθε, φησὶν, ὁ ταῦτα ὑπολαμβάνων διὰ τῆς τῶν λογισμῶν σου ἐπιστασίας πρὸς τὸν αἰχμάλωτόν σου καὶ δοῦλον τῆς ἁμαρτίας νοῦν, καὶ ἴδε τὸν ἔτι τούτου κατώτερον καὶ βαθύτερόν σου τῶν λογισμῶν, τὸν εἰς τὰ λεγόμενα τῆς ψυχῆς σου ταμιεῖα ἐμφωλεύοντα ὄφιν, καὶ ἀναιροῦντά σε διὰ τῶν καιριωτάτων τῆς ψυχῆς σου μελῶν. Ἄβυσσος γὰρ ἀκατάληπτος ἀληθῶς ἡ καρδία. Εἰ οὖν τοῦτον ἀνεῖλες, εἰ τὴν ἀνομίαν τὴν ἐν σοὶ πᾶσαν ἐξεκάθηρας, καὶ τὴν ἁμαρτίαν ἐκβέβληκας, καύχησαι περὶ καθαρότητος ἐν Θεῷ. Εἰ δ' οὖν ἀλλὰ ταπεινωθεὶς ὡς ἐνδεής τε καὶ ἁμαρτωλὸς ἔτι, πρόσελθε ὑπὲρ τῶν κρυφίων σου δεόμενος τοῦ Χριστοῦ· πᾶσα γὰρ παλαιὰ καὶ νέα Γραφὴ περὶ καθαρότητος φαίνεται διαλεγομένη, καὶ παντὶ ἀνθρώπῳ καὶ Ἰουδαίῳ καὶ Ἕλληνι ἐπέραστα τὰ τῆς καθαρότητος, κἂν μὴ πᾶσιν ἀνύσιμα· γενέσθαι δὲ τοῦτο, τὴν τῆς καρδίας φημὶ καθαρότητα, οὐ δυνατὸν ἄλλως, ὅτι μὴ διὰ Ἰησοῦ μόνου· αὐτὸς γὰρ ἡ ἐνυπόστατός τε καὶ ὄντως ἀλήθεια· καὶ δίχα ταύτης τῆς ἀληθείας ἀμήχανον, ἢ ἀλήθειαν γνῶναι, ἢ σωτηρίας ἐπιτυχεῖν.
XXI. Enter in, saith he, thou who supposest these things, through the supervision of thy thoughts unto thy mind captive and slave of sin, and behold the serpent still lower and deeper than thy thoughts, lurking in the so-called chambers of thy soul, and destroying thee through the most vital members of thy soul. For an incomprehensible abyss truly is the heart. If therefore thou hast slain this one, if thou hast cleansed out all the lawlessness that is in thee, and hast cast out sin, boast concerning purity in God. But if not, yet humbled as both needy and a sinner still, approach beseeching Christ on behalf of thy secret things: for all old and new Scripture appeareth discoursing concerning purity, and to every man both Jew and Greek the things of purity are lovely, even though not attainable to all: and for this to come to pass, the purity of the heart I mean, is not possible otherwise, save through Jesus alone: for He Himself is the substantial and true truth: and apart from this truth it is impossible, either to know truth, or to attain salvation.
ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ
Of Macarius the Great
ΠΕΡΙ ΑΓΑΠΗΣ
Concerning Love
ΛΟΓΟΣ.
Discourse.
Αʹ. Ὥσπερ ἐν τοῖς φαινομένοις τούτοις τῷ ἐκτὸς ἀπετάξω ἀνθρώπῳ, ἐψώμισάς τε τὰ ὄντα καὶ διεσκόρπισας, οὕτως ἀποτάξασθαί σε ταῖς τῶν ἠθῶν προλήψεσι χρὴ, καὶ εἰ σοφίαν ἔμαθες σαρκικὴν ἢ γνῶσιν πραγμάτων, ἄρνησαι ταύτην· εἰ δικαιώμασι πέποιθας σαρκικοῖς, ἀπόστηθι τούτων, ταπεινῶν σεαυτὸν καὶ κατασμικρύνων. Οὕτω γὰρ καὶ δυνήσῃ τῇ τοῦ κηρύγματος μωρίᾳ μαθητευθῆναι. Ἐν ταύτῃ δὲ τὴν ἀληθινὴν εὑρήσεις σοφίαν, οὐκ ἐν λόγοις κεκομψευμένοις, ἀλλ' ἐν τῇ τοῦ σταυροῦ δυνάμει. Τούτοις ἐνεργούμενος ἐν ὑποστάσῃ τοῖς καταξιωθεῖσι ταύτην κτήσασθαι· Ὁ γὰρ σταυρὸς, φησὶν ὁ Παῦλος, τοῦ Χριστοῦ τοῖς μὲν Ἰουδαίοις σκάνδαλον,
I. Just as in these visible things thou didst renounce the outer man, and didst feed out thy substance and scatter it abroad, so must thou renounce the preconceptions of habits, and if thou didst learn fleshly wisdom or knowledge of affairs, deny this: if thou hast trusted in fleshly justifications, depart from these, humbling thyself and making thyself small. For thus also shalt thou be able to be discipled in the foolishness of the preaching. And in this thou shalt find the true wisdom, not in words artfully embellished, but in the power of the cross. Being wrought upon by these things in substance with those counted worthy to win this: For the cross, saith Paul, of Christ is to the Jews indeed a stumbling-block,
Notes, col. 907

On the reading

Printed ὑποστάσῃ, for ὑποστάσει.

PG 34:909Read from the page
Ἕλλησι δὲ μωρία, ἡμῖν δὲ τοῖς σωζομένοις Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.
and to the Greeks foolishness, but unto us who are saved the power of God and the wisdom of God (1 Cor. 1:18, 24).
Βʹ. Εἰ καὶ ἔλαβες, φησὶ, γεῦσιν ἐξ οὐρανοῦ, εἰ καὶ μετέσχες ἐκείνης τῆς σοφίας, καὶ ἀνάπαυσιν ἔσχες ἐν τῇ ψυχῇ σου, μηδ' οὕτως ἐπαίρου, καὶ μὴ ὡς ἐφθακὼς ἤδη καὶ πᾶσαν καταλαβὼν τὴν ἀλήθειαν τεθαῤῥηκὼς ἔσο. Μὴ σὺ ἀκούσῃς· Ἤδη κεκορισμένοι ἐστὲ, ἤδη πεπλουτήκατε· χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὄφελόν γε ἐβασιλεύσατε ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Ἀλλὰ καὶ γευσάμενος, ὡς μήπω τοῦ Χριστιανισμοῦ ἁψάμενος εἶναι νόμιζε· καὶ μὴ ἐξ ἐπιπολῆς ἔστω τοῦτό σοι, ἀλλ' ὡς ἐμπεφυτευμένον διαπαντὸς καὶ κεκυρωμένον τῇ διανοίᾳ σου.
Chapter II. Even if you have received, he says, a taste from heaven, even if you have partaken of that wisdom and have had rest in your soul, do not even so be lifted up, and do not be confident as though having already arrived and comprehended all the truth. Lest you hear: Already you are filled, already you have become rich, without us you have reigned; and would indeed that you did reign, that we also might reign with you (1 Cor. 4:8). But even when you have tasted, reckon yourself to be as one who has not yet touched Christianity; and let not this be superficial in you, but as something implanted continually and ratified in your mind.
Γʹ. Ὥσπερ τις φιλόπλουτος, κἂν μυρία συναγαγὼν χρήματα ᾖ, οὔπω διακορὴς, γίνεται μᾶλλον τῆς ἐπιθυμίας· ἢ καθάπερ τις πόματος ἡδυτάτου πρὸς τοῦ κόρου διασπασθεὶς τὴν δίψαν, μᾶλλον ἐξέκαυσεν· οὕτω δὴ καὶ ἡ τοῦ Θεοῦ γεῦσις παντὸς οἶδε κόρου κατακαυχᾶσθαι, ἀλλὰ καὶ ὅσῳ πλουτεῖ τις τουτονὶ τὴν πλοῦτον, πένητα ἑαυτὸν εἶναι κατανοεῖ. Οἱ τοιοίδε Χριστιανοὶ οὐκ ἔχουσι παρ' ἑαυτοῖς τιμίαν τὴν ἰδίαν ψυχὴν, ἀλλ' ὥς τινες τῶν ἐξουδενωμένων παρὰ Θεῷ διάκεινται δούλους τε πάντων ἀνθρώπων ἑαυτοὺς εἶναι λογίζονται. Ἐπὶ ταύτῃ πολλὰ χαίρει Κύριος καὶ ἐπαναπαύεται τῇ ψυχῇ, διὰ τὴν ἑαυτῆς ταπείνωσιν. Εἰ οὖν καὶ ἢ ἔχει τίς τι, μὴ παρὰ τοῦτο οἰηθῇ εἶναί τι ἢ ἔχειν. Ἡ γὰρ οἴησις βδέλυγμα Κυρίῳ· καὶ αὐτὴ ἀπ' ἀρχῆς ἐκβέβληκε τοῦ παραδείσου τὸν ἄνθρωπον, ἀκούσαντα, ὅτι Ὡς θεοὶ ἔσεσθε, καὶ τῇ ἐλπίδι ταύτῃ τῇ ματαίᾳ ἐπιθαῤῥήσαντα· κατάμαθε πῶς ὁ Θεός σου καὶ βασιλεὺς, ἀλλὰ καὶ Θεοῦ Υἱὸς ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών· πῶς ἐπτώχευσε, πῶς ταῖς ἀτίμοις συνελογίσθη, πῶς πέπονθεν. Εἰ δὲ καὶ ὁ Θεὸς οὗτος, ὁ αἵματι καὶ σαρκὶ συνεστηκὼς ἄνθρωπος, ὁ γῆ καὶ σποδὸς, οἴμοι, καὶ τὸ παράπαν ἀγαθοῦ μὴ μεταλαβὼν, ἀλλ' ἀκαθαρσία ὢν, μέγα φρονεῖς καὶ ἀλαζονεύῃ; σὺ δὲ ἀλλ' εἴπερ· εἶ συνετὸς, καὶ ὑπὲρ αὐτοῦ τούτου μᾶλλον, εὕπερ εἴληφας ἐκ Θεοῦ Οὐκ ἐμὸν, λέγε, τοῦτο τὸ χρῆμα· παρ' ἑτέρου τοῦτο ἔχω λαβών· καὶ δόξαν αὐτῷ, πάντως ἀφαιρεῖται τὸ δοθὲν ἀπ' ἐμοῦ. Οὕτω μὲν πᾶν ἀγαθὸν τῷ Κυρίῳ, τὸ δὲ κακὸν τῇ σεαυτοῦ ἐπίγραφε ἀσθενείᾳ.
Chapter III. Just as a lover of wealth, even if he has gathered ten thousand riches, not yet being sated, becomes all the more full of desire; or just as one torn away from a most sweet drink before satiety inflames his thirst the more; so indeed the taste of God also knows how to boast over all satiety, and the more anyone grows rich with this wealth, the more he perceives himself to be poor. Such Christians do not hold their own soul precious in their own eyes, but are disposed before God like some of those who are set at naught, and reckon themselves to be servants of all men. Over this soul the Lord rejoices greatly and rests upon it, because of its humility. If therefore anyone either is or has anything, let him not on that account think himself to be something or to have anything. For self-conceit is an abomination to the Lord; and from the beginning it cast man out of paradise, when he heard: You shall be as gods (Gen. 3:5), and trusted in this vain hope; learn thoroughly how your God and King, and also the Son of God, emptied Himself, taking the form of a servant (Phil. 2:7); how He became poor, how He was reckoned with the dishonoured, how He suffered. And if He Who is God did thus, do you, a man compacted of blood and flesh, who are earth and ashes, alas, and who have not partaken of good at all, but are uncleanness, think high things and boast yourself? Yet if indeed you are prudent, even all the more on account of this very thing which you have received from God, say: This thing is not mine; I have received and hold this from Another; and if it seem good to Him, what was given is altogether taken away from me. Thus ascribe every good thing to the Lord, and the evil to your own weakness.
Δʹ. Ὅνπερ φησὶν ὁ Ἀπόστολος, θησαυρὸν ἐν ὀστρακίνοις ἔχειν τοῖς σκεύεσι, τὴν ἁγιαστικὴν οἴου τοῦ Πνεύματος δύναμιν, ἣν ἔτι τῇ σαρκὶ περιὼν ἄξιος κατέστη λαβεῖν. Καὶ γάρ που πάλιν φησὶν ὁ αὐτός· Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. Ὁ γοῦν εὑρὼν καὶ παρ' ἑαυτῷ σχὼν τὸν ἐπουράνιον τοῦτον τοῦ Πνεύματος θησαυρὸν, πᾶσαν δικαιοσύνην ἐντολῶν, πᾶσαν τὴν τῶν ἐντολῶν ἐργασίαν οὐ καθαρῶς μόνον καὶ ἀμωμήτως, ἀλλὰ καὶ πόνων ἐκτὸς καὶ καμάτων ἀνύειν δύναται, ὅπερ ἀπονητὶ πρότερον πολλοῦ
Chapter IV. That treasure which the Apostle says we have in earthen vessels (2 Cor. 4:7), consider to be the sanctifying power of the Spirit, which while still going about in the flesh he was counted worthy to receive. For indeed somewhere again the same one says: Who was made unto us wisdom from God, both righteousness and sanctification and redemption (1 Cor. 1:30). He therefore who has found and held within himself this heavenly treasure of the Spirit is able to accomplish all the righteousness of the commandments, all the working of the commandments, not only purely and blamelessly, but also apart from labours and toils, which previously without labour he was far
Notes, col. 909

On the reading

Printed τὴν πλοῦτον, for τὸν πλοῦτον.

Printed εὕπερ, for οὗπερ.

PG 34:912Read from the page
γε καὶ ἔδει ποιεῖν. Καὶ Πνεύματος ἀληθινῶς γεωργῆσαι πρὸ τῆς τοῦ ἀγαθοῦ Πνεύματος μεταλήψεως. Πλὴν ἀλλὰ καὶ βιαζέσθω πᾶς τις ἑαυτὸν ἑκάστοτε δι' ὑπομονῆς τρέχων καὶ πίστεως, καὶ θερμῶς τοῦ Χριστοῦ δεέσθω, ὥστε τοῦ θησαυροῦ τοῦδε τοῦ ἐπουρανίου ἐπιτυχεῖν· καὶ τότε πᾶσαν δικαιοσύνην ἐν αὐτῷ τε δι' αὐτοῦ ποιεῖν δύναται καθαρῶς καὶ τελείως, ἀμόχθως τέ φημι καὶ ἀταλαιπώρως.
even from being able to do. Nor is anyone able truly to cultivate the fruit of the Spirit before the partaking of the good Spirit. Nevertheless, let everyone force himself at all times, running through patience and faith, and let him warmly beseech Christ, so as to attain this heavenly treasure; and then he is able to do all righteousness in Him and through Him purely and perfectly, without toil, I say, and without hardship.
Εʹ. Οἱ τὸν θεῖον πλοῦτον τοῦ Πνεύματος ἐν ἑαυτοῖς ἔχοντες ἐπειδάν τισι κοινωνῶσι λόγων πνευματικῶν, τοῦ ἰδίου ὥσπερ ἐκβάλλοντες θησαυροῦ τοῖς οἷς μεταδίδωσιν. Ὅσοι δὲ τὸν πλοῦτον ἐν μυχοῖς καρδίας οὐκ ἐθησαύρισαν, ἐξ οὗ θείων ἐνθυμημάτων καὶ μυστηρίων, λόγων τε ὑπερβαινόντων βρύει ἀγαθωσύνη· ἀπανθησάμενοί τινα μόνον ἐξ ἑκατέρας Γραφῆς ἐπ' ἄκρας τῆς γλώσσης φέρουσιν, ἢ καὶ ἀνδρῶν πνευματικῶν ἀκουσταὶ γενόμενοι τοῖς τούτων λόγοις ἐπικομπάζουσιν ὡς ἴδια τὰ ἐκείνων προτείνοντες, καὶ τοῖς ἀλλοτρίοις τόκοις ὑποβαλλόμενοι. Οὗτοι μὲν τοῖς ἄλλοις ἄπονον παρέσχον τῶν εἰρημένων ἀπόλαυσιν· αὐτοὶ δὲ μετὰ τὴν διάλεξιν πτωχοῖς εὑρέθησαν ἐοικότες· ἅτε τῶν μὲν λόγων ἑκάστου, καθαπερεὶ πρὸς τὰ ἴδια τῶν ἀφ' ὧν ἐλήφθη ἐπανελθόντος· ἐκείνων δὲ μὴ κεκτημένων ἴδιον θησαυρὸν, ἀφ' οὗπερ δυνατῶς εἶχον πρώτους τε αὐτοὺς εὐφραίνειν, καὶ τοὺς ἄλλους κατὰ μετάδίδοσιν ὠφελεῖν. Διὰ τοῦτο ζητητέον πρῶτον παρὰ Θεοῦ πλοῦτον τὸν ἀληθινὸν τοῦτον εἰσοικίσασθαι· τότε ῥᾴδιον ἡμῖν ἔσται καὶ ἑτέρους δύνασθαι ὠφελεῖν, καὶ λόγων πνευματικῶν καὶ μυστηρίων αὐτοῖς μεταδιδόναι. Οὕτω γὰρ ηὐδόκησεν ἡ τοῦ Θεοῦ ἀγαθότης παντὶ τῷ πεπιστευκότι ἐγκατοικῆσαι· καὶ γὰρ, Ὁ ἀγαπῶν, φησὶν, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου· καὶ ἐγὼ ἀγαπήσω αὐτὸν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν· καὶ ἐν ἄλλοις· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν.
Chapter V. Those who have the divine wealth of the Spirit within themselves, whenever they share spiritual words with any, impart to them as though bringing them forth out of their own treasure. But as many as have not treasured up this wealth in the recesses of their heart, from which springs forth the goodness of divine thoughts and mysteries and transcendent words, having culled only certain blossoms from either Scripture, carry them on the tip of the tongue; or else, having become hearers of spiritual men, they boast themselves in their words, putting forward the things of those men as their own, and palming off another's offspring as their own. These indeed have afforded to others an effortless enjoyment of the things spoken; yet they themselves after the discourse are found to be like beggars, inasmuch as each of the words has returned, as it were, to its own place unto those from whom it was taken, while they themselves do not possess a treasure of their own, from which they would be able both to gladden themselves first, and to benefit others by imparting to them. Wherefore we must seek first from God to settle this true wealth within ourselves; then it will be easy for us to be able to benefit others also, and to impart to them spiritual words and mysteries. For thus the goodness of God was well pleased to indwell everyone who has believed; for indeed: He that loves, He says, shall be loved by My Father, and I will love him, and will manifest Myself to him (John 14:21); and elsewhere: I and the Father will come, and will make Our abode with him (John 14:23).
ϛʹ. Οἱ τέκνα Θεοῦ γενέσθαι καταξιωθέντες, καὶ τὸν Χριστὸν ἐν ἑαυτοῖς ἐλλάμποντα ἔχοντες, ἐν ποικίλοις καὶ διαφόροις τοῦ Πνεύματος διέπονται τρόποις, καὶ ἐν τῷ ἀφανεῖ τῆς καρδίας ὑπὸ τῆς χάριτος περιθάλπονται. Οὐδὲν δὲ οἷον καί τινας τῶν κατὰ κόσμον φαινομένων ἀπολαύσεων εἰς μέσον παραγαγεῖν πρὸς εἰκασίαν τῶν ἐν τῇ ψυχῇ θείων διαγωγῶν τῆς χάριτος. Ἔστι γὰρ ὅτε γίνονται καθάπερ τινὶ βασιλικῷ δείπνῳ ἐνευφραινόμενοι, καὶ ἀγαλλιῶντες ἄφραστόν τινα καὶ ἄφατον ἀγαλλίασιν· καὶ νῦν μὲν ὡς νύμφη τῷ νυμφίῳ πνευματικῶς συνηδόμενοι· νῦν δὲ ὡς ἀσώματοί τινες ἄγγελοι τοσαύτῃ τοῦ σώματος ἐλαφρίᾳ τε καὶ κουφότητι, ὡς μηδὲ νομίζειν σῶμα περιβεβλῆσθαι. Καὶ ἄλλοτε μὲν ὥσπερ τινὶ πότῳ ἐνευφραινόμενοι καὶ μεθύοντες μέθην ἄφραστον τῶν μυστηρίων τοῦ Πνεύματος· ἄλλοτε δὲ κλαυθμὸς καὶ ὀδυρμὸς αὐτοὺς ἔχει, τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας ποτνιωμένους· ὑπὸ γὰρ τῆς θείας ἀγάπης
Chapter VI. Those who have been counted worthy to become children of God, and who have Christ shining within themselves, are governed in various and diverse manners of the Spirit, and in the secret of the heart are cherished by grace. And nothing is so fitting as to bring forward also some of the enjoyments that appear in the world for a comparison of the divine ways of grace in the soul. For there are times when they become as though making merry at some royal banquet, and exulting with an ineffable and unspeakable exultation; and now indeed spiritually rejoicing together as a bride with the bridegroom; and now like certain bodiless angels in such lightness and buoyancy of body as not even to suppose that they are clothed with a body. And at other times they are as though making merry with some drink and intoxicated with an ineffable intoxication of the mysteries of the Spirit; and at other times weeping and lamentation hold them, as they implore earnestly for the sake of the salvation of men; for by the divine love
Notes, col. 912

On the reading

Printed μεταδίδωσιν, for μεταδιδόασιν.

Printed μετάδίδοσιν, for μετάδοσιν.

PG 34:913Read from the page
τοῦ Πνεύματος τῶν ἀνθρώπων πάντων περικαιόμενοι ὅλου τοῦ Ἀδὰμ τὸ πένθος ἀναλαμβάνουσι. Καὶ ποτὲ μὲν πρὸς τοσαύτην ἀγάπην μεθ' ἡδονῆς οὐ λόγῳ ῥητῆς τοῦ Πνεύματος ἐξεκαύθησαν, ὡς εἴ γε ἦν δυνατὸν ὅλως, πάντα ἄνθρωπον τοῖς σπλάγχνοις ἐγκολπώσασθαι τοῖς ἰδίοις, κακοῦ διαφορὰν τὸ παράπαν ἀπὸ τοῦ ἀγαθοῦ μὴ ποιούμενοι· ποτὲ δὲ τοσοῦτον ἑαυτοὺς ἐξουδένωσαν, ὡς μηδένα εἶναι τὸν μετ' αὐτοὺς οἴεσθαι, ἀλλὰ πάντων ἐσχάτους ἑαυτοὺς λογίζεσθαι. Καὶ νῦν μὲν ἀνεκλαλήτῳ χαρᾷ τοῦ Πνεύματος κατεπόθησαν· νῦν δὲ καθάπερ τις τῶν ἰσχυρῶν βασιλικὴν λαβὼν πανοπλίαν, καὶ πρὸς πόλεμον κατελθὼν τοὺς ἐναντίους κατετροπώσατο, τὸν ἴσον καὶ οὗτοι τρόπον ὅπλοις φραξάμενοι τοῖς τοῦ Πνεύματος πρὸς τοὺς ἀφανεῖς κατῆλθον ἐχθροὺς, καὶ τούτους τοῖς ποσὶν ὑπέθεντο τοῖς ἰδίοις· ἄρτι μὲν πολλή τις γαλήνη αὐτοὺς περιβάλλει καὶ ἡσυχία, εἰρήνη τε περιθάλπει, καὶ ἡδονῇ κάτοχοι γίνονται θαυμασίᾳ· ἄρτι δὲ συνέσει καὶ σοφίᾳ θείᾳ καὶ γνώσει Πνεύματος ἀνεξερευνήτῳ· τοιαῦτα πρὸς τῆς τοῦ Χριστοῦ σοφίζονται χάριτος, ἃ μηδεμιᾷ γλώσσῃ δύναμις ἐξειπεῖν. Ἔστι δ' ὅτε καὶ ὡς ἕνα τῶν πάντων αὐτοὺς ἀνθρώπων ὄψει φαινομένους· οὕτως ἡ θεία χάρις πολυτρόπως ἑαυτὴν ἐν τούτοις ἐξαλλάττουσα καὶ ποικίλλουσα παιδοτριβεῖν ὥσπερ καὶ γυμνάζειν βούλεται τὴν ψυχὴν, ἵνα τελείαν αὐτὴν καὶ ἄμωμον καὶ καθαρωτάτην τῷ ἐπουρανίῳ παραστήσῃ Πνεύματι.
of the Spirit burning for all men, they take up the mourning of the whole Adam. And at one time they have been kindled unto such love with a sweetness of the Spirit not to be uttered in speech that, if it were at all possible, they would fold every man into their own bowels of compassion, making no distinction whatever of evil from good; and at another time they have set themselves at naught to such a degree as to think that there is no one after them, but reckon themselves the last of all. And now indeed they have been swallowed up in unspeakable joy of the Spirit; and now, just as some mighty man having taken royal panoply and gone down to war has routed the adversaries, in the same manner these also, having fenced themselves with the weapons of the Spirit, have gone down against the invisible enemies, and have put them under their own feet; just now a great calm and quietness surrounds them, and peace cherishes them, and they become possessed by a marvellous sweetness; and just now by understanding and divine wisdom and unsearchable knowledge of the Spirit they are instructed by the grace of Christ in such things as no tongue has power to utter. And there are times when you will see them appearing just like one of all ordinary men; thus divine grace, manifoldly changing and diversifying itself in them, wills to train, as it were, and exercise the soul, that it may present it perfect and blameless and most pure to the heavenly Spirit.
Ζʹ. Τὰ εἰρημένα ταυτὶ τοῦ Πνεύματος ἐνεργήματα, μεγάλων μέτρων εἰσὶ, καὶ τῶν ἐγγυτάτω τῆς τελειότητος. Αὗται γὰρ αἱ ποικίλαι τῆς χάριτος παρακλήσεις διαφόρως μὲν, ἀλλ' ἀδιαλείπτως αὐτοῖς ἀπὸ τοῦ Πνεύματος ἐνεργοῦνται, ἐνεργείας ἐνέργειαν Πνεύματος διαδεχομένης. Ὁπότε γὰρ εἰς τὴν τελειότητά τις τοῦ Πνεύματος καταντήσειε, πάντων ἀκριβῶς τῶν παθῶν ἀποκαθαρθεὶς, καὶ ὅλως τῷ Παρακλήτῳ Πνεύματι διὰ τῆς ἀῤῥήτου κοινωνίας ἑνωθείς· ἐπειδὰν καὶ αὐτὴ ἡ ψυχὴ καταξιωθείη Πνεῦμα γενέσθαι, ὡς συγκραθεῖσα τῷ Πνεύματι, τότε ὅλον φῶς, ὅλον χαρὰ, ὅλον ἀνάπαυσις, ὅλον ἀγαλλίασις, ὅλον ἀγάπη, ὅλον σπλάγχνα, ὅλον ἀγαθότης καὶ χρηστότης γίνεται· καὶ οἱονεὶ καταπέποται εἰς τὰς ἀρετὰς τῆς δυνάμεως τοῦ ἀγαθοῦ Πνεύματος, ὡς ἐν ἀβύσσῳ θαλάσσης λίθος ὕδατι πανταχόθεν περισχόμενος· ταύτῃ τοιγαροῦν οἱ τοιοίδε κατὰ πάντα τρόπον, τῷ τοῦ Θεοῦ Πνεύματι συναφθέντες, αὐτῷ τῷ Χριστῷ ἀφωμοίωνται, τὰς ἀρετὰς τοῦ Πνεύματος ἀτρέπτους παρ' ἑαυτοῖς ἔχοντες, καὶ καρποὺς τοιούτους τοῖς πᾶσιν ἐπιδεικνύμενοι. Ἐπὶ γὰρ ἔνδον ἄμωμοί τε καὶ καθαροὶ διὰ τοῦ Πνεύματος ἀπηρτίσθησαν, ἀμήχανον ἔξω καρποὺς κακίας προσενεγκεῖν, ἀλλὰ πάντοτε διὰ πάντων οἱ καρποὶ τοῦ Πνεύματος ἐν ἑαυτοῖς διαλάμπουσιν· αὕτη ἐστὶν ἡ προκοπὴ τῆς πνευματικῆς τελειότητος, τοῦ πληρώματος τοῦ Χριστοῦ, εἰς ἣν φθάσαι ἡμᾶς ὁ Ἀπόστολος παραινεῖ λέγων· Ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Χριστοῦ.
Chapter VII. These aforesaid workings of the Spirit belong to great measures, and to those that are nearest to perfection. For these manifold consolations of grace are wrought in them by the Spirit variously indeed, yet unceasingly, one working of the Spirit succeeding another working. For whenever anyone reaches the perfection of the Spirit, having been accurately purified from all passions and wholly united to the Paraclete Spirit through ineffable communion; when the soul itself has also been counted worthy to become Spirit, as being blended with the Spirit, then it becomes wholly light, wholly joy, wholly rest, wholly exultation, wholly love, wholly bowels of compassion, wholly goodness and kindness; and it is as it were swallowed up into the virtues of the power of the good Spirit, like a stone in the abyss of the sea encompassed on all sides by water; in this way, therefore, such persons, being joined in every manner to the Spirit of God, are assimilated to Christ Himself, having the virtues of the Spirit unchangeable within themselves, and displaying such fruits to all. For since within they have been rendered blameless and pure through the Spirit, it is impossible for them to bring forth fruits of malice without, but always and through all things the fruits of the Spirit shine forth in them; this is the progress of spiritual perfection, of the fulness of Christ, unto which the Apostle exhorts us to attain, saying: That you may be filled unto all the fulness of Christ (Eph. 3:19).
Notes, col. 913

On the reading

Printed Ἐπὶ, for Ἐπεὶ.

PG 34:916Read from the page
Καὶ πάλιν· Μέχρι καταντήσωμεν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.
And again: Until we all attain unto a perfect man, unto the measure of the stature of the fulness of Christ (Eph. 4:13).
Ηʹ. Ἔστιν ὅτε, φησὶν, εἰσέρχεταί τις κλῖναι γόνυ, καὶ τούτῳ ἡ καρδία μεστὴ θείας ἐνεργείας γίνεται, καὶ ἡ ψυχὴ συνευφραίνεται Κυρίῳ, καθάπερ ἤδη δεδήλωται, νύμφης τρόπον κατὰ τοῦ νυμφίου. Ὁ μέγας τοῦτό φησιν Ἠσαΐας· Ὃν γὰρ τρόπον εὐφραίνεται νυμφίος ἐπὶ νύμφης, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί· ἔστι δ' ὅτε συνέβη μὲν ἀσχολεῖσθαι τὸν τοιοῦτον ὅλης ἡμέρας, κατὰ δὲ μίαν ὥραν εἰς εὐχὴν ἑαυτὸν ἐπιτρέψαντα, ἁρπάζεται παρ' αὐτῆς ὁ ἔσω ἄνθρωπος, καὶ κάτοχος ἀπείρῳ βάθει τοῦ αἰῶνος ἐκείνου γίνεται. Ἔχει δὲ αὐτὸν ἀπόῤῥητος ἡδονὴ, ὡς ἐκπλήττεσθαι μὲν τὴν νοῦν μετέωρον ὅλον ὄντα καὶ ἡρπαγμένον· λήθην δὲ ταῖς φρεσὶν ἐγγίνεσθαι τοῦ ἐπιγείου τοῦδε φρονήματος· ἅτε μεστωθέντων αὐτῷ τῶν λογισμῶν, ὥσπερ εἴρηται, καὶ εἰς ἀπέραντά τε καὶ ἀκατάληπτα πράγματα αἰχμαλώτων αὐτῷ ἀπαχθέντων, ὡς ἐν ἐκείνῃ ὥρᾳ δι' εὐχῆς τῷ ἀνθρώπῳ γίνεσθαι συναπελθεῖν ἅμα τῇ εὐχῇ καὶ τὴν ψυχήν.
Chapter VIII. There are times, he says, when someone enters in to bend the knee, and his heart becomes full of divine working, and his soul rejoices together with the Lord, just as has already been shown, after the manner of a bride with the bridegroom. The great Isaiah says this: For as a bridegroom rejoices over a bride, so shall the Lord rejoice over you (Isa. 62:5); and there are times when it happens that such a one is occupied throughout the whole day, and when for a single hour he gives himself over to prayer, the inner man is caught up by it, and becomes possessed by the boundless depth of that age. And an ineffable sweetness holds him, so that his mind is amazed, being wholly aloft and caught up, and forgetfulness of this earthly mindset enters into his thoughts, inasmuch as his thoughts have been filled for him, as has been said, and led away captive for him unto boundless and incomprehensible things, so that in that hour through prayer it comes about for the man that his soul also departs together with his prayer.
Θʹ. Πρὸς δέ γε τὸν ἐρωτῶντα, φησὶν, εἰ πάντοτε δυνατὸν τῷ ἀνθρώπῳ τῇ τοιαύτῃ διαρκεῖν καταστάσει, ταῦτα λεκτέον· ὡς ἡ μὲν χάρις οὐκ ἔστιν ὅτε μὴ σύνεστι καὶ ἐῤῥίζωται, καὶ ὡς φυσικόν τι πεπηγὸς ἐγγίνεται τῷ ἀνθρώπῳ ᾧ σύνεστι· μία δὲ οὖσα αὐτὴ πολυτρόπως, ὡς ἐθέλει, πρὸς τὸ τοῦ ἀνθρώπου συμφέρον, οἰκονομεῖ· ποτὲ μὲν γὰρ πλέον αὐτῷ τὸ πῦρ, ποτὲ δὲ ἀμβλύτερον ἀνακαίει. Καὶ τὸ φῶς, ἔστι μὲν ὅτε μᾶλλον ἐκλάμπει, ἔστι δ' ὅτε καὶ συστέλλεται καὶ ἐπιστυγνάζει κατὰ θείαν πάντως οἰκονομίαν, καίτοιγε τῆς λαμπάδος ἄσβεστα καιομένης. Ὅτε δὲ φαιδρυνθῇ πλέον, τότε καθάπερ ἐν μέθῃ πλείονι τῆς τοῦ Θεοῦ ἀγάπης καὶ ὁ ἄνθρωπος ἑορτάζεται· ἔστι δ' ὅτε καὶ αὐτὸ τὸ φῶς τὸ φαῖνον ἐν καρδίᾳ, τῷ ἐνδοτέρῳ δήπου καὶ βαθυτέρῳ διανοίγει φωτὶ, ὥστε ὅλον τὸν ἄνθρωπον τῇ γλυκύτητι ἐκείνῃ καὶ θεωρίᾳ καταποθέντα μηκέτι ἐν ἑαυτῷ εἶναι, ἀλλ' ὡς μωρόν τε καὶ βλαβερὸν ὑπεῖναι τῷ κόσμῳ, διὰ καινοὺς ἴυγγας ἀγάπης καὶ ἡδονῆς, καὶ τὸ βάθος ὧν ἠξίωται μυστηρίων. Καὶ συμβαίνει πολλάκις κατ' ἐκεῖνον μὲν τὸν καιρὸν τῶν τελείων αὐτὸν ἐπιβῆναι μέτρων, καὶ εἶναι πάσης ἁμαρτίας ἐλεύθερόν τε καὶ ἀνεπίληπτον, μετὰ δὲ ταῦτα συσταλῆναι τρόπον τινὰ τὴν χάριν, καὶ τὸ κάλυμμα τῆς ἐναντίας ἐπιστῆναι δυνάμεως.
Chapter IX. And to him who asks, he says, whether it is always possible for a man to endure in such a state, these things must be said: that there is no time when grace is not present and rooted, and implanted like something natural and fixed in the man with whom it is present; yet being one, it dispenses itself manifoldly, as it wills, for the profit of the man; for at one time it kindles the fire in him more abundantly, and at another time more faintly. And the light, there are times when it shines forth more, and there are times when it contracts and grows overcast according to a wholly divine dispensation, even though the lamp burns unquenchably. And when it grows brighter, then as though in a fuller intoxication of the love of God the man also keeps festival; and there are times when the very light that shines in the heart opens up, doubtless, to a more inward and deeper light, so that the whole man, swallowed up in that sweetness and contemplation, is no longer in himself, but exists as foolish and useless to the world, because of strange charms of love and sweetness, and the depth of the mysteries of which he has been counted worthy. And it often happens that at that time he ascends to the perfect measures, and is free from all sin and unassailable, and after these things grace contracts in a certain manner, and the veil of the opposing power stands over him.
Ιʹ. Οἴου μοι, φησὶν, οὕτως τὰ τῆς χάριτος ἔχειν· ὑποκείσθω γάρ σοι πρὸς δωδέκατον βαθμὸν ἀνιέναι τὴν τελειότητα· εἶναι μὲν οὖν ὅτε καὶ τουτὶ τὸ μέτρον ἐφικτὸν γίνεται· πλὴν ἀλλ' ἐνδίδωσι πάλιν ἡ χάρις, καὶ ἕνα ὑποβᾶσα βαθμὸν, εἰς τὸ ἑνδέκατον, ὡς εἰπεῖν, ἵσταται. Ἐδείχθη ἐκεῖνα δὴ τὰ θαυμάσια, καὶ ὧν πεῖραν καὶ ἄνθρωπος ἔσχεν ἐκεῖνος· εἰ τὸν ἴσον αὐτῷ τρόπον εἶχε ταῦτα διαπαντὸς, οὐκ ἂν δυ-
Chapter X. Consider for me, he says, that the matters of grace stand thus: for let it be supposed by you that perfection ascends to the twelfth step; there are times, then, when even this measure becomes attainable; nevertheless grace gives way again, and stepping down one step, stands at the eleventh, so to speak. Those marvellous things were shown, of which that man also had experience; if he had these things continually in the same manner for himself, he would not be a-
Notes, col. 916

On the reading

Printed τὴν νοῦν, for τὸν νοῦν.