ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. Καὶ πάλιν· Βιάζεσθε· βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ τό· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης. Ἀεὶ δὲ τὴν τοῦ Κυρίου ταπείνωσιν καὶ πολιτείαν καὶ ἀναστροφὴν ἐχέτω πρὸ ὀφθαλμῶν, ὥσπερ ὑπογραμμὸν ἐν πάσῃ μνήμῃ ἀληθαργήτῳ· καὶ ὅση δύναμις βιαζέσθω ταῖς εὐχαῖς προσκαρτερεῖ, διὰ παντὸς δεόμενος καὶ πιστεύων· ἵνα ἐλθὼν ὁ Κύριος ἐνοικήσῃ ἐν αὐτῷ καὶ καταρτίσῃ καὶ δυναμώσῃ αὐτὸν ἐν ταῖς ἐντολαῖς πάσαις αὐτοῦ, καὶ ἵνα ἡ ψυχὴ αὐτοῦ γένηται οἰκητήριον Ἰησοῦ Χριστοῦ· καὶ οὕτως ἃ νῦν μετὰ βίας καὶ μὴ θελούσης τῆς καρδίας ποιεῖ, ἐθίζειν ἑαυτὸν διὰ παντὸς εἰς τὸ ἀγαθὸν καὶ τοῦ Κυρίου ἀεὶ μνημονεύειν, καὶ προσδοκᾷν αὐτὸν διὰ παντὸς ἐν πολλῇ ἀγαθότητι καὶ ἀγάπῃ. Τό τε θεωρῶν ὁ Κύριος τὴν τοιαύτην αὐτοῦ προαίρεσιν καὶ τὴν ἀγαθὴν σπουδὴν, πῶς βιάζει ἑαυτὸν πάντοτε εἰς τὴν μνήμην αὐτοῦ, καὶ εἰς τὸ ἀγαθὸν ἀεὶ, καὶ εἰς τὴν ταπεινοφρασύνην, καὶ πραότητα καὶ ἀγάπην· καὶ μὴ θέλουσαν τὴν καρδίαν ἄγχει, καὶ ἄγει, ὅση δύναμις, ἑαυτὸν μετὰ βίας, ποιεῖ μετ' αὐτοῦ τὸ ἔλεος αὐτοῦ· καὶ λυτροῦται αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ, καὶ τῆς ἐνοικούσης ἁμαρτίας; Πνεύματος ἁγίου ἐμπιπλῶν αὐτὸν, καὶ οὕτως λοιπὸν ἄνευ βίας καὶ καμάτου πάσας ποιεῖ πάντοτε τὰς ἐντολὰς τοῦ Κυρίου ἐξ ἀληθείας· μᾶλλον δὲ ὁ Κύριος ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας αὐτοῦ ἐντολὰς, καὶ τοὺς καρποὺς τοῦ Πνεύματος, ὅτε καρποφορεῖ καθαρῶς. Χρὴ δὲ πρότερον προσελθόντα τινὰ τῷ Κυρίῳ, οὕτως βιάζειν καὶ αὐτὸν εἰς τὸ ἀγαθὸν, καὶ μὴ θελούσης τῆς καρδίας, προσδοκῶντα διὰ παντὸς ἐν πίστει ἀδιστάκτῳ τὸ ἔλεος αὐτοῦ, καὶ βιάζεσθαι ἑαυτὸν εἰς τὸ οἰκτείρειν καὶ ἐλεήμονα ἔχειν καρδίαν, βιάζεσθαι εἰς τὸ καταφρονεῖσθαι, εἰς τὸ μακροθυμεῖν, ἐξουθενούμενον, ἢ ἀτιμαζόμενον μὴ ἀγανακτεῖν· κατὰ τὸ εἰρημένον· Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί· βιάζεσθαί τε ἑαυτὸν εἰς τὴν εὐχὴν, μήπω ἔχοντα εὐχὴν Πνεύματος. Καὶ οὕτως ὁ Θεὸς θεωρῶν τὸν οὕτως ἀγωνιζόμενον, καὶ βίᾳ ἑαυτὸν ἄγοντα εἰς τὸ ἀγαθὸν, καὶ μὴ θελούσης τῆς καρδίας, δίδωσιν εὐχὴν ἀληθινὴν Χριστοῦ, δίδωσι σπλάγχνα οἰκτιρμῶν, χρηστότητα ἀληθινὴν, καὶ ἁπαξαπλῶς τηρεῖ αὐτῷ τὸν καρπὸν τοῦ Πνεύματος. Εἰ δέ τις μόνον εἰς τὴν εὐχὴν βιάζεται ἑαυτὸν, μὴ ἔχων εὐχὴν, ἵνα σχῇ εὐχὴν χάριτος, καὶ εἰς τὴν ταπεινοφροσύνην, καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἐντολὰς τοῦ Κυρίου ἑαυτὸν οὐ βιάζεται, ἐνίοτε δίδοται αὐτῷ εὐχὴ χάριτος, καὶ ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ μερικῶς κατὰ τὸ αἴτημα αὐτοῦ, τοῖς δὲ τρόποις ὅμοιός ἐστιν ᾧ ἦν πρότερον ὅμοιος. Οὐκ ἔχει γὰρ πραότητα, ὅτι οὐκ ἐζήτησεν ἐμπόνως, καὶ οὐ προηυτρέπισεν ἑαυτὸν οὕτω γενέσθαι. Οὐκ ἔχει ταπεινοφροσύνην, ἐπειδὴ οὐκ ᾔτησε, καὶ ἑαυτὸν ἐβιάσατο εἰς τοῦτο· οὐκ ἔχει ἀγάπην πρὸς πάντας, ἐπεὶ περὶ τούτου μέριμναν καὶ ἀγῶνα οὐκ ἔσχεν ἐν τῇ αἰτήσει τῆς προσευχῆς· χρὴ γὰρ ἕκαστον, ὥσπερ εἰς τὴν εὐχὴν βιάζεται ἑαυτὸν καὶ ἄγχει, καὶ μὴ θελούσης
you love Me, keep My commandments (John 14:15). And again: Force yourselves; for the violent seize the kingdom of the heavens (Matt. 11:12); and this: Strive to enter in through the narrow gate (Luke 13:24). And let him always have the humiliation and way of life and conduct of the Lord before his eyes, just like a pattern in all unforgetful remembrance; and with all his power let him force himself as he perseveres in prayers, continually beseeching and believing; so that the Lord having come may dwell in him and perfect and strengthen him in all His commandments, and so that his soul may become a habitation of Jesus Christ; and thus the things which he now does with force and though the heart be unwilling, to accustom himself continually unto the good and always to remember the Lord, and to await Him continually in much goodness and love. And when the Lord beholds such a choice of his and his good zeal, how he forces himself always unto the remembrance of Him, and unto the good always, and unto humble-mindedness, and meekness and love; and throttles his unwilling heart, and leads himself with force with all his power, does He work His mercy with him, and redeem him from his enemies, and from indwelling sin? Filling him with the Holy Spirit, and thus henceforth without force and labour he does all the commandments of the Lord always in truth; or rather the Lord does in him His own commandments, and the fruits of the Spirit, when he bears fruit purely. Yet first one who draws near to the Lord must thus force himself also unto the good, even though the heart be unwilling, awaiting continually in unwavering faith His mercy, and force himself unto showing pity and having a merciful heart, force himself unto being despised, unto being longsuffering, when set at nought or dishonoured not to be indignant; according to what is said: Not avenging yourselves, beloved (Rom. 12:19); and to force himself unto prayer, when he does not yet have the prayer of the Spirit. And thus God, beholding him who struggles thus, and by force leads himself unto the good, even though the heart be unwilling, gives true prayer of Christ, gives bowels of mercies, true kindness, and simply preserves for him the fruit of the Spirit. But if anyone forces himself only unto prayer, not having prayer, that he may have prayer of grace, and unto humble-mindedness, and love and the remaining commandments of the Lord does not force himself, sometimes prayer of grace is given to him, both in rest and gladness partially according to his petition, yet in his ways he is like what he was like before. For he does not have meekness, because he did not seek it laboriously, and did not prepare himself beforehand to become so. He does not have humble-mindedness, since he did not ask for it, and force himself unto this; he does not have love towards all, since concerning this he did not have care and struggle in the petition of prayer; for each one must, just as unto prayer he forces and throttles himself, even though unwilling