Migne Reading Room

PG 34 · cols. 845–856 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:845Read from the page
φησὶ, πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην· πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.
saith he, I was directed aright unto all Thy commandments; every unjust way I hated.
Εʹ. Οὐκ ἀπὸ τῶν φανερῶν ἁμαρτημάτων μόνον, οἷον πορνείας, φόνου, κλοπῆς, γαστριμαργίας, καταλαλιᾶς, ψεύδους, φιλαργυρίας τε καὶ πλεονεξίας, καὶ τῶν τοιούτων ἁγνεύειν χρὴ τὴν παρθένον ψυχὴν, καὶ τῷ Θεῷ συναφθῆναι προῃρημένην· ἀλλὰ καὶ πολλῷ πλέον ἀπὸ τῶν κρυφίων, ὥσπερ εἰρήκαμεν· τουτέστιν, ἐπιθυμίας, κενοδοξίας, ἀνθρωπαρεσκείας, ὑποκρίσεως, φιλαρχίας, δόλου, κακοηθείας, μίσους, ἀπιστίας, φθόνου, φιλαυτίας, τύφου, καὶ τῶν ἄλλων τῶν τοιούτων ὁμοίως. Οἶδε γὰρ, φησὶν ἡ Γραφὴ, τὰ κρύφια ταῦτα τῆς ψυχῆς ἁμαρτήματα ἐν ἴσῳ τοῖς ἐκτὸς τίθεσθαι. Κύριος γάρ φησι· Διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· καὶ, Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος· τὸν δόλον ἐπ' ἴσης τῷ φόνῳ δεικνύων ὑπὸ Θεοῦ βδελυσσόμενον· καὶ τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, καὶ τὰ ἑξῆς. Καὶ πάλιν· Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ· καὶ, Οὐαὶ ὑμῖν, ὅταν καλῶς εἴπωσιν ὑμᾶς οἱ ἄνθρωποι· τουτέστιν, ὁπόταν ὑμῖν ἐστι θέλησις παρὰ ἀνθρώπων καλῶς ἀκούειν, καὶ τῆς δόξης καὶ τῶν ἐπαίνων αὐτῶν ἐξήρτησθε· ἐπεὶ πῶς δυνατὸν ἀγαθοεργοῦντας ἐσάπαν λαθεῖν; ἄλλως τε δὲ καὶ αὐτὸς ὁ Κύριος, Λαμψάτω, λέγει, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων. Πλὴν, ἀλλ' εἰς δόξαν σπεύδετε τοῦ Θεοῦ, φησὶ, τὸ ἀγαθὸν πράττειν, καὶ μὴ διὰ δόξαν ἰδίαν, μηδ' ὡς τῶν ἀνθρωπίνων ἐπαίνων ἐρωτικῶς ἔχοντες· καὶ γὰρ καὶ ἀπίστους ἀπέδειξεν εἰπών· Πῶς δύνασθε πίστιν ἔχειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Ὅρα καὶ τὸν Ἀπόστολον, πῶς καὶ αὐτοῦ μέχρι τοῦ φαγεῖν καὶ πιεῖν, πάντα εἰς δόξαν Θεοῦ ἐντέλλεται ποιεῖν· Εἴτε γὰρ, φησὶν, ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ἄλλο ποιεῖτε, εἰς δόξαν Θεοῦ ποιεῖτε. Ὁ δέ γε θεῖος Ἰωάννης τῷ φόνῳ συντάττων τὸ μῖσος, Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, φησὶν, ἀνθρωποκτόνος ἐστίν.
V. Not from manifest sins alone, such as fornication, murder, theft, gluttony, backbiting, falsehood, love of money and covetousness, and such like things, must the virgin soul that hath chosen to be united unto God keep herself pure; but much more also from the hidden ones, even as we have said; that is to say, from lust, vainglory, men-pleasing, hypocrisy, love of rule, deceit, malice, hatred, unbelief, envy, self-love, pride, and the other such like things similarly. For Scripture, saith he, knoweth how to reckon these hidden sins of the soul on a par with the outward ones. For the Lord saith: He hath scattered the bones of men-pleasers; and, A man of blood and deceitful the Lord abhorreth; showing that deceit equally with murder is abhorred by God; and of those that speak peace with their neighbours, and what followeth. And again: Yea, in heart ye work iniquities in the earth; and, Woe unto you, when men shall speak well of you; that is to say, whenever ye have a desire to be well spoken of by men, and hang upon their glory and praises; since how is it possible for those who do good to escape notice altogether? Especially as the Lord Himself also saith, Let your light shine before men. Nevertheless, be zealous, saith he, to do what is good unto the glory of God, and not for your own glory, nor as being enamoured of human praises; for indeed He declared such men to be unbelievers, saying: How can ye have faith, receiving glory from one another, and seeking not the glory that is from the only God? See also the Apostle, how even down to eating and drinking themselves, he commandeth to do all things unto the glory of God: For whether, saith he, ye eat, or drink, or whatsoever else ye do, do unto the glory of God. And the divine John, classing hatred with murder, saith, He that hateth his brother is a manslayer.
Ϛʹ. Ἡ ἀγάπη πάντα στέγει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει· τὸ, οὐδέποτε ἐκπίπτει, τοῦτο δηλοῦντός ἐστιν· ὅτιπερ οἱ τῶν εἰρημένων χαρισμάτων τοῦ Πνεύματος ἐπιτυχόντες, μήπω δε διὰ τῆς πληρεστάτης καὶ ἐνεργοῦς ἀγάπης τοῦ Πνεύματος τῆς ἄκρας τῶν παθῶν ἐλευθερίας ἀξιωθέντες, οὐδέπω τοῦ ἀσφαλοῦς ἥψαντο· ἀλλ' ἐν κινδύνῳ ἔτι καὶ φόβῳ τὰ καθ' ἑαυτοὺς ἕστηκε, διὰ τὰ πνευματικὰ τῆς πονηρίας. Τοῦτο γὰρ τὸ μέτρον, μηκέτι ὑπὸ πτῶσιν ὂν, μηδὲ πάθος ὑπέδειξε τοιοῦτον ὑπάρχον, ὡς γλῶσσαν ἀγγέλων, καὶ προφητείαν, πᾶσάν τε τὴν γνῶσιν, καὶ τὰ τῶν ἰαμάτων χαρίσματα μηδὲν εἶναι, πρὸς ἐκεῖνο παραβαλλόμενα.
VI. Love beareth all things, endureth all things. Love never faileth; the saying, never faileth, is of one signifying this: that those who have obtained the aforesaid gifts of the Spirit, yet have not through the most full and active love of the Spirit been deemed worthy of supreme freedom from the passions, have not yet laid hold of safety; but their state still standeth in danger and fear, because of the spiritual powers of wickedness. For he showed that this measure, being no longer subject to falling nor under passion, is such that the tongue of angels, and prophecy, and all knowledge, and the gifts of healings are nothing when compared unto that.
Notes, col. 845

On the reading

Printed δε, for δὲ.

PG 34:848Read from the page
Ζʹ. Διὰ τοῦτο τῆς τελειότητος ὑπέφηνε τὸν σκοπόν· ἵν' ἕκαστος πτωχεῖν ἑαυτὸν ἀπὸ τοῦ τηλικούτου πλούτου διαγινώσκων, θερμῷ τῷ πνεύματι καὶ συντόνῳ πρὸς τὸ ἔσχατον κατεπείγηται, τὸν πνευματικὸν οὕτω τρέχῃ δρόμον, ἄχρις ἂν καταλάβῃ, καθὼς εἴρηται· Οὕτω τρέχετε, ἵνα καταλάβητε.
VII. On this account he set forth the goal of perfection: that each one, discerning himself to be poor in respect of so great a wealth, may hasten with fervent and earnest spirit unto the utmost end, and so run the spiritual race, until he lay hold, even as it is said: So run, that you may lay hold (1 Cor. 9:24).
Ηʹ. Τὸ ἀπαρνήσασθαι ἑαυτὸν τοῦτο νόμιζε εἶναι· τὸ ἔκδοτον εἰς ἅπαν τῇ ἀδελφότητι παρασχεῖν, καὶ θελήματι ἰδίῳ παντάπασι μὴ στοιχεῖν· μήτε τινὸς κύριον εἶναι, ὅτι μὴ τοῦ ἐνδύματος μόνον· ἵνα πάντοθεν ἄνετος ὢν, τῶν ἐπιταττομένων αὐτῷ μόνον μετὰ χαρᾶς ἔχηται, ὡς ἄν τις ἀργυρώνητος ὢν πρὸς πάντας, καὶ μάλιστα τοὺς ἐξηγουμένους, Χριστῷ πειθόμενος τῷ εἰπόντι· Ὁ θέλων ἐν ὑμῖν πρῶτος εἶναι καὶ μέγας, ἔστω πάντων διάκονος, καὶ ἔσχατος, καὶ δοῦλος, μὴ δόξαν καὶ τιμὴν, μὴ ἔπαινον ποριζόμενος· μὴ ἐν ὀφθαλμοδουλείᾳ ὡς ἀνθρωπάρεσκος· ἀλλ' ὀφειλέτην ἑαυτὸν διὰ παντὸς ἡγούμενος τῆς ἐν ἀγάπῃ τε καὶ ἁπλότητι πρὸς τοὺς ἀδελφούς διακονίας.
VIII. Deem this to be the denying of oneself: to render oneself wholly given up unto the brotherhood, and not to follow one's own will at all; nor to be master of anything, save only of one's garment; that being unencumbered on every side, he may cleave with joy exclusively to the things commanded him, as though he were one bought with silver towards all, and above all towards the superiors, obeying Christ Who said: He who wishes among you to be first and great, let him be minister of all, and last, and servant (Mark 9:35; Matt. 20:26-27), procuring neither glory and honour, nor praise; not in eye-service as a men-pleaser; but accounting himself continually a debtor of ministry towards the brethren in love and simplicity.
Θʹ. Τοὺς ἐξηγουμένους τῆς ἀδελφότητος, ὡς μεγάλῳ ἔργῳ ἐπιβαλλομένους πρὸς τὰς τῆς κακίας ἀντιτέχνους μεθοδείας ἀγωνίζεσθαι διὰ ταπεινοφροσύνης δεῖ, ἵνα μὴ πάθει ὑπερηφανίας ὡς τῶν ὑποτεταγμένων ἀδελφῶν κατεξουσιάζοντες, ἀντὶ μεγίστου κέρδους, ζημίαν ἑαυτοῖς προξενήσωμεν· ἀλλ' ὡς εὔσπλαγχνοι πατέρες, καὶ δουλεύειν μᾶλλον διὰ τὸν Θεὸν ἐκδόντες τῇ ἀδελφότητι ἑαυτοὺς σωματικῶς τε καὶ πνευματικῶς, ὑπὲρ αὐτῶν φροντίζωσι, καὶ ὡς τέκνων Θεοῦ, διαπαντὸς ἐπιμέλωνται, ἐλέγξαι ὅπου χρὴ, καὶ ἐν ᾧ δεῖ παρακαλέσαι· ἵνα μὴ προφάσει ταπεινότητος καὶ πραότητος ἐν συγχύσει τὰ μοναστήρια ἦν, τὴν προσήκουσαν τάξιν τῶν προεστώτων καὶ ὑποβεβηκότων οὐκ ἀποσώζοντα· ἐν δέ γε τῷ ἀφανεῖ τῆς διανοίας ὡς δούλους ἀναξίους πάντων τῶν ἀδελφῶν ἑαυτοὺς ἡγούμενοι, ὡς παιδαγωγοὶ πνευματικὰ τέκνα πεπιστευμένοι, μετὰ πάσης εὐνοίας καὶ φόβου Θεοῦ ἕκαστον τῶν ἀδελφῶν καταρτίζειν εἰς πᾶν ἀγαθὸν σπουδάζοντες· μὴ ἀγνοοῦντες, ὅτι μέγας αὐτοῖς καὶ ἀναφαίρετος ὁ ὑπὲρ τοῦ καμάτου μισθὸς ταμιεύεται.
IX. Those who lead the brotherhood, as men undertaking a great work, must contend through humility against the counter-scheming wiles of malice, lest through a passion of pride, as lording it over the subject brethren, instead of the greatest gain we procure loss for ourselves; but rather as compassionate fathers, having given themselves up to serve the brotherhood for God's sake both bodily and spiritually, let them take thought on their behalf, and care for them continually as children of God, to reprove where it is needful, and wherein it is needful to comfort; lest under pretext of humility and meekness the monasteries should be in confusion, not preserving the fitting order of superiors and subordinates; while in the unseen depth of their mind accounting themselves as unworthy servants of all the brethren, and as tutors entrusted with spiritual children, being zealous with all goodwill and fear of God to perfect each of the brethren unto every good thing; not being ignorant that a great and inalienable reward for their toil is treasured up for them.
Ιʹ. Ὥσπερ οἱ παιδαγωγεῖν τοὺς νέους παραλαβόντες, ἔστιν ὅτε καὶ δεσπότας ὄντας ἰδίους, ἀλλ' οὖν παιδείας χάριν καὶ εὐκοσμίας ἠθῶν οὐκ ὀκνοῦσιν ὅμως καὶ πληγὰς αὐτοῖς ἐντεῖναι, κατὰ πολλὴν ἄδειαν· οὕτω δεῖ καὶ τοὺς προεστῶτας, οὐ πάθει θυμοῦ καὶ ὑψηλοφροσύνης, οὐδ' ὡς ἑαυτοὺς ἐκδικοῦντες, ἀμύνεσθαι τοὺς παιδείας τινὸς τῶν ἀδελφῶν ἐπιδεομένους, ἀλλὰ σπλάγχνοις χρηστοῖς, καὶ σκοπῷ πνευματικῆς ὠφελείας, τὴν ἐπιστροφὴν ἐκείνων ἐργάζεσθαι.
X. Just as those who have undertaken to tutor the young, even though they be at times their own masters, yet for the sake of discipline and comeliness of manners do not hesitate nevertheless even to inflict blows upon them with full freedom; so also must the superiors, not in a passion of anger and haughtiness, nor as avenging themselves, chastise those of the brethren who stand in need of some discipline, but with kindly bowels, and with an aim of spiritual profit, work out their correction.
ΙΑʹ. Ὅτι διὰ πολλῆς σπουδῆς καὶ πόνου, μερίμνης τε καὶ ἀγῶνος τὴν πρὸς Θεὸν ἀγάπην δυνατοὶ γινόμεθα κτήσασθαι χάριτι καὶ δωρεᾷ Χριστοῦ ἐν ἡμῖν διαμορφουμένου. Ἐκ δὲ ταύτης καὶ τὴν δευτέραν
XI. That through much earnestness and labour, care and struggle, we become able to acquire love towards God by the grace and gift of Christ Who is formed within us. And from this the second also,
PG 34:849Read from the page
φημὶ ἐντολὴν, τὴν πρὸς τὸν πλησίον ἀγάπην, ῥᾳδίως κατορθῶσαι γίνεται. Τὰ γὰρ πρῶτα καὶ προταττέσθω τῶν ἄλλων, καὶ πλέον αὐτῶν σπουδευέσθω· καὶ οὕτω τὰ δεύτερα τοῖς πρώτοις ἑπόμενα ἔσται· εἰ δέ τις τῆς μεγάλης ταύτης καὶ πρώτης ἐντολῆς, τῆς πρὸς Θεὸν ἀγάπης φημὶ, κατολιγωρήσας, ἥτις ἀπὸ τῆς ἔνδον ἡμῶν διαθέσεως συνειδήσεώς τε ἀγαθῆς, καὶ ὑγειῶν τῶν πρὸς Θεὸν ἐννοιῶν, συνάμα καὶ βοηθείας συνεφαπτομένης συνίσταται· τῆς δὲ δευτέρας τῆς ἔξωθεν μόνον ἐπιμέλειαν τῆς διακονίας ἀφοσιοῦν βούλεται, ἀδύνατον αὐτῷ ταύτην ὑγιῶς τε καὶ καθαρῶς μετελθεῖν. Ἡ γὰρ τῆς κακίας μέθοδος μνήμης ἔρημον καὶ ἀγάπης καὶ Θεοῦ ζητήσεως τὸν νοῦν ἀνευρίσκουσα, ἢ δυσχερῆ καὶ ἐπίπονα τὰ θεῖα ἐπιτάγματα φαίνεσθαι ποιεῖ, γογγυσμοὺς καὶ λύπας καὶ μέμψεις κατὰ τῆς εἰς τοὺς ἀδελφοὺς διακονίας τῇ ψυχῇ ἀνακινοῦσα· ἢ οἰήσει δικαιοσύνης ἐξαπατήσασα φυσιοῖ, καὶ ἑαυτὸν ἡγεῖσθαι τίμιόν τε καὶ μέγαν, καὶ ἄκρως κατορθοῦντα τὰς ἐντολὰς ἀναπείθει.
I mean the commandment of love towards one's neighbour, it becomes possible easily to accomplish. For let the first things both be set before the rest, and be pursued with more zeal than they; and thus the second things will follow upon the first; whereas if anyone, having neglected this great and first commandment, I mean love towards God, which subsisteth from our inward disposition and a good conscience, and sound thoughts towards God, together with succour lending aid withal, wisheth to acquit himself perfunctorily of the second solely as regards the outward care of ministry, it is impossible for him to pursue this soundly and purely. For the craft of malice, finding the mind destitute of remembrance and love and seeking of God, either causeth the divine injunctions to appear hard and toilsome, stirring up in the soul murmurings and griefs and complaints against the ministry unto the brethren; or having deceived him with a conceit of righteousness puffeth him up, and persuadeth him to deem himself honourable and great, and one that accomplisheth the commandments to the highest degree.
ΙΒʹ. Ὁπόταν ἑαυτὸν οἰηθῇ ἄνθρωπος τῶν ἐντολῶν ἐπιμελητὴν, δῆλός ἐστιν ἁμαρτάνων, καὶ τῆς ἐντολῆς σφαλλόμενος· ὅτε κρίνων ἑαυτὸν, καὶ μὴ τὸν ἀληθῶς κρίνοντα προσδεξάμενος· ὅταν γὰρ συμμαρτυρῇ τῷ πνεύματι ἡμῶν τὸ τοῦ Θεοῦ Πνεῦμα, κατὰ τὸ λόγιον Παύλου, τότε φιλαλήθως Χριστοῦ ἄξιοι, καὶ τέκνα Θεοῦ τυγχάνομεν ὄντες, οὐχ ὅταν ἰδίᾳ οἰήσει ἑαυτοὺς δικαιώσωμεν· Οὐ γὰρ ἑαυτὸν συνιστῶν, φησὶ, δόκιμος· ἀλλ' ὃν ὁ Κύριος συνίστησιν· ἐπείπερ ὅταν μνήμης καὶ φόβου Θεοῦ γυμνὸς ὢν εὑρίσκηται ὁ ἄνθρωπος, πολλὴ ἀνάγκη καὶ δόξης ἐρᾷν καὶ θηρεύειν ἔπαινον παρὰ τῶν ὑπ' αὐτοῦ διακονουμένων. Ὁ δέ γε τοιοῦτος ἄπιστος παρὰ τοῦ Κυρίου ἐλήλεγκται, καθάπερ ἤδη δεδήλωται· Πῶς γὰρ, φησὶ, δύνασθε ὑμεῖς πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες;
XII. Whenever a man deemeth himself a keeper of the commandments, he is manifestly sinning, and erring from the commandment, seeing that he judgeth himself, and waiteth not for Him Who truly judgeth; for when the Spirit of God beareth witness with our spirit, according to the oracle of Paul, then in truth are we worthy of Christ, and children of God, not when by our own conceit we justify ourselves: For not he that commendeth himself, saith he, is approved, but whom the Lord commendeth; seeing that when a man is found stripped of the remembrance and fear of God, there is every necessity that he both lust after glory and hunt for praise from those ministered unto by him. And such a one hath been convicted by the Lord as an unbeliever, even as hath already been shown: For how, saith He, can ye believe, receiving glory from one another, and seeking not the glory of the only God?
ΙΓʹ. Ἀγῶνι πολλῷ καὶ καμάτῳ νοὸς διὰ σεμνῶν ἐννοιῶν καὶ τῆς συνεχοῦς πάντων τῶν καλῶν μερίμνης ἡ πρὸς Θεὸν ἀγάπη, καθάπερ εἴρηται, κατορθοῦσθαι δύναται· ἅτε τοῦ ἐναντίου τῷ ἡμετέρῳ νῷ ἐμποδίζοντος, καὶ οὐ συγχωροῦντος αὐτῷ διὰ τῆς τῶν καλῶν μνήμης τῷ θείῳ ἔρωτι προσανέχειν, ἀλλὰ ταῖς γηΐναις ἐπιθυμίαις τὴν αἴσθησιν περισαίνοντος. Ἐν τούτῳ γὰρ ὁ τοῦ πονηροῦ θάνατος, καὶ οἷον εἰπεῖν, ἀγχόνη, ὅτε τῇ τοῦ Θεοῦ ἀγάπῃ καὶ μνήμῃ ἀπερισπάστως ὁ νοῦς εὑρίσκηται. Ἐντεῦθεν καὶ ἡ πρὸς τὸν ἀδελφὸν εἰλικρινὴς ἀγάπη συστῆναι δύναται, καὶ ἡ ἀληθὴς ἁπλότης, καὶ ἡ πραότης τέ φημι καὶ εὐχὴ, καὶ πᾶς ὁ περικαλλὴς τῶν ἀρετῶν στέφανος, διὰ τῆς μιᾶς, καὶ μόνης, καὶ πρώτης ἐντολῆς, τῆς πρὸς Θεὸν ἀγάπης τὴν τελειότητα δέχεται. Ἀγῶνος τοίνυν πολλοῦ καὶ πόνου κρυπτοῦ καὶ ἀδήλου χρεία, λογισμῶν ἐρεύνης τε καὶ τῆς τῶν ἠσθενηκότων τῆς ψυχῆς ἡμῶν αἰσθητηρίων γυμνασίας, πρὸς διάκρισιν
XIII. By much struggle and toil of the mind through reverent thoughts and continual care for all good things can love towards God, even as hath been said, be accomplished; inasmuch as the adversary hindereth our mind, and suffereth it not through the remembrance of good things to cleave unto divine love, but flattereth the sense with earthly desires. For herein is the death of the evil one, and so to speak his strangling, when the mind is found undistractedly in the love and remembrance of God. Hence also sincere love towards one's brother can be established, and true simplicity, and meekness, I say, and prayer, and the whole all-beauteous crown of the virtues receiveth its perfection through the one, and only, and first commandment, that of love towards God. There is need therefore of much struggle and hidden and unseen labour, of scrutiny of thoughts and of the exercising of the weakened senses of our soul, for the discerning
PG 34:852Read from the page
καλοῦ τε καὶ κακοῦ, καὶ τοῦ ῥωννύειν καὶ ἀναζωπυρεῖν διὰ τῆς τοῦ νοῦ πρὸς Θεὸν ἐπιμελοῦς νεύσεως τὰ πεπονηκότα τῆς ψυχῆς μέλη. Ὁ γὰρ νοῦς ἡμῶν οὕτω διαπαντὸς τῷ Θεῷ προσκολλώμενος, γενήσεται μετὰ τοῦ Κυρίου εἰς ἓν πνεῦμα, κατὰ τὸ λόγιον Παύλου.
of both good and evil, and for strengthening and rekindling through the diligent inclination of the mind towards God the exhausted members of the soul. For our mind, cleaving thus continually unto God, shall become with the Lord one spirit, according to the oracle of Paul.
ΙΔʹ. Τοῦτον δέ φησι τὸν κρυπτὸν ἀγῶνα, καὶ τὸν πόνον, καὶ τὴν μελέτην, ἀδιαλείπτως ἔχειν τοὺς φιλαρέτους χρὴ πρὸς πᾶσαν ἐπιτήδευσιν ἐντολῆς, ἤτοι εὐχομένους, ἢ διακονοῦντας, ἐσθίοντας ἢ πίνοντας· ἵν' ὅπερ ἂν γένηται ἀγαθὸν, εἰς δόξαν Θεοῦ, καὶ μὴ εἰς ἡμετέραν γένηται δόξαν· εὐπετῆ δὲ ἡμῖν καὶ ῥᾴδια πάντα τὰ τῶν ἐντολῶν ἔσται, τῆς τοῦ Θεοῦ ἀγάπης αὐτὰ διευμαριζούσης, καὶ τὸ ἐπίπονον αὐτῶν ἐκλυούσης ἅπαν.
XIV. And this hidden struggle, saith he, and labour, and meditation, the lovers of virtue must maintain unceasingly towards every practice of a commandment, whether praying, or ministering, eating or drinking; that whatsoever good thing may come to pass, may come to pass unto the glory of God, and not unto our own glory; and all the things of the commandments shall be easy and light for us, the love of God making them easy and dissolving all their toilsomeness.
ΙΕʹ. Ὅλος ὁ ἀγὼν καὶ σπουδὴ τοῦ ἀντικειμένου τοῦτό ἐστιν, ὡς δεδήλωται, τὸ δυνηθῆναι τὸν νοῦν ἀπὸ τῆς πρὸς Θεὸν μνήμης, καὶ τοῦ φόβου καὶ τῆς ἀγάπης περισπᾶσαι, γηΐναις αὐτὸν παραγωγαῖς καὶ δελεάσμασιν, ἀπὸ τοῦ ὄντως ἀγαθοῦ πρὸς τὰ δοκήσει καλὰ παρατρέποντος.
XV. The whole struggle and zeal of the adversary is this, as hath been shown, to be able to distract the mind from the remembrance of God, and from fear and love, turning it aside by earthly seductions and allurements from the truly good unto things that are good in appearance.
ΙϚʹ. Ἀλλήλων αἱ ἀρεταὶ δέδενται, καὶ ἀλλήλων ἔχονται, καθάπερ ἱερά τις σειρὰ μία τῆς μιᾶς ἡρτημένη· οἷον ἡ μὲν εὐχὴ, τῆς ἀγάπης, ἡ ἀγάπη δὲ τῆς χαρᾶς, ἡ χαρὰ, τῆς πραότητος, ἡ πραότης, τῆς ταπεινοφροσύνης, ἡ ταπεινοφροσύνη δὲ τῆς διακονίας, ἡ διακονία δὲ, τῆς ἐλπίδος, ἡ δὲ ἐλπὶς τῆς πίστεως· καὶ ἡ μὲν πίστις, τῆς ὑπακοῆς, ἡ δὲ ὑπακοὴ τῆς ἁπλότητος, ὥσπερ τἀναντία πάλιν ἓν ὑφ' ἑνὸς δέδεται· οἷον τοῦ μὲν θυμοῦ, τὸ μῖσος· ὁ δὲ, τῆς ὑπερηφανίας· τῆς κενοδοξίας αὕτη· ἐκείνη, τῆς ἀπιστίας· ἡ δὲ τῆς σκληροκαρδίας· καὶ αὕτη μὲν ἐκ τῆς ἀμελείας· ἐκείνη δὲ τῆς χαυνώσεως, ἐκ δὲ τῆς ὀλιγωρίας αὕτη· κἀκείνη μὲν ἐκ τῆς ἀκηδίας· ὡς ἐκ τοῦ ἀνυπομονήτου πάλιν αὕτη· τὸ δὲ τῆς φιληδονίας· καὶ οὕτω τὰ λοιπὰ μέλη τῆς κακίας ἀλλήλων ἐχόμενά εἰσιν.
XVI. The virtues are bound to one another, and hold fast to one another, even as a sacred chain hanging one link from another: as for instance prayer hangeth from love, and love from joy, joy from meekness, meekness from humility, humility from ministry, ministry from hope, and hope from faith; and faith hangeth from obedience, and obedience from simplicity; even as contrariwise again the opposites are bound one under another: as for instance from wrath hangeth hatred; and wrath from pride; this from vainglory; that from unbelief; and unbelief from hardness of heart; and this again from negligence; that from laxity, and this from heedlessness; and that again from listlessness; as this again from impatience; and impatience from love of pleasure; and thus the remaining members of malice hold fast to one another.
ΙΖʹ. Πᾶν ὅπερ ἂν ποιῇ καλὸν ὁ ἄνθρωπος, σπιλοῦν αὐτὸ καὶ καταμιαίνειν ὁ πονηρὸς τῇ ἐπιμιξίᾳ τῶν ἑαυτοῦ σπερμάτων βούλεται· οἷον τῆς κενοδοξίας, τῆς οἰήσεως, εἴτε μὴν καὶ τοῦ γογγυσμοῦ, ἢ ἑτέρου τινὸς τῶν τοιούτων· ἵν' ἢ μὴ διὰ Θεὸν μόνον, ἢ μὴ ἐκ προθυμίας τὸ γινόμενον ἀγαθὸν γένηται. Γέγραπται γὰρ τὸν Ἄβελ προσενεγκεῖν θυσίαν τῷ Θεῷ ἀπὸ τῶν στεάτων, καὶ ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων· καὶ τὸν Κάϊν δὲ ὁμοίως δῶρα προσενεγκεῖν ἀπὸ τῶν καρπῶν μὲν τῆς γῆς, ἀλλ' οὐκ ἀπὸ τῶν πρώτων· καὶ διὰ τοῦτο ἐπὶ μὲν ταῖς θυσίαις τοῦ Ἄβελ ἐπιδεῖν τὸν Θεόν· ἐπὶ δὲ τοῖς δώροις τοῦ Κάϊν μὴ προσχεῖν. Ἐκ τούτου μανθάνειν ἔχομεν, ὅτι ἔστι τι καλὸν μὴ ποιῆσαι καλῶς· οἷον ἀμελῶς ἢ καταφρονητικῶς ἢ δι' ἕτερόν τι, καὶ οὐ διὰ Θεόν· καὶ παρὰ τοῦτο συμβαίνει γίνεσθαι μὴ πρόσδεκτον τῷ Θεῷ.
XVII. Whatsoever good thing a man may do, the evil one wisheth to defile and pollute it by the admixture of his own seeds: such as vainglory, conceit, or indeed murmuring also, or some other of such things; to the end that the good thing done may be done either not for God's sake alone, or not out of readiness of mind. For it is written that Abel offered a sacrifice unto God from the fatlings, and from the firstlings of the sheep; and that Cain likewise offered gifts from the fruits indeed of the earth, yet not from the firstfruits; and on this account God looked upon the sacrifices of Abel, but unto the gifts of Cain He gave no heed. From this we may learn that it is possible not to do a good thing well: as for instance negligently or disdainfully or for some other thing, and not for God's sake; and because of this it happeneth that it becometh not acceptable unto God.
PG 34:853Read from the page
ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ ΛΟΓΟΣ.
Discourse of Macarius the Great on Prayer.
Αʹ. Κεφάλαιον πάσης ἀγαθῆς σπουδῆς, καὶ κορυφὴ τῶν κατορθωμάτων ἡ προσευχῆς ἐστι προσεδρεία, δι' ἧς καὶ τῶν ἄλλων ἐν κτήσει γινόμεθα, τοῦ καλουμένου χεῖρα συνεργὸν ἐπορέγοντος· καὶ γὰρ κοινωνία τῆς μυστικῆς ἐνεργείας, καὶ συνάφεια διαθέσεως τῆς πρὸς Θεὸν ἁγιότητος, καὶ αὐτοῦ τοῦ νοῦ δι' ἀγάπης ἀῤῥήτου πρὸς Κύριον, ἐν τῇ εὐχῇ τοῖς καταξιουμένοις γίνεται· Ἔδωκας γὰρ, φησὶν, εὐφροσύνην εἰς τὴν καρδίαν μου· καὶ αὐτὸς δὲ ὁ Κύριος· Ἡ βασιλεία οὐρανῶν ἐντὸς ὑμῶν ἐστι. Τὸ δὲ ἐντὸς εἶναι τὴν βασιλείαν, τί ἂν ἄλλο δηλοῦν εἴη, ἢ τὴν τοῦ Πνεύματος οὐράνιον εὐφροσύνην ταῖς ἀξίαις ψυχαῖς ἐναργῶς ἐνσημαίνεσθαι ; τῆς ἀπολαύσεως γάρ τε καὶ χαρᾶς καὶ τῆς ἐν πνεύματι εὐφροσύνης, ἧς ἐν φωτὶ αἰωνίῳ οἱ ἅγιοι ἐν τῇ τοῦ Χριστοῦ μεθέξουσι βασιλείᾳ, ταύτης τὸν ἀῤῥαβῶνα, καὶ τὰ προοίμια ἐντεῦθεν ἤδη αἱ ἄξιαι διὰ τῆς τοῦ Πνεύματος ἐνεργοῦς κοινωνίας ψυχαὶ λαμβάνουσιν· Ἡ καρδία μου γὰρ, φησὶ, καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα· καὶ τό· Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου· καὶ τὰ συνῳδὰ τούτοις, εἰς ταυτὸν φέρουσι, καὶ τὴν τοῦ Πνεύματος ἐνεργὸν εὐφροσύνην καὶ παράκλησιν ὑπαινίττονται.
1. The chief point of every good endeavour, and the summit of right actions, is perseverance in prayer, through which we also come into possession of the other virtues, while He Who is called upon stretches forth a helping hand; for indeed communion of mystical working, and union of disposition in holiness towards God, and of the mind itself through unspeakable love towards the Lord, come to pass in prayer for those who are counted worthy. For Thou hast given, he says, gladness into my heart (Ps. 4:7); and the Lord Himself also says: The kingdom of the heavens is within you (Luke 17:21). Now what else would the kingdom's being within signify, than that the heavenly gladness of the Spirit is clearly imprinted upon worthy souls? For of the enjoyment and joy and spiritual gladness in which the saints will partake in eternal light in the kingdom of Christ, of this the worthy souls already from here receive the earnest and the preludes through the active communion of the Spirit. For My heart, he says, and my flesh have exulted in the living God (Ps. 83:3); and this: Let my soul be filled as with marrow and fatness (Ps. 62:6); and the sayings consonant with these tend to the same point, and hint at the active gladness and consolation of the Spirit.
Βʹ. Ὥσπερ μεῖζον τῶν ἄλλων τὸ τῆς εὐχῆς ἔργον, οὕτω πλείονος δεῖ καὶ μερίμνης τῷ πρὸς αὐτὴν ἔχοντι· μήπου κλοπήν τινα παρὰ τῆς κακίας ὑπομείνας λάθῃ. Οἷς γὰρ μείζονος ἀγαθοῦ ἐπιμέλεια, μείζονι καὶ ὁ πονηρὸς τῇ πείρᾳ προσβάλλει· ὥστε πολλῆς αὐτῷ δεήσει τῆς νήψεως, ἵνα καὶ μᾶλλον καρποὶ ἀγάπης, καὶ ταπεινοφροσύνης, ἁπλότητός τε καὶ ἀγαθότητος, καὶ διακρίσεως, ὁσημέραι τῷ παραμόνῳ τῆς εὐχῆς ἀναφύωνται, καὶ αὐτοῦ μὲν φανερὰν τὴν ἐπὶ τὰ θεῖα προκοπὴν καὶ ἐπίδοσιν καθιστῶσι, τοὺς ἄλλους δὲ εἰς τὸν ἴσον ζῆλον παρακαλῶσιν.
2. Just as the work of prayer is greater than the others, so also there is need of greater care for him who applies himself to it, lest perchance he suffer some theft from malice unawares. For against those who have care for a greater good, the evil one also attacks with a greater temptation; so that he will have need of much watchfulness, in order that all the more the fruits of love, and humility of mind, and simplicity and goodness, and discernment, may daily spring up through perseverance in prayer, and may render his own progress and advancement towards divine things manifest, while calling others to an equal zeal.
PG 34:856Read from the page
Γʹ. Ἀδιαλείπτως εὔχεσθαι, καὶ προσκαρτερεῖν τῇ εὐχῇ αὐτός τε ὁ θεῖος Ἀπόστολος, καὶ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον διδάσκει, Πόσῳ μᾶλλον, εἰπόντος, ποιήσει ἐκδίκησιν ὁ Θεὸς τῶν βοώντων πρὸς αὐτὸν νύκτας καὶ ἡμέρας; καὶ τό· Γρηγορεῖτε, καὶ προσεύχεσθε. Δεῖ οὖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν. Ὥσπερ δὲ κεφαλαιωδέστερον ὁ τῇ εὐχῇ προσκαρτερῶν εἵλετο ἔργον, οὕτως αὐτὸν ἀγῶνα πολὺν, καὶ τόνον ἀνένδοτον ἀνέχεσθαι χρὴ, διὰ τὸ πολλὰ τῇ προσεδρείᾳ τῆς εὐχῆς ὑπεῖναι τὰ τῆς κακίας ἐμπόδια· ὕπνον, ἀκηδίαν, βάρος σώματος, λογισμῶν ἐπιτροπὴν, νοὸς ἀκαταστασίαν, ἔκλυσιν, καὶ τὰ λοιπὰ τῆς κακίας ἐπιτηδεύματα· εἶτα θλίψεις καὶ αὐτῶν τῶν πονηρῶν πνευμάτων ἐπαναστάσεις ἐκθύμως πολεμούντων ἡμῖν καὶ ἀντικαθισταμένων, καὶ προσεγγίζειν τῷ Χριστῷ διειργόντων τὴν μετὰ τὴν ἀλήθειαν τὸν Θεὸν ἀπαύστως ἐπιζητοῦσαν ψυχήν.
III. Both the divine Apostle himself and that which was spoken by the Lord teach us to pray without ceasing and to persevere in prayer, when He said: How much more shall God avenge them that cry unto Him night and day? and the saying: Watch and pray. We must therefore pray at all times, and not lose heart. And just as he that persevereth in prayer hath chosen a more principal work, so must he endure a great struggle and unyielding tension, because many are the hindrances of malice that beset assiduity in prayer: sleep, listlessness, heaviness of body, invasion of thoughts, instability of mind, faintness, and the remaining devices of malice; then afflictions and uprisings of the evil spirits themselves, furiously warring against us and withstanding us, and debarring from drawing nigh unto Christ the soul that after the truth unceasingly seeketh after God.
Δʹ. Πάσῃ σπουδῇ καὶ νήψει, ὑπομονῇ τε καὶ ἀγῶνι ψυχῆς καὶ πόνῳ σώματος, τὸν τῆς εὐχῆς ἐπιμελούμενον ἀνδρίζεσθαι χρὴ, μὴ ἐκκακούμενον συνεπιδιδόντα ταῖς τῶν λογισμῶν ἐκτροπαῖς, ἢ πολλῷ ὕπνῳ, ἢ ἀκηδίᾳ, ἐκλύσει τε καὶ συγχύσει, καὶ ταραχώδεσι καὶ ἀπρεπέσι φωναῖς χρώμενον, ἤ τισι τοιούτοις ἐπιτρέποντα τὴν διάνοιαν, μόνῃ μὲν ἐκπληροφορούμενον τῇ παραμόνῳ στάσει, κλίσει τε τῶν γονάτων, τὸν δὲ νοῦν μακράν που τῶν γινομένων ἀποπλανώμενον, ἔχοντα. Οὐδὲν γὰρ τὸ κωλῦον, ἢ μὴ ἀκριβῶς νήφων παρασκευάζηται, ἐναντιούμενος μὲν τῇ ὕλῃ τῶν περιττῶν λογισμῶν, διαβασανίζων δὲ πάντας αὐτοὺς καὶ φιλοκρινῶν, ἐπιποθῶν τε ἀεὶ τὸν Κύριον, ποικίλως ὑπὸ τῆς κακίας κατὰ τὸ ἀφανὲς δελεάζεσθαι· ἢ καὶ τῶν μήπω τῇ εὐχῇ δυναμένων προσκαρτερεῖν κατεπαίρεσθαι, καὶ διὰ τῶν τοιούτων τῆς κακίας μηχανημάτων τὴν καλὴν διαφθείρειν ἐργασίαν, καὶ προπίνειν ταύτην τῷ πονηρῷ δαίμονι.
IV. With all earnestness and sobriety, with patience and struggle of soul and toil of body, he that careth for prayer must quit himself like a man, not losing heart and giving way along with the wanderings of thoughts, or much sleep, or listlessness, faintness and confusion, and using disorderly and unseemly cries, or surrendering his mind to any such things, being satisfied solely with persistent standing and bending of the knees, while keeping his mind wandering far away somewhere from what is taking place. For there is nothing to prevent him, unless he be prepared in strict sobriety, opposing the matter of superfluous thoughts, thoroughly testing and sifting them all, and ever longing after the Lord, from being variously enticed by malice in secret; or even from exalting himself against those who are not yet able to persevere in prayer, and through such machinations of malice corrupting the noble work, and betraying it in mockery to the evil demon.
Εʹ. Εἰ μὴ ἡ ταπεινοφροσύνη καὶ ἀγάπη, ἡ ἁπλότης τε καὶ ἀγαθότης κατακολλῶσιν ἡμῖν τὴν εὐχὴν, ἡ εὐχὴ αὕτη, μᾶλλον δὲ τὸ πρόσχημα τῆς εὐχῆς, ἥκιστά γε ἡμᾶς ὠφελεῖν δύναται. Καὶ οὐκ ἐπὶ τῆς εὐχῆς τοῦτο μόνης φαμὲν, ἀλλὰ καὶ ἐπὶ παντὸς καμάτου καὶ πόνου, παρθενείας, ἢ νηστείας ἢ ἀγρυπνίας ἢ ψαλμῳδίας, ἢ διακονίας, ἢ οἱασδηποτοῦν ἐργασίας ἀρετῆς ἕνεκεν ἐπιτελουμένης. Εἰ μὴ τοὺς καρποὺς τῆς ἀγάπης, εἰρήνης τε καὶ χαρᾶς, καὶ πραότητος, ταπεινοφροσύνης τε, φημὶ, καὶ ἁπλότητος, καὶ ἀφελείας καὶ πίστεως ὡς δέον, μακροθυμίας τε καὶ φιλοφροσύνης, ἐν ἑαυτοῖς ὁρᾷν ἔχοιμεν, ἐπ' οὐδενὶ χρησίμῳ τὰ τῶν πόνων ὑπέστημεν. Τοὺς γὰρ πόνους διὰ τὴν τῶν καρπῶν ὠφέλειαν ὑπομένειν καταδεχόμεθα· τῶν δὲ καρπῶν τῆς ἀγάπης ἐν ἡμῖν μὴ εὑρισκομένων, περιττὴ πάντως ἡ ἐργασία. Ὥστε οὐδὲν οἱ τοιοῦτοι τῶν πέντε μωρῶν διενηνόχασι παρθένων,
V. Unless humility and love, simplicity and goodness cement our prayer unto us, this prayer, or rather the semblance of prayer, can profit us not at all. And we say this not of prayer alone, but also of every toil and labour, of virginity, or fasting, or vigil, or psalmody, or ministry, or whatsoever work is performed for the sake of virtue. Unless we are able to see in ourselves the fruits of love, of peace and joy, and meekness, of humility, I say, and simplicity, and artlessness and faith as is due, of longsuffering and kindliness, to no useful purpose have we undergone the things of our labours. For we consent to endure labours for the profit of the fruits; but when the fruits of love are not found in us, the work is altogether superfluous. Wherefore such men differ in nothing from the five foolish virgins,