των· μόνον ἐχέτω παῤῥησίαν οὗτος, τοῦ τῷ νῷ καὶ γλώττῃ ἀπαραλείπτως ἐπιζητεῖν, καὶ τοῦ τῇ σωματικῇ λειτουργίᾳ ἀνενδότως προσκαρτερεῖν· μὴ τοῖς κοσμικοῖς πράγμασιν ἐμπλεκόμενος, μηδὲ τοῖς τῆς κακίας πάθεσι συνηδόμενος. Ἀψευδὴς γὰρ ὁ εἰπών· ὅτι Πᾶν ὃ ἐὰν αἰτήσητέ με ἐν προσευχῇ, πιστεύοντες, λήψεσθε. Οἱ δὲ λέγοντες, Κἂν πάντα ποιήσειέ τις τὰ ὑποτεταγμένα, παραμείνας δὲ μὴ τύχῃ τῆς χάριτος, κατὰ τὸν αἰῶνα τοῦτον, οὐδὲν ὤνησε· κακῶς οἴδασί τε καὶ λέγουσι, καὶ ταῖς θείαις ἀσυμφώνως Γραφαῖς. Οὐ γάρ ἐστιν ἀδικία παρὰ τῷ Θεῷ, ἵνα τῶν ἡμῖν καθηκόντων κατορθωθέντων, αὐτὸς τῶν παρ' ἑαυτῷ ἀμελήσειε. Μόνον ἐπιμελὲς ἔστω σοι εὑρεθῆναι τότε, ὅτε σου ἡ ψυχὴ τοῦ ἀθλίου τοῦδε λύεται σώματος, ἀγωνιζόμενον, σπεύδοντα, προσδεχόμενον τὴν ἐπαγγελίαν, προσκαρτεροῦντα, πιστεύοντα, ἐν διακρίσει ζητοῦντα· κἀγώ σοι λέγω καὶ μὴ ἀπίστει, μετὰ χαρᾶς ἀπελεύσῃ, καὶ παῤῥησίαν ἕξεις, κατὰ τῆς βασιλείας ὀφθήσῃ ἄξιος. Καὶ γὰρ ὁ τοιοῦτος, ἐν λεπτότητι διὰ τῆς πίστεως, φημὶ, καὶ τῆς προθυμίας, ἤδη κοινωνεῖ τῷ Θεῷ. Ὡς γὰρ, Ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἐν τῇ καρδίᾳ μεμοίχευκε, καίτοι κατὰ σῶμα μὴ μιανθεὶς οὗτος, ὅμως ὡς μοιχεύσας ἤδη λελόγισται· οὕτως ὁ τὰ πονηρὰ μὲν ἐν τῇ καρδίᾳ ἀποστραφεὶς, τῷ δὲ Κυρίῳ κολλώμενος πόθῳ καὶ ἐκζητήσει, προσεδρείᾳ τε, φημὶ, καὶ θεοφιλεῖ διαθέσει, καθάπερ ἤδη κοινωνεῖ τῷ Θεῷ, καὶ μέγα δῶρον αὐτίκα παρὰ Θεοῦ ἔχει αὐτὸ τοῦτο, τὸ τῇ εὐχῇ προσεδρεύειν τῇ ἀγαθῇ τε σπουδῇ καὶ πολιτείᾳ τῇ φιλαρέτῳ. Εἰ γὰρ καὶ ποτηρίου ψυχροῦ δόσις οὐκ ἄμισθος, πόσῳ μᾶλλον τοῖς αὐτῷ προσανέχουσιν ἡμέρας τε καὶ νυκτὸς, δεομένοις τὸ ἐπαγγελθὲν Θεὸς παρέξει!
for; only let this man have boldness to seek unceasingly with mind and tongue, and to persevere unyieldingly in bodily service, neither entangling himself in worldly affairs, nor taking pleasure together with the passions of malice. For unfeigned is He Who said: All things whatsoever ye shall ask Me in prayer, believing, ye shall receive (Matt. 21:22). But those who say, Even if one should do all the things enjoined, and having remained steadfast should not obtain grace in this age, he has profited nothing, both know and speak ill, and out of harmony with the divine Scriptures. For there is no unrighteousness with God, that when the things incumbent upon us have been rightly performed, He Himself should neglect the things on His own part. Only let it be thy care to be found then, when thy soul is loosed from this wretched body, striving, hastening, awaiting the promise, persevering, believing, seeking with discernment; and I say to thee, and do not disbelieve, with joy shalt thou depart, and thou shalt have boldness, and shalt be seen worthy of the kingdom. For indeed such a one, in subtlety through faith, I mean, and readiness of mind, already has fellowship with God. For even as, Whosoever looketh on a woman to lust after her hath committed adultery already in his heart (Matt. 5:28), although this man has not been defiled in body, yet he has already been reckoned as having committed adultery; so he who in his heart turns away from evil things, and cleaves to the Lord with longing and seeking, with assiduity, I mean, and a God-loving disposition, already as it were has fellowship with God, and straightway has from God a great gift in this very thing, to attend continually upon prayer and good zeal and a virtue-loving way of life. For if even the gift of a cup of cold water is not without reward, how much more will God grant that which was promised to those who wait upon Him day and night, beseeching Him!
Θʹ. Πρὸς τοὺς διαποροῦντάς φησι, Τί ὅτι μὴ γίνεταί τις ἡμέρα, ἐν ᾗ καὶ μὴ διὰ μίσους ἔχω τὸν ἀδελφὸν, ἢ καὶ ἄλλα τινὰ πονηρὰ ἐμαυτῷ συνεπίσταμαι, ἃ καὶ ἄκοντι συμβαίνει μοι πάσχειν; ταῦτα λεκτέον· ὡς ὁ μὲν ἀγὼν ἅπας καὶ ἡ σπουδὴ τῷ ἀνθρώπῳ, ὥστε καὶ τῷ πονηρῷ καὶ τοῖς πονηροῖς ἀντιτίθεσθαι λογισμοῖς διὰ παντὸς ἔστω. Ἀμήχανον δὲ, ἵνα τὸ σκότος τῶν παθῶν, καὶ ὁ θάνατος τοῦ φρονήματος, φημὶ, τῆς σαρκὸς μὴ ἐπιδείκνυσθαί τινα καρπὸν ἴδιον τὴν κακίαν ἤτοι κεκρυμμένως ἢ φανερῶς. Ὥσπερ γάρ τι τραῦμα ἐν σώματι ὂν, ἀδύνατον ἕως οὔπω τέλειον ἰαθῇ, ὡς μηδ' ὀλίγῳ τινὶ τῷ ἰχῶρι μυδᾷν· καὶ ταῦτα θεραπευόμενόν τε, καὶ μηδενὸς τῶν εἰς ἐπιμελείας τούτου λόγων ἡκόντων ἀπαξιούμενον· ἀμεληθὲν δὲ σῆψιν ἔστι δ' ὅτε καὶ λύμην τῷ ὅλῳ ἐργάζεται σώματι· τὸν αὐτὸν οἴου μοι τρόπον καὶ τὰ τῆς ψυχῆς πάθη, καὶ πολλῆς ἀπολαύοντα τῆς σπουδῆς, ὅμως ἔνδον σμύχοντα ἐπιμένειν· πλὴν ἀλλὰ τῷ παραμόνῳ τῆς ἐπιμελείας διὰ τοῦ Χριστοῦ χάριτός τε καὶ συνεργείας ἐντελῆ λαμβάνει τὴν ἴασιν. Ἔστι γάρ τις κρυπτὸς ῥύπος, καὶ περιττόν τε σκότος παθῶν, ὃ παρὰ τὴν καθαρὰν τοῦ
9. To those who are in doubt, he says, Why is it that not a day passes in which I do not either hold my brother in hatred, or am conscious within myself of certain other evil things, which it happens to me to suffer even against my will? these things must be said: that all a man's contest and zeal must always be set to oppose both the evil one and evil thoughts. Yet it is impossible that the darkness of the passions, and the death of the mind, I mean, of the flesh, should not show forth some fruit of its own, namely malice, either secretly or openly. For just as when a wound is in the body, until it is completely healed, it is impossible for it not to ooze with some little ichor—and that too while being treated, and deprived of none of the things that pertain to the care thereof—whereas if neglected, it sometimes works putrefaction and ruin for the whole body; in the very same way, think thou, the passions of the soul also, even though enjoying much care, nevertheless remain smouldering within; howbeit, by the steadfastness of care, through the grace and co-operation of Christ, they receive complete healing. For there is a certain hidden filth, and a superfluous darkness of passions, which contrary to the pure