νατὸν αὐτῷ ἦν τὴν οἰκονομίαν καὶ τὸ βάρος ὑπιέναι τοῦ λόγου, οὔτε μὴν ἀκούειν τι καὶ λέγειν, ἢ καὶ περί του, κἂν τὸ βραχύτατον, μεριμνᾷν, ὅτι μὴ κεῖσθαι μόνον μιᾶς γωνίας ἐπειλημμένον, καὶ μετέωρον, καὶ μεμεθυσμένον· ταύτῃ τοι καὶ τὸ τέλειον αὐτῷ μέτρον οὐ παρεσχέθη· ἵνα καὶ τῇ ἀδελφῶν προνοίᾳ, καὶ τῇ τοῦ λόγου διακονίᾳ καιρὸν ἔχῃ σχολάζειν.
possible for him to undergo the dispensation and the weight of the word, nor indeed to hear anything and speak, or even to take thought about anything, even the briefest, save only to lie having laid hold of one corner, both elevated and intoxicated; for this cause also the perfect measure was not granted to him, so that he might have leisure both for the provident care of the brethren and for the ministry of the word.
ΙΑʹ. Ἀκούοντες, φησὶ, τοῦ λόγου τῆς βασιλείας, καὶ πρὸς δάκρυα καταγόμενοι, μὴ τοῖς ἡμετέροις τούτοις ἐναπομείνωμεν δάκρυσι, μηδὲ τῇ ἡμῶν ἀκοῇ ὡς καλῶς ἀκούσαντες, μηδὲ τοῖς ὀφθαλμοῖς ὡς καλῶς ἰδόντες, ἀρκούντως ἔχειν ἑαυτοῖς λογισώμεθα· καὶ γάρ εἰσιν ἕτερα ὦτα καὶ ἕτεροι ὀφθαλμοὶ, καὶ κλαυθμοὶ ἕτεροι, ὡς δὴ καὶ διάνοια καὶ ψυχὴ ἑτέρα, ὅπερ ἔστιν αὐτὸ θεϊκὸν Πνεῦμα καὶ ἐπουράνιον, τὸ ἀκοῦόν τε καὶ κλαῖον, εὐχόμενόν τε καὶ γινῶσκον, καὶ τὸ τοῦ Θεοῦ θέλημα ἐν ἀληθείᾳ ποιοῦν· ἐπεὶ καὶ τοῖς ἀποστόλοις ὁ Κύριος τὴν μεγίστην ἐπαγγελλόμενος τοῦ Πνεύματος δωρεάν· Ὑπάγω, ἔλεγεν, ὁ δὲ Παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα. Καὶ πάλιν· Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, οδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. Ἐκεῖνος οὖν προσεύξεται καὶ ἐκεῖνος κλαύσεται. Τὸ γὰρ, Τί προσευξόμεθα, φησὶν ὁ θεῖος Ἀπόστολος, καθ' ὃ δεῖ, οὐκ οἴδαμεν· ἀλλ' αὐτὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις· αὐτῷ γὰρ τῷ Πνεύματι μόνῳ τὸ τοῦ Θεοῦ θέλημα δῆλόν ἐστι. Τὰ γὰρ τοῦ Θεοῦ, φησὶν, οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἐπεὶ καὶ, κατὰ τὴν ἐπαγγελίαν, τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς τοῦ Παρακλήτου ἐπιφοιτήσαντος, καὶ τῆς δυνάμεως τοῦ ἀγαθοῦ Πνεύματος ταῖς ψυχαῖς τῶν ἀποστόλων σκηνωσάσης, τὸ μὲν τῆς κακίας κάλυμμα εἰσάπαν αὐτῶν ἀφῃρέθη, τὰ πάθη δὲ κατηργήθη, καὶ τὰ τῆς καρδίας αὐτοῖς ἀπεκαλύφθησαν ὄμματα. Καὶ τότε λοιπὸν σοφίας πλησθέντες, καὶ τέλειοι καταστάντες ὑπὸ τοῦ Πνεύματος, δι' ἐκείνου μὲν καὶ τὸ τοῦ Θεοῦ θέλημα ποιεῖν ἔγνωσαν, δι' ἐκείνου δὲ καὶ πρὸς πᾶσαν ἀλήθειαν ἐχειραγωγήθησαν ἡγεμονεύσαντός τε καὶ βασιλεύσαντος αὐτοῖς τῶν ψυχῶν. Ὅταν οὖν καὶ ἡμῖν ἐπακούωσι τοῦ λόγου τοῦ Θεοῦ κλαίειν ἐπέρχηται, δεηθῶμεν Χριστοῦ, πίστει ἀνεπιδοιάστῳ ἐλεύσεσθαι πρὸς ἡμᾶς, ἐλπίσαντες ἀληθῶς ἀκοῦον καὶ προσευχόμενον Πνεῦμα κατὰ τὸ αὐτοῦ θέλημα.
11. When we hear, says he, the word of the kingdom, and are brought down to tears, let us not remain in these our tears, nor reckon within ourselves that we have enough in our hearing as having heard well, nor in our eyes as having seen well; for indeed there are other ears and other eyes, and other weepings, just as there is also another mind and another soul, which is the divine and heavenly Spirit Himself, Who hears and weeps, Who prays and knows, and Who does the will of God in truth; since the Lord also, promising to the apostles the greatest gift of the Spirit, said: I go away, and the Paraclete, the Holy Spirit, Whom the Father will send in My name, He will teach you all things. And again: I have yet many things to say to you, but you cannot bear them now; but when He, the Spirit of truth, is come, He will guide you into all the truth. He therefore will pray and He will weep. For as to that saying: What we should pray for, says the divine Apostle, as we ought, we know not; but the Spirit Himself intercedes for us with groanings unutterable; for to the Spirit Himself alone is the will of God manifest. For the things of God, says he, no one knows, save the Spirit of God. Since also, according to the promise, when on the day of Pentecost the Paraclete visited them, and the power of the good Spirit tabernacled in the souls of the apostles, the veil of malice was altogether taken away from them, the passions were abolished, and the eyes of their heart were unveiled to them. And then henceforth, being filled with wisdom and rendered perfect by the Spirit, through Him indeed they knew how to do the will of God, and through Him also they were led by the hand unto all truth, as He guided and reigned over their souls. Whenever therefore it comes upon us also, as we listen to the word of God, to weep, let us beseech Christ with undoubting faith that there will come to us, as we have hoped, the Spirit Who truly hears and prays according to His will.
ΙΒʹ. Τὸ πρᾶγμα οὕτως ἔχειν οἴου, φησίν· ἐπίκειταί τις δύναμις ἐπικαλύπτουσα τὸν ἐλαφρὸν νοῦν, ὡς ἀήρ τις λεπτός· καίτοι δὲ τῆς λαμπάδος ἀεί ποτε καιομένης καὶ φαινούσης, καθάπερ εἴρηται· ἀλλὰ τῷ φωτὶ ἐκείνῳ ὡς κάλυμμά τι ἐπίκειται· ταύτῃ τοι οὐδὲ ἔξαρνός ἐστιν ὁ τοιοῦτος μὴ εἶναι τέλειος, μηδὲ τὸ ὅλον ἐλεύθερος ἐκ τῆς ἁμαρτίας· ἀλλ' οἷον εἰπεῖν ἐλεύθερός τε καὶ οὐκ ἐλεύθερος· τοῦτό τε οὐκ ἀθεεὶ πάντως· ἀλλὰ κατ' οἰκονομίαν γίνεται θείαν· καί ποτε μὲν διαλύεται καὶ θραύεται ἐκεῖνο τὸ μεσότοι-
12. Deem the matter to stand thus, says he: a certain power lies upon and covers over the agile mind, like a certain thin air; and although the lamp is ever burning and shining, even as has been said, yet upon that light there lies as it were a certain veil; wherefore such a man does not even deny that he is not perfect, nor altogether free from sin, but so to speak both free and not free; and this is by no means without God, but comes to pass by a divine dispensation; and at one time that middle wall