Migne Reading Room

PG 34 · cols. 857–868 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:857Read from the page
αἵτινες διὰ τὸ μὴ ἐντεῦθεν ἔχειν ἐν ταῖς καρδίαις τὸ πνευματικὸν ἔλαιον, ὅπερ τῶν εἰρημένων ἐστὶν ἀρετῶν ἡ διὰ τοῦ Πνεύματος ἐνέργεια, μωραί τε ὠνομάσθησαν, καὶ τοῦ βασιλικοῦ νυμφῶνος ἐλεεινῶς ἀπεκλείσθησαν, μηδὲν τοῦ παρθενίας ἀπονάμεναι καμάτου. Ὥσπερ γὰρ ἐν τῇ τῆς ἀμπέλου γεωργίᾳ, πᾶσα ἐπιμέλεια καὶ πόνος διὰ τὴν τῶν καρπῶν ἐλπίδα προκαταβάλλεται· καρπῶν δὲ μὴ γεωργηθέντων, εἰκαία πάντων ἡ ἐργασία δείκνυται· οὕτως, εἰ μὴ διὰ τῆς ἐνεργείας τοῦ Πνεύματος καρποὺς ἀγάπης, καὶ εἰρήνης καὶ χαρᾶς καὶ τῶν λοιπῶν, ὧν ὁ Ἀπόστολος ἀπηρίθμησεν, ἐν ἑαυτοῖς ἴδοιμεν, καὶ τοῦτο κατὰ πληροφορίαν πᾶσαν καὶ πνευματικὴν αἴσθησιν διομολογεῖν ἔχοιμεν, περιττὸς ὁ τῆς παρθενίας, εὐχῆς τε καὶ ψαλμῳδίας, νηστείας καὶ ἀγρυπνίας κάματος ἀποδείκνυται. Οἱ μὲν γὰρ πόνοι οὗτοι καὶ κάματοι τῆς ψυχῆς καὶ τοῦ σώματος ἐπ' ἐλπίδι πνευματικῶν καρπῶν, ὥσπερ ἔφημεν, ἐπιτελεῖσθαι ὀφείλουσιν· ἡ δ' ἐν ταῖς ἀρεταῖς καρποφορία, ἀπόλαυσίς ἐστι πνευματικὴ μεθ' ἡδονῆς ἀφθάρτου ἐν καρδίαις πισταῖς τε καὶ ταπειναῖς, ὑπὸ τοῦ Πνεύματος ἀπορρήτως ἐνεργουμένη· ὥστε οἱ πόνοι καὶ οἱ κάματοι, καθώς εἰσι πόνοι, φημὶ, καὶ κάματοι λογιζέσθωσαν, καὶ οἱ καρποὶ, καρποί. Εἰ δέ τις διὰ γνώσεως ἐνδείας τὴν ἐργασίαν αὐτοῦ καὶ τὸν κάματον καρποὺς τοῦ Πνεύματος εἶναι νομίσει, μὴ ἀγνοῶν φαίνεται ψυχαγωγεῖν ἑαυτὸν παρακρουόμενος, καὶ μεγάλων ὄντως καρπῶν τοῦ Πνεύματος, διὰ τὸ οὕτως ἔχειν, ἀποστερῶν.
who because they had not from hence in their hearts the spiritual oil, which is the working through the Spirit of the aforesaid virtues, were both called foolish, and were pitiably shut out from the royal bridal chamber, having reaped no benefit from the toil of virginity. For just as in the cultivation of the vine, all care and labour is laid out beforehand for the hope of the fruits, and when fruits are not produced, the work of all is shown to be in vain; so, unless through the working of the Spirit we see in ourselves fruits of love, and peace, and joy, and the rest that the Apostle enumerated, and are able to confess this in all full assurance and spiritual perception, the toil of virginity, of prayer and psalmody, of fasting and vigil is proved superfluous. For these labours and toils of the soul and of the body ought, even as we have said, to be performed in hope of spiritual fruits; whereas fruit-bearing in the virtues is a spiritual enjoyment with incorruptible pleasure in faithful and humble hearts, ineffably wrought by the Spirit; so let the labours and the toils, even as they are, be reckoned labours, I say, and toils, and the fruits, fruits. But if anyone through lack of knowledge shall suppose his work and toil to be fruits of the Spirit, not being ignorant he manifestly beguileth himself, being led astray, and depriveth himself, through being thus disposed, of truly great fruits of the Spirit.
Ϛʹ. Ὥσπερ ὁ τῇ ἁμαρτίᾳ ὅλον ἑαυτὸν ἔκδοτον παρασχόμενος, τὰ παρὰ φύσιν πάθη τῆς ἀτιμίας, τουτέστιν ἀσέλγειαν, πορνείαν, πλεονεξίαν, μῖσος, καὶ δόλον, καὶ τὰ λοιπὰ τῆς κακίας ἐπιτηδεύματα ἐν ἀπολαύσει καὶ ἡδονῇ ὡς φυσικὰ καταπράττεται· οὕτως ὁ ἐν ἀληθείᾳ καὶ τελειότητι Χριστιανὸς ὢν, τὰς ἀρετὰς πάσας, καὶ τοὺς καρποὺς τοῦ Πνεύματος ἅπαντας τοὺς ὑπὲρ τὴν φύσιν, τὴν ἀγάπην δηλονότι καὶ τὴν εἰρήνην, τὴν ὑπομονὴν, τὴν πίστιν, καὶ τὴν ταπείνωσιν, καὶ πᾶν τὸ χρυσοῦν ὄντως γένος τῆς ἀρετῆς, ἐν ἀπολαύσει πολλῇ καὶ ἡδονῇ πνευματικῇ, ἀπονητὶ λοιπὸν καὶ ῥᾳδίως ὡς φυσικὰ μέτεισιν· οὐκ ἔτι πρὸς τὰ πάθη τῆς κακίας διαμαχόμενος· ἅτε τελείως ἀπὸ Κυρίου λελυτρωμένος, καὶ ἀπὸ τοῦ ἀγαθοῦ Πνεύματος τὴν ἐντελῆ τοῦ Χριστοῦ εἰρήνην καὶ ἀγαλλίασιν ἐν τῇ καρδίᾳ δεξάμενος. Οὗτός ἐστιν ὁ κολληθεὶς τῷ Κυρίῳ, καὶ γενόμενος εἰς ἓν πνεῦμα.
VI. Just as he that hath rendered himself wholly given up unto sin practiseth with enjoyment and pleasure as though natural the passions of dishonour that are contrary to nature, that is to say, licentiousness, fornication, covetousness, hatred, and deceit, and the remaining devices of malice; so he that is a Christian in truth and perfection pursueth henceforth without toil and easily, as though natural, in much enjoyment and spiritual pleasure, all the virtues, and all the fruits of the Spirit that are above nature, namely love and peace, patience, faith, and humility, and the whole truly golden race of virtue; no longer contending against the passions of malice, inasmuch as he hath been perfectly redeemed by the Lord, and hath received from the good Spirit the complete peace and exultation of Christ in his heart. This is he that is joined unto the Lord, and become one spirit.
Ζʹ. Τοὺς μήπω δυναμένους ἄκρως τῷ τῆς ψυχῆς ἔρωτι διὰ νηπιότητα ἑαυτοὺς ἐπιτρέπειν· τούτους τὴν ὑπηρεσίαν τῶν ἀδελφῶν μετ' εὐλαβείας καὶ πίστεως, φόβου τε θείου, καταδέξασθαι χρὴ, ὡς Θεοῦ ἐντολῇ, καὶ ὡς πνευματικῷ πράγματι διακονουμένους· ἀλλ' οὐχ ὡς παρ' ἀνθρώπων μισθὸν, ἢ τιμὴν, καὶ εὐχαριστίαν προσδοκωμένους· μηδὲ δόντας χώραν ὅλως γογγυσμῷ, ἢ ὑψηλοφροσύνῃ, ἢ ἀμελείᾳ καὶ χαυνότητι· ὡς μὴ τὸ ἀγαθὸν τοῦτο ἔργον σπιλοῦσθαι καὶ παραφθείρεσθαι, διὰ δὲ τῆς
VII. Those who because of spiritual infancy are not yet able to commit themselves supremely unto the love of the soul, must undertake the service of the brethren with reverence and faith, and divine fear, as ministering unto a commandment of God and a spiritual matter; and not as expecting reward, or honour, and thanksgiving from men; nor giving place at all to murmuring, or haughtiness, or negligence and laxity; lest this good work be defiled and corrupted, but rather through
PG 34:860Read from the page
εὐλαβείας μᾶλλον, καὶ τοῦ φόβου, καὶ τῆς χαρᾶς εὐπρόσδεκτον τῷ Θεῷ γίνεσθαι.
reverence, and fear, and joy become well-pleasing unto God.
Ηʹ. Τοσαύτῃ φιλανθρωπίᾳ καὶ ἀγαθότητι (ὢ τῶν θείων σπλάγχνων περὶ ἡμᾶς!) συγκατέβη τοῖς ἀνθρώποις ὁ Κύριος, τοῦτο πραγματευόμενος, τὸ μηδένα ἔργου ἀγαθοῦ μισθὸν παριδεῖν· ἀλλ' ἀπὸ τῶν μικρῶν ἐπὶ τὰς μείζους τῶν ἀρετῶν, πάντας ἀναγαγεῖν· τὸ μηδὲ ποτήριον ψυχροῦ ὕδατος ἀποστερεῖν ἀντιδόσεως. Εἴρηκε γάρ· Ὅς ἂν ποτίσῃ ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐτοῦ· καὶ αὖθις· Ἐφ' ὅσον ἑνὶ τοῦτο ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Μόνον κατὰ Θεὸν τὸ γινόμενον, καὶ μὴ κατὰ δόξαν γινέσθω. προσέθηκε γάρ· μόνον εἰς ὄνομα μαθητοῦ· τουτέστι φόβῳ καὶ ἀγάπῃ Χριστοῦ· τοῖς γὰρ ἐπιδεικτικῶς τὸ ἀγαθὸν μετιοῦσι καὶ μεμφόμενος ὁ Κύριος, ἀποφάσει βεβαίᾳ τὸν λόγον ἀσφαλιζόμενος ἐπάγει, λέγων· Ἀμὴν λέγω ὑμῖν· ἀπέχουσι τὸν μισθὸν αὐτῶν.
VIII. With such loving-kindness and goodness (O the divine bowels of compassion towards us!) did the Lord condescend unto men, contriving this, not to overlook the reward of any good work, but to lead all up from the small unto the greater of the virtues, and not to deprive even a cup of cold water of recompense. For He hath said: Whosoever shall give to drink a cup of cold water only in the name of a disciple, verily I say unto you, he shall in no wise lose his reward; and again: Inasmuch as ye did this unto one, ye did it unto Me. Only let that which is done be done according to God, and not for glory. For He added: only in the name of a disciple; that is to say, in the fear and love of Christ; for blaming also those who pursue the good ostentatiously, the Lord, confirming the word with a sure pronouncement, addeth, saying: Verily I say unto you, they have received their reward.
Θʹ. Ἡ ἁπλότης πρὸ τῶν ἄλλων καὶ ἡ ἀφέλεια καὶ ἡ πρὸς ἀλλήλους ἀγάπη, καὶ χαρὰ, καὶ ταπείνωσις, ἐκ παντὸς τρόπου, ὥσπερ τις θεμέλιος ὑποβεβλήσθωσαν ἐν τῇ ἀδελφότητι, ἵνα μὴ ἀλλήλων κατεπαιρόμενοι, καὶ καταγογγύζοντες, ἀνόνητον τὸν κάματον ἀποδείξωμεν. Καὶ μήτε ὁ ἀδιαλείπτως προσκαρτερῶν ταῖς εὐχαῖς, τοῦ μὴ οὕτω ποιεῖν δυναμένου κατεπαιρέσθω· μήτε ὁ τῇ διακονίᾳ ἑαυτὸν ἐκδιδοὺς, τοῦ τῇ προσευχῇ σχολάζοντος καταγογγυζέτω· ὡς εἴ γε μετὰ τοιαύτης ἁπλότητός τε καὶ διαθέσεως ἀλλήλοις προσφέροιντο, γίνηται τὸ περίττευμα τῶν ταῖς εὐχαῖς ἐμπαραμενόντων, ἐπὶ τὸ ὑστέρημα τῶν διακονούντων· καὶ αὖθις τὸ τῶν διακονούντων περίσσευμα ἐπὶ τὸ ὑστέρημα τῶν ταῖς εὐχαῖς σχολαζόντων· καὶ οὕτω μᾶλλον ἡ ἰσότης, κατὰ τὸ εἰρημένον, φαίνηται σωζομένη· ὡς, τὸ πολὺ οὐκ ἐπλεόνασε· καὶ ὡς τὸ, τὸ ὀλίγον οὐκ ἠλαττόνησεν.
IX. Let simplicity before all else, and artlessness, and love towards one another, and joy, and humility, in every way be laid down as a foundation in the brotherhood, lest exalting ourselves against one another, and murmuring against one another, we render our toil unprofitable. And neither let him that persevereth unceasingly in prayers exalt himself against him that is not able so to do; nor let him that giveth himself up to ministry murmur against him that devoteth himself to prayer; so that if indeed with such simplicity and disposition they bear themselves towards one another, the abundance of those who abide in prayers may go unto the deficiency of those who minister; and again the abundance of those who minister unto the deficiency of those who devote themselves to prayers; and thus equality the rather, according to that which was spoken, may appear preserved; as, He that had much had nothing over; and as the saying, He that had little had no lack.
Ιʹ. Τότε γίνεται τὸ τοῦ Θεοῦ θέλημα ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὅταν μὴ, ὥσπερ εἴρηται, ἀλλήλων κατεπαιρώμεθα, ὅταν μὴ μόνον ζήλου χωρὶς ἀλλὰ καὶ ἁπλότητος ἐν μετοχῇ καὶ ἀγάπης, εἰρήνης τε καὶ χαρᾶς συνημμένοι ὦμεν, ἀλλήλοις τὴν τοῦ πλησίον προκοπὴν ἰδίαν, ὡς δέον, καὶ τὴν ἐκείνου ὑστέρησιν ζημίαν ἑαυτῶν λογιζόμενοι, καὶ τῇ εὐχῇ ὀκνηρὸς, καὶ τῇ διακονίᾳ τῶν ἀδελφῶν καὶ ἐν ἑτέρᾳ δή τινι, ἔργῳ τῷ κατὰ Θεὸν γινομένῳ χαύνως καὶ ἀμελῶς διακείμενος, οὗτος ἀπὸ τοῦ Ἀποστόλου ἀργὸς διαρρήδην καλούμενος, αὐτοῦ τοῦ ἄρτου ἀνάξιος εἶναι καταψηφίζεται· εἴρηκε γάρ· Ὁ δὲ ἀργὸς μηδὲ ἐσθιέτω· καὶ ἀλλαχοῦ· Τοὺς δὲ ἀργοὺς καὶ ὁ Θεὸς μισεῖ. καὶ, Ὁ ἀργὸς οὐδὲ πιστὸς εἶναι δύναται. Καὶ Σοφία· Πολλὴν κακίαν, ἔφη, ἐδίδαξεν ἡ ἀργία. Προσήκει τοιγαροῦν ἕκαστον ὁποῖον δήποτε ἔργον κατὰ Θεὸν γινόμενον καρποφορεῖν, καὶ σπου-
X. Then is the will of God done as in heaven so also upon the earth, when, even as hath been said, we do not exalt ourselves against one another, when not only without jealousy, but also in fellowship of simplicity and love, of peace and joy, we are joined together with one another, reckoning as is due our neighbour's progress our own, and his deficiency our own loss; whereas he that is slothful in prayer, and in the ministry of the brethren and in any other matter whatsoever, being laxly and negligently disposed in the work done according to God, this man, being expressly called idle by the Apostle, is condemned as unworthy of his very bread; for he hath said: Let the idle man not even eat; and elsewhere: And the idle God also hateth; and, The idle man cannot even be faithful. And Wisdom said: Much malice hath idleness taught. It befitteth each one therefore to bear fruit in whatsoever work is done according to God, and zeal-
PG 34:861Read from the page
δαίως κἂν ὑφ' ἑνὶ τῶν ἀγαθῶν διατίθεσθαι, ἵνα μὴ τὸ παράπαν ἄκαρπος εὑρισκόμενος, ἀμέτοχος εἰς ἅπαν καὶ τῶν αἰωνίων ἀγαθῶν γένηται.
to be earnestly disposed even under one of the good things, lest, being found altogether fruitless, he become wholly without a share in the eternal good things also.
ΙΑʹ. Πρὸς τοὺς λέγοντας ἀδύνατον εἶναι τῆς τελειότητος ἐφικέσθαι, καὶ τῆς εἰσάπαξ ἀπαλλαγῆς τῶν παθῶν, εἰ καὶ τῆς μετουσίας καὶ πληρώσεως τοῦ ἀγαθοῦ τυχεῖν Πνεύματος, ἀναγκαῖον τὴν ἀπὸ τῶν θείων Γραφῶν μαρτυρίαν ἐπενεγκεῖν, καὶ δεῖξαι κακῶς εἰδότας αὐτοὺς, ψευδῶς τε ἅμα καὶ ἐπισφαλῶς λέγοντας· Γίνεσθε γὰρ, φησὶν ὁ Κύριος, καὶ ὑμεῖς τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι· καὶ παντελῆ καθαρότητα διὰ τούτων σημαίνων· καὶ, Θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ οὗτοι ὦσι μετ' ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν. Ταῦτα τοῦ εἰρηκότος εἰσίν· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι· καὶ τὸ τοῦ Ἀποστόλου· Ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ. Καὶ τό· Μέχρι δὲ καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, εἰς ταυτὸν φέρει. Οὕτω δὲ πρὸς τὴν τελειότητα ἀφορῶντας συμβαίνει δύο τὰ κάλλιστα γίνεσθαι, σύντονόν τε καὶ ἀδιάπαυστον τὸν ἀγῶνα ἔχοντας εἰς τὸ πέρας διώκειν, διὰ τὴν ἐλπίδα τοῦδε τοῦ μέτρου, φημὶ, καὶ τῆς ἀναβάσεως· τύφῳ τε μὴ ἁλίσκεσθαι, ἀλλὰ μετριοφρονεῖν, καὶ μικροὺς ἑαυτοὺς ἡγεῖσθαι διὰ τὴν μήπω τοῦ τελείου κατάληψιν.
11. Against those who say that it is impossible to attain unto perfection, and unto the once-for-all deliverance from the passions, or even to obtain the participation and fulness of the good Spirit, it is necessary to bring forward the testimony from the divine Scriptures, and to show that they know ill, speaking at once falsely and dangerously; for the Lord says, Be ye also perfect, even as your heavenly Father is perfect (Matt. 5:48), signifying also complete purity through these words; and, I will that where I am, these also may be with Me, that they may behold My glory (John 17:24). These are the words of Him Who said: Heaven and earth shall pass away, but My words shall in no wise pass away (Matt. 24:35; Luke 21:33); and the word of the Apostle: That we may present every man perfect in Christ (Col. 1:28). And the saying: Till we all attain unto the unity of the faith, and of the knowledge of the Son of God, unto a perfect man, unto the measure of the stature of the fulness of Christ (Eph. 4:13), tends to the same point. And for those who thus look towards perfection, it comes to pass that two of the noblest things take place: having an earnest and unceasing contest, they press on unto the end, because of the hope of this measure, I mean, and of the ascent; and they are not caught by pride, but are humble-minded, and account themselves small because they have not yet apprehended perfection.
ΙΒʹ. Οἱ ταῦτα λέγοντες, φησὶν, ἐκ τριῶν τρόπων τὴν μεγίστην ψυχῇ περιάπτουσι βλάβην· πρῶτον μὲν, ὅτι ταῖς θεοπνεύστοις φαίνονται διαπιστοῦντες Γραφαῖς· εἶθ' ὅτι τὸν μείζονά τε καὶ τέλειον μὴ προστησάμενοι τοῦ Χριστιανισμοῦ σκοπὸν, μηδὲ πρὸς ἐκεῖνον φθάσαι κατατεινόμενοι, πόνον καὶ σπουδὴν, πεῖνάν τε καὶ δίψαν τῆς δικαιοσύνης ἔχειν οὐ δύνανται· ἀλλὰ τοῖς ἐξωτέροις σχήμασί τε καὶ ἤθεσι, καὶ ὀλίγοις τισὶ κατορθώμασιν ἐμπληροφορούμενοι, τῆς μακαρίας ἐλπίδος, καὶ τελειότητος, καὶ τῆς παντελοῦς τῶν παντελῶν παθῶν καθάρσεως ἀπολείπονται. Τὸ τρίτον ὡς οἰόμενοι τῆς ἀκρότητος ἐφικέσθαι τῇ κατορθώσει τῶν ὀλίγων, ὡς ἔφημεν, ἀρετῶν, καὶ μὴ πρὸς τὸ τέλειον ἐπειγόμενοι, οὐ μόνον ταπείνωσιν καὶ πτωχείαν καὶ συντριβὴν καρδίας ἥκιστα ἔχειν δύνανται· ἀλλὰ δικαιοῦντες ἑαυτοὺς ὡς ἤδη κατειληφότας, οὐ προκοπὴν οὐκ ἐπίδοσιν ὁσημέραι δέχονται.
12. Those who say these things, he says, in three ways fasten the greatest harm upon the soul: first indeed, because they appear to distrust the divinely inspired Scriptures; next, because, not having set before themselves the greater and perfect aim of Christianity, nor straining to reach it, they cannot have labour and zeal, and hunger and thirst after righteousness; but being fully satisfied with outward forms and customs, and with a few right actions, they fall short of the blessed hope, and of perfection, and of the complete cleansing of the complete passions. Thirdly, since they suppose that they reach the summit by the achievement of those few virtues, as we said, and do not press on towards perfection, they not only are least of all able to have humility and poverty and contrition of heart, but justifying themselves as having already apprehended, they receive neither progress nor advancement day by day.
ΙΓʹ. Τοὺς ἀδύνατόν φησιν ἡγουμένους τὴν κατόρθωσιν ταύτην, τὴν διὰ τοῦ Πνεύματος τοῖς ἀνθρώποις ἐγγινομένην, ἥτις ἡ καινὴ κτίσις ἐστὶ τῆς καθαρᾶς καρδίας, ὁ Ἀπόστολος διαῤῥήδην ἐοικότας αὐτοὺς δείκνυσι τοῖς δι' ἀπιστίαν τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθεῖν μὴ ἠξιωμένοις, καὶ διὰ τοῦτο πεπτωκότων αὐτοῖς τῶν κώλων ἐν τῇ ἐρήμῳ· ὃ
13. Those, he says, who account impossible this right achievement which comes to pass in men through the Spirit, which is the new creation of the pure heart, the Apostle expressly shows to be like unto those who because of unbelief were not counted worthy to enter into the land of promise, and whose carcasses therefore fell in the wilderness (Heb. 3:17); for that which
PG 34:864Read from the page
γὰρ ἐκεῖ ἐπαγγελίας γῆ κατὰ τὸ φανερὸν, τοῦτο ἐνταῦθα παθῶν ἀπολύτρωσις κατὰ τὸ κρυπτόν· ὅπερ δὴ καὶ ὁ Ἀπόστολος τέλος πάσης ἐντολῆς εἶναι ἀπέδειξε· καὶ τοῦτό ἐστιν ἡ ἀληθινὴ τῆς ἐπαγγελίας γῆ, καὶ δι' αὐτὴν πάντα ἐκεῖνα τυπικῶς παραδίδοται. Παρ' ὃ καὶ ὁ θεσπέσιος Παῦλος δι' ἀσφαλείας τὰ τῶν μαθητῶν ποιούμενος, ὡς μή τινα συμβῆναι ἀπιστίας ἁλῶναι φρονήματι· Βλέπετε, ἀδελφοί μου, φησὶ, μήποτε εἴη ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ τοῦ Θεοῦ ζῶντος· τὸ δὲ ἀποστῆναι οὐκ ἐπὶ τοῦ ἀρνήσασθαι, ἀλλ' ἐπὶ τοῦ ταῖς ἐπαγγελίαις αὐτοῦ ἀπιστῆσαι, τέθεικεν· ἀμέλει καὶ τὰ τυπικὰ τῶν Ἰουδαίων ἀλληγορῶν καὶ παραβάλλων ταῦτα πρὸς τὴν ἀλήθειαν, ἐπιφέρει, λέγων· Τινὲς γὰρ ἀκούσαντες αὐτοῦ παρεπίκραναν, ἀλλ' οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωσέως· τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν, ὅτι μὴ ἐδυνήθησαν εἰσελθεῖν δι' ἀπιστίαν· καὶ ἐπάγει· Φοβηθῶμεν οὖν μήποτε καταλιπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκεῖ τις ἐξ ὑμῶν ὑστερηκέναι· καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι· ἀλλ' οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους μὴ συγκεκραμένος τῇ πίστει τοῖς ἀκούσασιν· εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες· καὶ μετ' ὀλίγα πάλιν ἐπιφέρει· Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι περιπέσῃ τῆς ἀπειθείας. Τίς δὲ Χριστιανῶν κατάπαυσις ἑτέρα, ἢ τῶν τῆς ἁμαρτίας παθῶν ἡ ἀπολύτρωσις, καὶ ἡ πληρεστάτη καὶ ἐνεργὴς τοῦ ἀγαθοῦ Πνεύματος ἐν τῇ καθαρᾷ καρδίᾳ ἐνοίκησις; ταύτῃ τοι καὶ ἐνάγων αὐτοὺς πάλιν πρὸς τὴν πίστιν φησί· Προσερχώμεθα μετ' ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐῤῥαντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ αὖθις· Πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Ἰησοῦ καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ! Προσήκει τοίνυν, τὴν διὰ τῶν ῥημάτων τούτων ἐπηγγελμένην τοῦ Θεοῦ πρὸς ἀνθρώπους ἄμετρον ἀγαθότητα καθομολογεῖν ἡμᾶς, οἷα δούλους εὐγνώμονας, καὶ ἀληθῆ καὶ βέβαια λογίζεσθαι τὰ ἐπηγγελμένα· ἵνα κἂν διὰ νωθείαν ἢ ἀσθέ-
there was manifestly the land of promise, this here is secretly the redemption from passions; which very thing the Apostle also proved to be the end of every commandment; and this is the true land of promise, and for its sake all those things are typically handed down. Wherefore also the divinely speaking Paul, securing the affairs of the disciples, lest it should happen that anyone be caught by a mind of unbelief, says: Take heed, my brethren, lest haply there be in any one of you an evil heart of unbelief, in falling away from the living God (Heb. 3:12); and he has put falling away not for denying, but for disbelieving His promises; indeed, allegorizing the typical things of the Jews and comparing these with the truth, he brings in, saying: For some, when they had heard, did provoke Him: howbeit not all that came out of Egypt by Moses. But with whom was He displeased forty years? was it not with them that had sinned, whose carcasses fell in the wilderness? And to whom sware He that they should not enter into His rest, but to them that were disobedient? And we see that they were not able to enter in because of unbelief (Heb. 3:16-19); and he adds: Let us fear therefore, lest haply, a promise being left of entering into His rest, any one of you should seem to have come short of it. For indeed we have had good tidings preached unto us, even as also they: but the word of hearing did not profit them, because it was not mingled with faith in them that heard. For we who have believed do enter into that rest (Heb. 4:1-3); and after a little he again brings in: Let us therefore give diligence to enter into that rest, that no man fall into the same example of disobedience (Heb. 4:11). And what other rest of Christians is there, than the redemption from the passions of sin, and the fullest and active indwelling of the good Spirit in the pure heart? Wherefore also, leading them on again towards faith, he says: Let us draw near with a true heart in fulness of faith, having our hearts sprinkled from an evil conscience (Heb. 10:22), and again: How much more shall the blood of Jesus cleanse your conscience from dead works to serve the living and true God! (Heb. 9:14). It is fitting, therefore, that we, as grateful servants, should confess the measureless goodness of God towards men promised through these words, and account the things promised true and sure; so that even if through sluggishness or weak-
ΙΔʹ. Τὸ τῆς εὐχῆς καὶ τοῦ λόγου ἔργον ἁρμοζόντως ἐπιτελούμενον, πάσης ἀρετῆς τε καὶ ἐντολῆς ὑπεράνω τελεῖ. Καὶ τούτου μάρτυς αὐτός· ἐπειδὴ γὰρ εἰς τὴν οἰκίαν Μάρθας τε, φημὶ, καὶ Μαρίας παρέβαλε, τῆς μὲν Μάρθας περὶ τὴν διακονίαν ἀσχολουμένης, Μαρίας δὲ περὶ τοὺς αὐτοῦ πόδας καθεζομένης, καὶ τῇ ἀμβροσίᾳ τῆς θείας ἐκείνης γλώττης εὐωχουμένης, μεμφομένης αὐτῆς τῆς ἀδελφῆς, ὅτι
14. The work of prayer and of the word, when fittingly performed, stands above every virtue and commandment. And of this He Himself is witness; for when He entered into the house of Martha, I say, and Mary (Luke 10:38), while Martha was occupied about the ministry, and Mary was sitting about His feet and feasting upon the ambrosia of that divine tongue, when her sister blamed her, because
PG 34:865Read from the page
μὴ συμπράττῃ ταῦτα, καὶ διὰ τοῦτο Χριστῷ προσελθούσης, αὐτὸς τὸ κυριώτερον τοῦ δευτέρου προθεὶς, Μάρθα, ἔφη, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Τοῦτο δὲ εἴρηκεν, ὡς ἔφημεν, οὐχ ὡς τὸ τῆς διακονίας ἔργον ἀποποιούμενος, ἀλλ' ὡς τὸ μεῖζον πάντως τοῦ ἐλάττονος προτιθείς· ἐπεὶ πῶς αὐτὸς ἠνείχετο τῆς διακονίας; πῶς καὶ αὐτουργὸς φαίνεται τούτου γενόμενος, καὶ τοὺς πόδας νίψας τῶν μαθητῶν; τοσοῦτον δὲ ἀποσχόμενος τοῦ κωλῦσαι, ὅτι καὶ τὸν ἴσον τρόπον πρὸς ἀλλήλους ποιεῖν τοῖς μαθηταῖς ἐγκελεύεται· οὐ μὴν ἀλλὰ καὶ αὐτοὺς εὑρήσεις τοὺς ἀποστόλους, ἡνίκα πρότερον περὶ τὴν τῶν τραπεζῶν ἐπονοῦντο διακονίαν, τοῦ μείζονος ἔργου πρόκρισιν θεμένους, τῆς εὐχῆς, φημὶ, καὶ τοῦ λόγου, Οὐ δίκαιον γὰρ, φησὶν, ἡμᾶς καταλιπόντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις· ἀλλ' εὐξάμενοι, ἄνδρας πλήρεις Πνεύματος ἁγίου καταστήσωμεν ἐπὶ τῆς διακονίας ταύτης· ἡμεῖς δὲ τῇ διακονίᾳ τοῦ λόγου καὶ τῇ προσευχῇ προσκαρτερῶμεν. Ὁρᾷς, ὅπως τὰ πρῶτα τῶν δευτέρων προέκριναν, καίπερ ἀμφότερα μιᾶς ἀγαθῆς ῥίζης οὐκ ἀγνοοῦντες εἶναι βλαστήματα.
was not assisting in these things, and on this account having approached Christ, He Himself setting the more principal thing before the secondary, Martha, said He, thou art anxious and troubled about many things: but of one thing is there need: and Mary hath chosen the good part, which shall not be taken away from her. And this He hath spoken, as we said, not as rejecting the work of ministry, but as setting the greater altogether before the lesser: since how did He Himself endure ministry? how also doth He appear to have become the personal worker of this, even having washed the feet of the disciples? and abstaining so far from forbidding it, that He even commandeth the disciples to do in like manner towards one another: nay more, thou wilt find even the apostles themselves, when previously they were labouring about the ministry of tables, making a preference of the greater work, of prayer, I mean, and of the word, For it is not right, saith he, that we leaving the word of God should serve tables: but having prayed, let us appoint men full of the Holy Spirit over this ministry: and let us give ourselves continually to the ministry of the word and to prayer. Seest thou how they preferred the first things to the second, although not being ignorant that both are shoots of one good root.
ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ
Of Macarius the Great
ΠΕΡΙ ΥΠΟΜΟΝΗΣ ΚΑΙ ΔΙΑΚΡΙΣΕΩΣ
Concerning Patience and Discernment
ΛΟΓΟΣ
Discourse
Αʹ. Τοῖς πειθαρχεῖν τῷ λόγῳ τοῦ Θεοῦ βουλομένοις, καὶ ἀγαθὸν καρπὸν ἐργαζομένοις, σημεῖα παρακολουθεῖ ταῦτα· στεναγμὸς, κλαυθμὸς, κατήφεια, ἡσυχία, κεφαλῆς κίνησις, προσευχὴ, σιωπὴ, ἐπιμονὴ, ὀδυνηρὸν πένθος, πόνος καρδίας ὑπὲρ εὐσεβείας γενόμενος. Τὰ δὲ ἔργα· ἀγρυπνία, νηστεία, ἐγκράτεια, πραότης, μακροθυμία, ἀδιάλειπτος προσευχὴ, μελέτη τῶν θείων Γραφῶν, πίστις, ταπείνωσις, φιλαδελφία, ὑποταγὴ, πόνος, κακοπάθεια, ἀγάπη, ἀγαθωσύνη, κοσμιότης, καὶ τὸ ὅλον φῶς, ὅ ἐστιν ὁ Κύριος. Τῶν δέ γε μὴ ποιούντων καρπὸν ζωῆς σημεῖά ἐστι ταῦτα· ἀκηδία, μεθορισμὸς, περίβλεψις, ἀπροσ-
I. Those who wish to obey the word of God, and who work good fruit, these signs follow closely: groaning, weeping, dejection, quietness, shaking of the head, prayer, silence, perseverance, painful mourning, labour of heart taking place on behalf of godliness. And the works: watching, fasting, self-control, meekness, long-suffering, unceasing prayer, meditation on the divine Scriptures, faith, humility, brotherly love, subjection, labour, suffering of evil, love, goodness, modesty, and the whole light, which is the Lord. But of those who do not make fruit of life the signs are these: listlessness, roving across bounds, looking around, inatten-
PG 34:868Read from the page
εξία, γογγυσμὸς, κέπφωσις. Τὰ δὲ ἔργα· ἀδδηφαγία ὀργὴ, θυμὸς, καταλαλιὰ, φυσίωσις, ἀκαιρολογία, ἀπιστία, ἀκαταστασία, λήθη, ταραχὴ, αἰσχροκέρδεια, φιλαργυρία, ζῆλος, ἐρίθεια, ὑπεροψία, φλυαρία, ἄκαιρος γέλως, ἐθελοδοξία, καὶ τὸ πᾶν σκότος, ὅπερ ἐστὶν ὁ Σατανᾶς.
glance, murmuring, light-minded fluttering. And the works: gluttony, anger, wrath, backbiting, puffing up, unseasonable speech, unbelief, instability, forgetfulness, tumult, base gain, love of money, envy, faction, disdain, babbling, unseasonable laughter, vainglory, and all darkness, which is Satan.
Βʹ. Κατ' οἰκονομίαν θειοτέραν φησὶ, οὐκ εὐθέως εἰς τὴν κληρωθεῖσαν αὐτῷ γέενναν ὁ πονηρὸς παρεπέμφθη· ἀλλὰ βασάνου καὶ δοκιμασίας χάριν τοῦ τε ἀνθρώπου, φημὶ, παρείθη· ἵνα καὶ ἄκων δικαιοτέρους μὲν τοὺς ἁγίους διὰ τῆς ὑπομονῆς ἀπεργάσηται, καὶ μείζονος αὐτοῖς δόξης αἴτιος καταστῇ· ἑαυτῷ δὲ πάλιν διὰ τῆς ἰδίας ἐθελοκακίας, καὶ τῶν κατὰ τῶν ἁγίων ἐπινοιῶν δικαιοτέραν κατασκευάσῃ τὴν κόλασιν· Καὶ ἵνα, φησὶν ὁ θεῖος Ἀπόστολος, καθ' ὑπερβολὴν γένηται ἁμαρτωλὸς ἡ ἁμαρτία.
2. According to a more divine dispensation, he says, the evil one was not straightway sent away into the Gehenna allotted to him, but was left for the sake of the trial and testing of man, I mean; so that even unwillingly he might render the saints more righteous through endurance, and become the cause of greater glory for them, while for himself again, through his own wilful malice and his designs against the saints, he might prepare the punishment more justly; And that sin, says the divine Apostle, might become exceedingly sinful (Rom. 7:13).
Γʹ. Απατήσας τὸν Ἀδὰμ ὁ ἐχθρὸς, καὶ οὕτως αὐτοῦ κυριεύσας ἀφεῖλέ τε αὐτὸν τὴν ἐξουσίαν, καὶ ἄρχων ἐκεῖνος τοῦ αἰῶνος τοῦδε προσηγορεύθη. Ἄρχων δὲ τοῦ αἰῶνος τούτου καὶ δεσπότης τῶν ὁρωμένων ὁ ἄνθρωπος ἦν ἐξ ἀρχῆς ὑπὸ τοῦ Κυρίου καταστάς. Οὔτε γὰρ πῦρ αὐτοῦ κατίσχυεν, οὐχ ὕδωρ ἐπόντιζεν, οὐ θηρίον ἔβλαπτεν, οὐκ ἰοβόλον ἐπ' αὐτῷ τὸ οἰκεῖον ἐνέργει· ἀφ' οὗ δὲ τῇ ἀπάτῃ εἶξε, προδέδωκε τῷ ἀπατήσαντι τὴν ἀρχήν· δι' ἣν αἰτίαν φαρμακοί τε καὶ γόητες κατ' ἐναντίαν ἐνέργειαν, Θεοῦ δὲ συγχώρησιν, παραδοξοποιοὶ δείκνυνται· ἰοβόλων τε γὰρ κυριεύουσι, καὶ πυρὸς καὶ ὑδάτων κατατολμῶσιν, ὡς οἱ περὶ Ἰαννῆ, φημὶ, καὶ Μαμβρῆν τῷ Μωσῇ ἀντικείμενοι, καὶ ὡς Σίμων τῷ κορυφαίῳ Πέτρῳ ἀντιφερόμενος.
3. The enemy, having deceived Adam and thus gained dominion over him, both took away from him his authority, and was himself called the ruler of this age. For man had from the beginning been appointed by the Lord ruler of this age and master of the things that are seen. For neither did fire prevail against him, nor water drown him, nor wild beast harm him, nor did any venomous creature work its own effect upon him; but from the time that he yielded to the deceit, he betrayed the rule to him who deceived him; for which cause sorcerers and enchanters, by an adverse working, yet by God's permission, are shown to be wonder-workers: for they both exercise dominion over venomous creatures, and venture boldly upon fire and waters, like those around Jannes, I mean, and Mambres who opposed Moses, and like Simon who set himself against Peter the chief.
Δʹ. Οἶμαι, φησὶν, ὅτι καὶ τὴν προτέραν αὐτοῦ Ἀδὰμ δόξαν ὁμοίως τῷ προσώπῳ Μωσέως ἐπιλάμπουσαν, τὸν ἐχθρὸν θεασάμενον ἱκανῶς τρωθῆναι· καθαπερεὶ τεκμηράμενον τὴν τῆς ἑαυτοῦ βασιλείας καθαίρεσιν. Οὐδὲν δὲ τὸ κωλῦον καὶ τὸ Ἀποστόλου ῥητὸν πρὸς τοῦτο φέρεσθαι, τὸ, Ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας. Δοκῶ γάρ μοι, τὸ δεδοξασμένον πρόσωπον Μωσέως τύπον καὶ ὑπόδειγμα σώζειν τοῦ πρώτου διὰ χειρῶν Θεοῦ δημιουργηθέντος ἀνθρώπου· ὅπερ ἰδόντα τὸν θάνατον, τουτέστι θανάτου αἴτιον διάβολον, ἐκεῖ μὲν ὑποπτεῦσαι τῆς βασιλείας διαπεσεῖν· ἐπὶ δὲ τοῦ Κυρίου πρὸς ἀλήθειαν τοῦτο παθεῖν. Ταύτην τοιγαροῦν τὴν δόξαν ἀπό γε τοῦ νῦν οἱ ἀψευδεῖς Χριστιανοὶ περιβάλλονται· καὶ ἔνδοθεν ὑπ' αὐτῶν ὁ θάνατος, εἴτουν τὰ τῆς ἀτιμίας καταργεῖται πάθη, ἐνεργεῖν μὴ δυνάμενα· ἅτε δὴ τῆς τοῦ Πνεύματος δόξης ἐν αἰσθήσει καὶ πληροφορίᾳ πάσῃ ταῖς ψυχαῖς αὐτῶν ἐλλαμπούσης.
4. I think, he says, that when the enemy beheld also that former glory of Adam himself shining similarly upon the face of Moses, he was wounded not a little, as though conjecturing the overthrow of his own kingdom. And nothing hinders the saying of the Apostle also from being referred to this: Death reigned from Adam until Moses, even over them that had not sinned (Rom. 5:14). For it seems to me that the glorified face of Moses preserves a type and pattern of the first man fashioned by the hands of God; seeing which, death, that is, the devil who is the author of death, there indeed suspected that he would fall from his kingdom, and in the time of the Lord suffered this in truth. This glory, therefore, from now on the unfeigned Christians put on; and inwardly death, that is to say, the passions of dishonour, is abolished by them, being unable to work, inasmuch as the glory of the Spirit shines in their souls in all perception and full assurance.
Εʹ. Διὰ τῆς γυναικὸς ὡς δι' ὁμοίου τινὸς ὁ ἐχθρὸς
5. Through the woman, as through one of like kind, the enemy
Notes, col. 868

On the reading

Printed Απατήσας, for Ἀπατήσας.