Ιʹ. Χρηστὸς ὢν φιλάνθρωπος ὁ Θεὸς, μακροθύμως ἔχει, καὶ πολύς ἐστιν ἀναμένων τὴν ἑκάστου τῶν ἁμαρτανόντων μετάνοιαν· ἑορτὴν οὐρανίαν τιθέμενος τὴν τοῦ μεταμελομένου ἐπιστροφήν· Χαρὰ γὰρ, φησὶν αὐτὸς, ἐν τῷ οὐρανῷ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Εἰ δέ τις τὴν χρηστότητα αὐτὴν καὶ μακροθυμίαν ὁρῶν, καὶ ὅτι μὴ τοῖς κατὰ μέρος ἁμαρτήμασιν ἐπεξέρχεται, τὴν μετάνοιαν, ὥσπερ ἔφημεν, ἐκδεχόμενος, κατολιγωρήσει τῆς ἐντολῆς, καὶ τὴν χρηστότητα, φεῦ! ἀφορμὴν σχοίη πρὸς καταφρόνησιν, ἁμάρτημα ἐπὶ ἁμαρτήματι προστιθεὶς, καὶ προσκώμματι πρόσκομμα ἐποικοδομῶν, ῥᾳθυμίαν τε συνάπτων τῇ ῥᾳθυμίᾳ, πληροῖ τοὺς τῶν ἁμαρτιῶν ὅρους, καὶ τοιούτῳ λοιπὸν ἁλίσκεται παραπτώματι, ἐξ οὗ μηκέτι παρὸν αὐτῷ ἀνακτήσασθαι· ἀλλ' ἐς μάτην τὴν συντριβὴν ὑποστὰς, καὶ τῷ πονηρῷ εἰς τέλος συγχωρηθεὶς, ἀπόλλυται. Οὕτως ἐπὶ Σοδόμων γέγονεν· ἀποπλήσαντες γὰρ καὶ ὑπερβάντες τοὺς τῶν ἁμαρτιῶν ὅρους, ἐπεὶ μηδὲν, ὡς εἰπεῖν, ζώπυρον μετανοίας αὐτοῖς ὑπελείφθη, ἀνάλωμα πυρὸς ὑπὸ τῆς θείας δίκης γεγόνασιν. Οὕτως ἐπὶ Νῶε· καὶ γὰρ ἀχαλίνοις χρώμενοι ταῖς ἐπὶ τὴν κακίαν ὁρμαῖς, καὶ μηδὲν εἶδος μετανοίας ἐπιδεικνύμενοι, τηλικοῦτον ἑαυτοῖς ἁμαρτιῶν ὄγκον ἐξεκορύφωσαν, ὡς πᾶσαν ὁμοῦ τὴν γῆν εἰς πᾶν διαφθαρῆναι. Οὕτω τοῖς Αἰγυπτίοις πολλὰ πλημμελοῦσι καὶ εἰς τὴν τοῦ Θεοῦ λαὸν ἐξυβρίζουσι· χρηστὸς ἦν ἐκεῖνος οὐ πανωλεθρίᾳ παραδιδοὺς, ἀλλὰ διὰ τῶν κατὰ μέρος μαστίγων εἰς μετάνοιαν ἐπαγόμενος· ἐπεὶ δὲ ἐπιστρέφοντες ἀγαπητῶς, πάλιν πρὸς τὴν κακίαν ἀνέστρεφον, καὶ τῆς προτέρας εἴχοντο ἀπιστίας, ἔσχατον δὲ καὶ τὸν λαὸν τοῦ Κυρίου ἀναγόμενον κατεδίωκον, ἀνάλωσεν αὐτοὺς ἡ θεία δίκη τὸ σύνολον καὶ ἀπώλεσεν. Οὕτω τοῦ Ἰσραὴλ πολλὰ ἁμαρτάνοντος, καὶ τοὺς προφήτας ἀποκτενόντος τοῦ Θεοῦ, τῆς συνήθους οὗτος μακροθυμίας ἐγίνετο· ἐπεὶ δὲ εἰς τοῦτο κακίας προέκοψαν, ὡς μηδὲ τὸ Δεσποτικὸν δυσωπηθῆναι ἀξίωμα, ἀλλὰ κἀκείνῳ μιαιφόνους χεῖρας ἐπιβαλεῖν· καὶ αὐτοὶ καθάπαξ ἀπεβλήθησάν τε καὶ κατεβλήθησαν· καὶ ἤρθη ἀπ' αὐτῶν ἥ τε προφητεία, καὶ ἡ ἱερατεία καὶ ἡ λατρεία. Καὶ ἐπιστεύθη ταῦτα τοῖς πιστεύσασιν ἔθνεσι.
Chapter X. Being good and loving towards mankind, God is long-suffering, and is abundant in waiting for the repentance of each of those who sin, accounting the conversion of him who repents a heavenly feast: For joy, He Himself says, arises in heaven over one sinner who repents (Luke 15:10). But if anyone, beholding this goodness and long-suffering, and that He does not visit particular sins with punishment, waiting, just as we said, for repentance, should slight the commandment, and, alas! take His goodness as an occasion for contempt, adding sin upon sin, and building stumbling-block upon stumbling-block, and joining sloth unto sloth, he fills up the bounds of sins, and is henceforth caught in such a transgression from which it is no longer possible for him to recover himself; but having undergone contrition in vain, and having been given over finally to the evil one, he perishes. Thus it came to pass in the case of Sodom; for having filled up and overpassed the bounds of sins, since no spark, so to speak, of repentance was left in them, they became fuel of fire under divine justice. Thus in the time of Noah; for using unbridled impulses towards wickedness, and displaying no form of repentance, they heaped up for themselves so great a mass of sins that the whole earth together was utterly corrupted. Thus with the Egyptians when they committed many offences and insulted the people of God: He was good in not delivering them over to utter destruction, but leading them unto repentance through the particular plagues; yet when, turning back barely, they returned again towards wickedness, and clung to their former unbelief, and last of all pursued the people of the Lord also as they were departing, divine justice consumed them altogether and destroyed them. Thus when Israel sinned much, and slew the prophets of God, He maintained His customary long-suffering; yet when they advanced to such a pitch of wickedness as not even to reverence the dignity of the Master, but laid murderous hands upon Him also, they themselves also were once for all cast away and cast down; and there was taken away from them prophecy, and priesthood, and worship. And these things were entrusted to the nations that believed.
ΙΑʹ. Προσδράμωμεν τῷ καλοῦντι Χριστῷ προθύμως, ἐκχέοντες ἐπ' αὐτὸν τὰς καρδίας· καὶ μὴ τὴν ἑαυτῶν ἐθελοκακοῦντες ἀπογινώσκωμεν σωτηρίαν. Καὶ τοῦτο γὰρ τοῦ πονηροῦ σόφισμα, ὑπομνήσει προτέρων ἁμαρτιῶν ὁδοποιεῖν εἰς ἀπόγνωσιν. Ἀλλ' ἡμῖν κατανοητέον, ὅτιπερ εἰ Κύριος ἐλθὼν τυφλῶν
Chapter XI. Let us run eagerly unto Christ Who calls us, pouring out our hearts before Him; and let us not, by playing the coward, despair of our own salvation. For this also is a device of the evil one, through the remembrance of former sins to pave the way unto despair. But we must consider that if the Lord, having come, of the blind