PG 34:609Read from the pageοἰκίᾳ ἐστὶ, τουτέστιν ἡ ἐναντία δύναμις. Ἀντιστατικὴ οὖν καὶ νοερά ἐστι· καὶ ἐὰν μή τις θῇ ἀγῶνα κατὰ τῆς ἁμαρτίας, κατὰ μέρος ὑπεκχεομένη ἡ ἔσω κακία διὰ τὸν πλεονασμὸν, φέρει τὸν ἄνθρωπον εἰς φανερὰς ἁμαρτίας, ἐπὶ τὸ κατεργάζεσθαι αὐτάς. Τὸ γὰρ κακὸν ὥσπερ πηγῆς ὀφθαλμός ἐστι πάντοτε βρύων. Καὶ σὺ οὖν γίνου ἐπὶ τὸ ἐπισχεῖν τὰ ῥεύματα τῆς κακίας, ἵνα μὴ εἰς μυρία κακὰ ἐμπίπτων ὡς θαμβούμενος ᾖς. Ὃν τρόπον ἐὰν ᾖ τις εὐγενὴς ἀμέριμνος πλούσιος· καὶ τοῦτον οἱ διάκονοι τοῦ ἄρχοντος καὶ οἱ ταξεῶται ἁρπάσωσιν, ἀποφέροντες πρὸς αὐτὸν, λέγοντες, ὅτι κατηγορήθης ἐπὶ ἐγκλήματι, καὶ θανάτῳ ὑπόκεισαι. Λοιπὸν ἐκ τῆς φήμης τοῦ φόβου ἀπόλεσεν αὐτοῦ πάσας τὰς ἐνθυμήσεις, καὶ ὥσπερ τεθαμβημένος ἐστίν.
house is present, that is, the opposing power. It is therefore adversarial and intellectual; and unless a man set up a contest against sin, the inward wickedness, pouring out little by little through its abundance, carries the man into manifest sins, unto the working of them. For evil is just like the eye of a spring, always gushing forth. Be therefore intent upon checking the streams of wickedness, lest falling into ten thousand evils you be as one thunderstruck. Even as if there be some carefree rich nobleman; and the servants of the ruler and the officers seize him, carrying him off to him, saying, You have been accused of a crime, and are subject to death. Thereafter from the report of fear he has lost all his thoughts, and is as one thunderstruck.
ΜΘʹ. Ὑπολάμβανε οὖν οὕτως καὶ περὶ τῶν πνευμάτων τῆς πονηρίας. Ὁ γὰρ φαινόμενος κόσμος ἀπὸ βασιλέων ἕως πτωχῶν, ἐν θορύβῳ εἰσὶ, καὶ ἀκαταστασίᾳ, καὶ μάχῃ, καὶ οὐδεὶς αὐτῶν οἶδε τὴν αἰτίαν· ἤγουν φαινόμενον τὸ κακὸν, τὸ παρεισελθὸν διὰ τῆς παρακοῆς τοῦ Ἀδὰμ, τὸ κέντρον τοῦ θανάτου. Ἡ γὰρ ἁμαρτία ἡ παρελθοῦσα, δύναμίς τις οὖσα λογικὴ τοῦ Σατανᾶ, καὶ οὐσία, ἐνέσπειρε τὰ κακὰ πάντα· ἐπειδὴ λεληθότως εἰς τὸν ἔσω ἄνθρωπον καὶ εἰς τὸν νοῦν ἐνεργεῖ, καὶ μάχεται τοῖς λογισμοῖς. Οὐκ ἴσασι δὲ οἱ ἄνθρωποι, ὅτι ἀπὸ ἀλλοτρίας τινὸς δυνάμεως ἐλαυνόμενοι ταῦτα πράττουσιν, ἀλλὰ νομίζουσι φυσικὰ ταῦτα εἶναι, καὶ ἀπὸ ἰδίας φρονήσεως ταῦτα ποιεῖν. Οἱ δὲ τὴν εἰρήνην τοῦ Χριστοῦ ἔχοντες ἐν αὐτῷ τῷ νῷ, καὶ τὸν φωτισμὸν αὐτοῦ, ἴσασι πόθεν ταῦτα κινεῖται.
49. Suppose therefore thus also concerning the spirits of wickedness. For the visible world, from kings unto beggars, are in tumult, and disorder, and strife, and none of them knows the cause: namely, the visible evil, which slipped in through the disobedience of Adam, the sting of death. For the sin that entered in, being a certain rational power and substance of Satan, sowed all evils; since secretly in the inner man and in the mind it works, and wars against the thoughts. Yet men do not know that being driven by a certain alien power they do these things, but suppose these things to be natural, and that they do these things from their own mind. But those who have the peace of Christ in the mind itself, and His illumination, know whence these things are moved.
Νʹ. Πάσχει γὰρ ὁ κόσμος πάθος κακίας, καὶ οὐκ οἶδε. Καὶ ἔστι πῦρ ἀκάθαρτον, ὅπερ ἀνάπτει τὴν καρδίαν, καὶ οὕτω διατρέχει ὅλα τὰ μέλη, καὶ προτρέπεται τοὺς ἀνθρώπους εἰς ἀσελγείας, καὶ μυρία κακά. Οἱ οὖν γαργαλιζόμενοι καὶ συνηδόμενοι, ἔνδον ἐν τῇ καρδίᾳ ἐπιτελοῦσι τὴν πορνείαν, καὶ οὕτως νεμομένου τοῦ κακοῦ, καταπίπτουσι καὶ εἰς φανερὰν πορνείαν. Τὸ αὐτὸ νόει καὶ περὶ τῆς φιλαργυρίας, κενοδοξίας, τύφου, ζήλου, θυμοῦ. Ὥσπερ ὅταν τις κληθῇ εἰς ἄριστον, καὶ παρατεθῇ αὐτῷ ἐδέσματα πολλὰ, λοιπὸν ἡ ἁμαρτία ὑποβάλλει πάντων ἅψασθαι· καὶ οὕτως ἡ ψυχὴ συνηδομένη βαρύνεται. Ὄρη γὰρ δυσβάστακτά ἐστι τὰ πάθη, ὧν ἐν μέσῳ ποταμοὶ δρακόντων καὶ ἰοβόλων θηρίων καὶ ἑρπετῶν· ὥσπερ ἐὰν ᾖ κῆτος, καὶ καταπίῃ τὸν ἄνθρωπον ἐν τῇ κοιλίᾳ· οὕτω καὶ ἡ ἁμαρτία καταπίνει τὰς ψυχάς. Φλόγες πυρός εἰσι κατακαίουσαι, καὶ βέλη πεπυρωμένα τοῦ πονηροῦ. Λέγει γὰρ ὁ Ἀπόστολος, Πρὸς τὸ δυνηθῆναι ὑμᾶς τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Ἐνεμήθη γὰρ τὸ κακὸν, καὶ τεθεμελίωται περὶ τὴν ψυχήν.
50. For the world suffers a passion of wickedness, and knows it not. And there is an unclean fire, which kindles the heart, and thus runs through all the members, and urges men on to licentiousness, and ten thousand evils. Those therefore who are tickled and take pleasure with it, accomplish fornication within in the heart, and as the evil thus spreads, they fall down also into manifest fornication. Understand the same also concerning covetousness, vainglory, pride, envy, wrath. Just as when a man is invited to a meal, and many dishes are set before him, thereafter sin suggests that he touch them all; and thus the soul taking pleasure with it is weighed down. For the passions are mountains hard to bear, in the midst of which are rivers of dragons and venomous beasts and creeping things; just as if there be a sea-monster, and it swallow the man in its belly, so also sin swallows up souls. They are flames of fire burning up, and fiery darts of the evil one. For the Apostle says, That you may be able to quench the fiery darts of the evil one (Eph. 6:16). For evil has spread, and has been founded around the soul.
ΝΑʹ. Οἱ δὲ φρόνιμοι, ὅταν ἐπαναστῇ τὰ πάθη, οὐχ ὑπακούουσιν, ἀλλ' ὀργίζονται ταῖς κακαῖς ἐπιθυμίαις, καὶ ἐχθροὶ ἑαυτῶν γίγνονται. Ὁ γὰρ Σατανᾶς πολὺ θέλει ἐπαναπαῆναι τῇ ψυχῇ, καὶ ἐφαπλωθῆναι,
51. But the prudent, when the passions rise up against them, do not obey, but are wroth against the evil desires, and become enemies of themselves. For Satan greatly wishes to rest upon the soul, and to spread himself out over it,
PG 34:612Read from the pageκαὶ θλίβεται καὶ στενοχωρεῖται μὴ ὑπακουούσης τῆς ψυχῆς. Εἰσὶ δέ τινες κρατούμενοι ὑπὸ θείας δυνάμεως, ὅτι ἐὰν ἴδωσί τινα μετὰ γυναικὸς νέον, οὗτοι εἰ καὶ διαλογίζονταί τινα, ὅμως οὐ μιαίνεται ὁ νοῦς αὐτῶν, οὔτε ἐπιτελεῖ ἔνδον ἁμαρτίαν. Ἀλλ' οὔπω ἐστὶ τῷ τοιούτῳ θαρσῆσαι. Εἰσὶ δὲ ἄλλοι εἰς οὓς τελείως πέπαυται, καὶ κατεσβέσθη, καὶ ἐξηράνθη· ἀλλὰ τὰ μέτρα τῶν μεγάλων εἰσίν. Ὥσπερ δὲ οἱ ἔμποροι γυμνοὶ κατέρχονται εἰς βυθὸν θαλάσσης, εἰς θάνατον τοῦ ὕδατος, ἵνα ἐκεῖ εὕρωσι μαργαρίτας εἰς στέφανον ποιοῦντας βασιλικὸν, καὶ πορφύραν, οὕτως καὶ οἱ μονάζοντες, γυμνοὶ ἐξέρχονται τοῦ κόσμου, καὶ κατέρχονται εἰς βυθὸν θαλάσσης τῆς κακίας, καὶ εἰς τὴν ἄβυσσον τοῦ σκότους, καὶ ἀπὸ τῶν βαθέων λαμβάνουσι καὶ ἀναφέρουσι τιμίους λίθους προχωροῦντας εἰς στέφανον τοῦ Χριστοῦ, εἰς τὴν Ἐκκλησίαν τὴν ἐπουράνιον, εἰς αἰῶνα καινὸν, καὶ πόλιν φωτεινὴν, καὶ δῆμον ἀγγελικόν.
and is afflicted and distressed when the soul does not obey. And there are some held fast by divine power, so that if they see a young man with a woman, even though they entertain some thoughts, yet their mind is not defiled, nor does it accomplish sin within. Yet not even for such a one is it time to be confident. And there are others in whom it has altogether ceased, and been quenched, and dried up; but these are the measures of the great. And just as merchants go down naked into the deep of the sea, into the death of the water, that there they may find pearls suited for a royal crown, and purple, so also those who live the monastic life go forth naked from the world, and go down into the deep of the sea of wickedness, and into the abyss of darkness, and from the depths they take and bring up precious stones serviceable for the crown of Christ, for the heavenly Church, for a new age, and a shining city, and an angelic people.
ΝΒʹ. Ὥσπερ ἐν τῇ σαγήνῃ πολλὰ εἴδη ἰχθύων ἐμπίπτει, καὶ τὰ ἀχρηστότερα πάλιν εὐθέως εἰς θάλασσαν ῥίπτουσιν· οὕτως καὶ ἡ σαγήνη τῆς χάριτος ἐφαπλοῦται ἐπὶ πάντας, καὶ ζητεῖ ἀνάπαυσιν. Ἀλλ' οἱ ἄνθρωποι οὐχ ὑπακούουσι· διὰ τοῦτο πάλιν εἰς αὐτὸν τὸν βόθυνον τοῦ σκότους καταρρίπτονται. Ὥσπερ γὰρ ὁ χρυσὸς ἀπὸ πολλῆς ἄμμου πλυνόμενος εὑρίσκεται, καὶ ταῦτα ἐλάχιστα ὡς κεγχρίδες· οὕτως καὶ ἀπὸ πολλῶν ὀλίγοι εἰσὶ δόκιμοι. Καὶ γὰρ οἱ ἔχοντες τὸ ἔργον τῆς βασιλείας, φανεροί εἰσι, καὶ οἱ κοσμοῦντες τὸν λόγον αὐτῆς φαίνονται. Ὁμοίως δὲ καὶ οἱ ἡρτυμένοι τῷ ἅλατι τῷ ἐπουρανίῳ φαίνονται, καὶ οἱ ἐκ τῶν θησαυρῶν τοῦ Πνεύματος λαλοῦντες. Φαίνεται τὰ σκεύη ἐν οἷς ὁ Θεὸς εὐδοκεῖ, καὶ δίδωσι τὴν ἑαυτοῦ χάριν· καὶ ἄλλοι μετὰ πολλῆς ὑπομονῆς δέχονται τὴν ἁγιαστικὴν δύναμιν, καθὼς ὁ Κύριος θέλει πολυτρόπως. Ὁ οὖν λαλῶν, εἰ μὴ ᾖ ὁδηγούμενος ὑπὸ φωτὸς οὐρανίου καὶ σοφίας, οὐ δύναται πληροφορεῖν τὸν ἑκάστου νοῦν, ἐπειδὴ πολλαί εἰσιν αἱ προαιρέσεις, αἱ μὲν ἐν πολέμῳ, ἄλλαι ἐν ἀναπαύσει.
52. Just as in the drag-net many kinds of fish fall in, and the more useless ones they straightway cast back into the sea; so also the drag-net of grace is spread out over all, and seeks rest. But men do not obey; wherefore they are cast down again into the very pit of darkness. For just as gold washed out of much sand is found, and that in tiny grains like millet-seeds; so also out of many, few are approved. For indeed those who have the work of the kingdom are manifest, and those who adorn its word appear. Likewise also those who are seasoned with the heavenly salt appear, and those who speak out of the treasures of the Spirit. Manifest are the vessels in which God is well pleased, and to which He gives His own grace; and others with much patience receive the sanctifying power, even as the Lord wills in manifold ways. He therefore who speaks, unless he be guided by heavenly light and wisdom, cannot fully assure the mind of each one, since the dispositions of men are many, some in warfare, others in rest.
ΝΓʹ. Ὥσπερ ὅταν ᾖ ἠρημωμένη πόλις, καὶ θελήσῃ τις ταύτην ἀνακτίσαι, εὐθέως τὰ καταρρεύσαντα καὶ πεσόντα τελείως καταβάλλει, καὶ οὕτως ἄρχεται σκάπτειν, καὶ ἐν τῷ σκάμματι τοὺς θεμελίους τιθέναι, καὶ προβάλλεσθαι τὴν οἰκοδομὴν, οὐδέπω δέ ἐστιν οἰκία. Καὶ ὁ θέλων παράδεισον ποιῆσαι εἰς τόπους ἐρήμους καὶ δυσώδεις, πρῶτον ἄρχεται καθαρίζειν, καὶ φραγμὸν περιτιθέναι, καὶ ἑτοιμάζειν ὀχετοὺς, καὶ οὕτως φυτεύει, καὶ αὔξονται τὰ φυτὰ, ἵνα οὕτως μετὰ πολὺν χρόνον ἐνέγκῃ καρποὺς ὁ παράδεισος· οὕτως καὶ αἱ προαιρέσεις τῶν ἀνθρώπων, μετὰ τὴν παράβασιν κεχερσωμέναι εἰσὶ, καὶ ἠρημωμέναι, καὶ ἀκανθώδεις. Εἶπε γὰρ ὁ Θεὸς τῷ ἀνθρώπῳ, Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ. Χρεία οὖν καμάτου καὶ κόπου πολλοῦ, ἵνα τις ζητήσῃ καὶ ἀποθῆται τὸν θεμέλιον, ἕως ὅτε ἔλθῃ εἰς τὰς καρδίας τῶν
53. Just as when there is a desolated city, and a man wishes to rebuild it, straightway he completely pulls down the things that have fallen into ruin and collapsed, and thus begins to dig, and in the trench to lay the foundations, and to raise up the building, though it is not yet a house. And he who wishes to make a garden in desert and foul-smelling places first begins to cleanse it, and to put a hedge around it, and to prepare water-channels, and thus he plants, and the plants grow, so that thus after a long time the garden may bear fruit; so also the wills of men, after the transgression, have become parched, and desolated, and thorny. For God said to the man, Thorns and thistles shall the earth bring forth to you (Gen. 3:18). There is need therefore of much toil and labour, that a man may seek and lay the foundation, until there come into the hearts of
PG 34:613Read from the pageἀνθρώπων πῦρ, καὶ ἄρξηται περικαθαίρειν τὰς ἀκάνθας· καὶ οὕτως ἄρχονται ἁγιάζεσθαι, δοξάζοντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, εἰς τοὺς αἰῶνας. Ἀμήν.
men fire, and begin to purge away the thorns; and thus they begin to be sanctified, glorifying the Father, and the Son, and the Holy Spirit, unto the ages. Amen.
Τοὺς πνευματικοὺς ἀνθρώπους ὑποκεῖσθαι τοῖς πειρασμοῖς καὶ θλίψεσι, ταῖς ἐκ πρώτης ἁμαρτίας βρυούσαις.
That spiritual men are subject to temptations and afflictions gushing forth from the first sin.
Αʹ. Πᾶσαι αἱ νοεραὶ οὐσίαι, λέγω δὴ ἀγγέλων, καὶ ψυχῶν, καὶ δαιμόνων, ἀκέραιοι καὶ ἁπλούστατοι ὑπὸ τοῦ Δημιουργοῦ ἐκτίσθησαν· τὸ δέ τινας ἐξ αὐτῶν τραπῆναι εἰς τὸ κακὸν, ἐκ τοῦ αὐτεξουσίου προσεγένετο αὐτοῖς. Ἰδίῳ γὰρ θελήματι ἐξετράπησαν τοῦ προσήκοντος λογισμοῦ. Εἰ δέ φαμεν οὕτως ὑπὸ τοῦ Δημιουργοῦ κτισθῆναι, ἄδικον κριτὴν λέγομεν τὸν Θεὸν, πέμποντα εἰς πῦρ τὸν Σατανᾶν. Εἰσὶ γάρ τινες τῶν αἱρετικῶν, λέγοντες ὕλην ἄναρχον, καὶ ὕλην ῥίζαν, καὶ ῥίζαν δύναμιν, καὶ ἰσοδυναμίαν. Πρὸς τούτῳ οὖν ἔχεις εὐλόγως ἀντιθεῖναι, ὅτι ποία ἐστὶ λοιπὸν ἡ νικῶσα δύναμις; ἀνάγκη δὲ ὅτι ἡ τοῦ Θεοῦ. Λοιπὸν οὐκέτι ἐστὶν ἰσόχρονος, ἢ ἰσοδύναμος ὁ ἡττώμενος. Οἱ λέγοντες ἐνυπόστατον τὸ κακὸν, οὐδὲν ἴσασι. Θεῷ γὰρ οὐδέν ἐστι κακὸν ἐνυπόστατον, κατὰ τὸ ἀπαθὲς αὐτοῦ καὶ θεϊκόν· ἡμῖν δέ ἐστιν ἐνεργοῦν ἐν πάσῃ δυνάμει καὶ αἰσθήσει, πάσας ἐπιθυμίας ῥυπαρὰς ὑποβάλλον, οὐ συνεκράθη δὲ οὕτως, ὃν τρόπον τινὲς λέγουσι τὴν μίξιν τοῦ οἴνου καὶ τοῦ ὕδατος· ἀλλ' ὡς ἔστιν ἐν μιᾷ χώρᾳ ὁ σῖτος καθ' ἑαυτὸν, καὶ τὰ ζιζάνια καθ' ἑαυτά· ὡς ἔστιν ἐν οἴκῳ ὁ λῃστὴς κατ' ἰδίαν, καὶ ὁ οἰκοδεσπότης κατ' ἰδίαν.
1. All intellectual substances, I mean of angels, and of souls, and of demons, were created pure and most simple by the Creator; but that some of them turned aside to evil accrued to them from free will. For by their own will they turned aside from right reason. For if we say that they were created thus by the Creator, we call God an unjust judge, Who sends Satan into the fire. For there are some of the heretics who say that matter is unoriginate, and that matter is a root, and that the root is a power, and an equal power. Against this, therefore, you may reasonably object: Which then is the conquering power? Of necessity it is that of God. Thereafter he who is defeated is no longer co-eternal or equal in power. Those who say that evil is substantively existent know nothing. For to God there is no evil substantively existent, according to His impassibility and divine nature; but in us it is at work in every faculty and sense, suggesting all filthy desires; yet it has not been blended together in such a way as some speak of the mixture of wine and water, but as in one field the wheat is by itself, and the tares by themselves; as in a house the robber is apart, and the master of the house is apart.
Βʹ. Ἔστι πηγὴ ῥέουσα ὕδωρ καθαρὸν, καὶ ὑπόκειται βόρβορος, ὅταν ταράξῃ τις τὸν βόρβορον, ὅλη ἡ πηγὴ θολοῦται. Οὕτω καὶ ἡ ψυχὴ ὅταν ταράσσηται καὶ κιρνᾶται τῇ κακίᾳ· καὶ ἕν τι γίνεται ὁ Σατανᾶς μετὰ τῆς ψυχῆς, πνεύματα ἀμφότερα, κατὰ τὴν πορνείαν, ἢ τὸν φόνον· διὰ τοῦτο ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι. Πλὴν ἐν ἄλλῃ ὥρᾳ καθ' ἑαυτήν ἐστιν ἡ ψυχὴ ἐνυπόστατος, μεταμελουμένη ἐφ' οἷς ἔπραξε, καὶ κλαίει, καὶ εὔχεται, καὶ μνημονεύει Θεοῦ. Εἰ γὰρ πάντοτε ἦν ἡ ψυχὴ βεβυθισμένη εἰς τὸ κακὸν, πῶς ἠδύνατο ταῦτα πράττειν, τοῦ Σατανᾶ μηδέποτε θέλοντος εἰς μετάνοιαν ἔρχεσθαι τοὺς ἀνθρώπους, ἄσπλαγχνος γὰρ ὑπάρχει. Καὶ ἡ γυνὴ κατὰ συντίθεσθαι τῷ ἀνδρὶ, ἓν μετ' αὐτοῦ, ἄλλῃ δὲ ὥρᾳ κεχωρισμένοι εἰσίν· ὅτι πολλάκις ὁ εἷς αὐτῶν ἀποθνήσκει, καὶ ὁ ἕτερος ζῇ. Τοιοῦτόν τί ἐστι καὶ ἐπὶ τῇ κοινωνίᾳ τοῦ ἁγίου Πνεύματος, ἓν πνεῦμα γίνονται. Ὁ κολλώμενος γὰρ τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. Τοῦτο δὲ γίνεται, ὅταν καταποθῇ ὁ ἄνθρωπος ἐν αὐτῇ τῇ χάριτι.
2. There is a spring flowing with pure water, and mire lies beneath it; when someone stirs up the mire, the whole spring is befouled. So also the soul, when it is stirred up and mixed with wickedness; and Satan becomes one thing with the soul, both being spirits, in respect of fornication or murder; wherefore he who is joined to the harlot is one body (1 Cor. 6:16). Nevertheless at another hour the soul is substantively existent by itself, repenting over the things that it has done, and weeps, and prays, and remembers God. For if the soul were always plunged in evil, how could it do these things, since Satan never wills that men should come to repentance, for he is pitiless? And the wife, according as she is united to her husband, is one with him, yet at another hour they are separated; because oftentimes the one of them dies, and the other lives. Some such thing is there also in the fellowship of the Holy Spirit: they become one spirit. For he who is joined to the Lord is one spirit (1 Cor. 6:17). And this comes to pass when the man is swallowed up in grace itself.
Γʹ. Εἰσὶ δέ τινες ἔχοντες γεῦσιν Θεοῦ, ἔτι ἐνεργούμενοι ὑπὸ τοῦ ἀντικειμένου, καὶ ξενίζονται, ἄπειροι ὄντες, ὅτι μετὰ τὴν ἐπίσκεψιν τοῦ Θεοῦ ἐνεργοῦσι
3. And there are some who have a taste of God, yet are still worked upon by the adversary, and they are astonished, being inexperienced, that after the visitation of God there work
PG 34:616Read from the pageλογισμοὶ εἰς τὰ μυστήρια τοῦ Χριστιανισμοῦ· οἱ ἐν αὐτοῖς δὲ γηράσαντες οὐ ξενίζονται. Καὶ ὥσπερ οἱ ἔμπειροι γεωργοὶ ἐκ τῆς πολλῆς συνηθείας, ὅταν γένηται εὐφορία, οὐ τελείως ἀμέριμνοί εἰσιν, ἀλλ' ἐκδέχονται καὶ λιμὸν καὶ στενοχωρίαν· οὔτε δὲ πάλιν, ὅταν καταλάβῃ αὐτοὺς λιμὸς, ἢ στενοχωρία, ἐπιπολὺ ἀπελπίζουσι, γνωρίζοντες τὴν μεταβολήν· οὕτως καὶ εἰς τὸ πνευματικὸν, ὅταν πειρασμοῖς ποικίλοις περιπέσῃ ἡ ψυχὴ, οὐ ξενίζεται, οὔτε ἀπελπίζει, ἐπειδὴ οἶδεν, ὅτι κατὰ συγχώρησιν ἀφίεται δοκιμασθῆναι, καὶ παιδευθῆναι ὑπὸ τῆς κακίας. Οὔτε δὲ πάλιν, ὅτε ἐν πλούτῳ πολλῷ ἐστι καὶ ἀναπαύσει ἀμεριμνεῖ, ἀλλ' ἐκδέχεται τὴν μεταβολήν. Καὶ ὁ ἥλιος σῶμα καὶ δημιούργημα ὢν, καταλάμπων δὲ εἰς τόπους δυσώδεις, ἔνθα ἐστὶ βόρβορος καὶ ἀκαθαρσίαι, οὐδὲν βλάπτεται ἢ μολύνεται· πόσῳ μᾶλλον τὸ καθαρὸν καὶ ἅγιον Πνεῦμα συνὸν τῇ ψυχῇ ἔτι ἐνεργουμένῃ ὑπὸ τοῦ πονηροῦ, οὐδὲν συμπεριλαμβάνει ἀπ' αὐτῶν; καὶ γὰρ Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε.
thoughts against the mysteries of Christianity; whereas those who have grown old in them are not astonished. And just as experienced husbandmen from long custom, when there is a plentiful harvest, are not altogether free from care, but expect also famine and distress; nor again, when famine or distress overtakes them, do they greatly despair, knowing the change; so also in the spiritual realm, when the soul falls into manifold temptations, it is not astonished, nor does it despair, since it knows that by permission it is left to be proved and chastened by wickedness. Nor again, when it is in great wealth and rest, is it carefree, but expects the change. And the sun, though it is a body and a creature, yet shining down into foul-smelling places where there is mire and uncleannesses, is in no way harmed or defiled; how much more does the pure and Holy Spirit, being present with the soul that is still worked upon by the evil one, contract nothing from them? For indeed The light shines in the darkness, and the darkness overcame it not (John 1:5).
Δʹ. Καὶ ὅτε οὖν ἐν βάθει ἐστὶ, καὶ πλουτεῖ τῇ χάριτι ὁ ἄνθρωπος, ἔστι λάχανον ἔτι παρ' αὐτῷ τῆς κακίας· ἔχει τὸν ἀντιλήπτορα βοηθοῦντα αὐτῷ. Ὅταν οὖν τις ἐν θλίψεσιν ᾖ καὶ παθῶν τρικυμίαις, οὐκ ὀφείλει ἀπελπίσαι· ἐπὶ πλεῖον γὰρ οὕτω παχύνεται ἡ ἁμαρτία καὶ ἐπεισέρχεται. Ὅταν δὲ ἔχῃ τις πάντοτε τὴν ἐλπίδα τοῦ Θεοῦ, ὥσπερ λεπτύνεται καὶ ἐξυδαροῦται τὸ κακόν. Τὸ οὖν εἶναί τινας παραλελυμένους, ἢ λελωβημένους, πυρέσσοντας καὶ ἀσθενοῦντας, τοῦτο ἐκ τῆς ἁμαρτίας προσεγένετο. Αὕτη γὰρ ῥίζα ἐστὶ πάντων τῶν κακῶν, καὶ τὰ πάθη δὲ τῶν ἐπιθυμιῶν τῆς ψυχῆς, καὶ τῶν κακῶν διαλογισμῶν ἐξ αὐτῆς εἰσιν. Ὥσπερ ἐὰν ᾖ πηγὴ ῥέουσα, καὶ ἔχῃ τοὺς παρακειμένους τόπους διύγρους καὶ νοτεροὺς· θέρμης δὲ γενομένης, καὶ αὐτὴ καὶ οἱ ἔγγιστα τόποι ξηραίνονται· οὕτως καὶ εἰς τοὺς δούλους τοῦ Θεοῦ, εἰς οὓς πλεονάζει ἡ χάρις, ξηραίνει τὴν τοῦ πονηροῦ ἐπιθυμίαν, ὁμοίως δὲ καὶ τὴν φυσικὴν, ἐπειδὴ νῦν οἱ τοῦ Θεοῦ ἄνθρωποι μείζονες γίγνονται τοῦ πρώτου Ἀδάμ.
4. Even when, therefore, a man is in the deep, and is rich in grace, there is still with him the herb of wickedness; yet he has the Helper assisting him. When therefore anyone is in afflictions and in billowy surges of passions, he ought not to despair; for thus sin grows all the thicker and enters in besides. But when someone always has hope in God, the evil is as it were thinned out and watered down. That some, therefore, are paralysed, or maimed, feverish and sick, this has accrued from sin. For this is the root of all evils, and the passions of the desires of the soul, and of evil thoughts, are from it. Just as if there be a flowing spring, and it keep the adjacent places wet and moist; but when heat comes on, both it and the nearest places are dried up; so also in the servants of God, in whom grace abounds, it dries up the desire of the evil one, and likewise the natural desire also, since now the men of God become greater than the first Adam.
Εʹ. Ὁ Θεὸς ἀπερίγραπτός ἐστι καὶ ἀκατάληπτος, πανταχοῦ ἐπιφαινόμενος, καὶ ἐν τοῖς ὄρεσι καὶ ἐν τῇ θαλάσσῃ, καὶ ὑποκάτω τῆς ἀβύσσου· καὶ οὐχὶ κατὰ μετάβασιν, ὃν τρόπον οἱ ἄγγελοι κατερχόμενοι ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν. Ἔστι γὰρ ἐν οὐρανῷ, καὶ ἔστιν ὧδε. Ἀλλ' ἐρεῖς μοι πῶς δύναται ὁ Θεὸς ἐν τῇ γεέννῃ εἶναι, ἢ πῶς δύναται ἐν τῷ σκότει εἶναι, ἢ ἐν τῷ Σατανᾷ, ἢ τόποις ὅπου ἐστὶ δυσωδία; Ἀποκρίνομαί σοι κἀγὼ, ὅτι ἀπαθής ἐστι καὶ πάντα περιέχει· ἀπερίγραπτος γάρ ἐστι, καὶ ὁ Σατανᾶς ὢν κτίσμα αὐτοῦ δεσμεῖται. Τὸ δὲ ἀγαθὸν οὔτε ῥυποῦται, οὔτε σκοτίζεται. Εἰ δὲ οὐ λέγεις αὐτὸν περιέχειν τὰ πάντα, καὶ τὴν γέενναν, καὶ τὸν Σατανᾶν, ποιεῖς αὐτὸν περίγραπτον εἰς ἐκεῖνον τὸν τόπον, ἐν ᾧ ἐστιν ὁ πο-
5. God is uncircumscribed and incomprehensible, appearing everywhere, both in the mountains and in the sea, and beneath the abyss; and not by way of transition, in the manner in which the angels come down from heaven upon the earth. For He is in heaven, and He is here. But you will say to me: How can God be in Gehenna, or how can He be in darkness, or in Satan, or in places where there is a foul stench? I also answer you, that He is impassible and encompasses all things; for He is uncircumscribed, and Satan, being His creature, is bound. And the Good is neither befouled nor darkened. But if you do not say that He encompasses all things, both Gehenna and Satan, you make Him circumscribed in respect of that place in which the evil
Notes, col. 616
On the reading
Printed νοτεροὺς·, for νοτερούς·.
PG 34:617Read from the pageνηρὸς, ἵνα ζητῶμεν ἄλλον ἀνώτερον αὐτοῦ. Ἀνάγκη γὰρ τὸν Θεὸν πανταχοῦ ἀνώτερον αὐτὸν εἶναι· διὰ δὲ τὸ μυστήριον τῆς θεότητος καὶ τὸν λεπτότητα ἐν αὐτῷ περιεχόμενον τὸ σκότος, οὐ καταλαμβάνει αὐτόν· οὔτε δύναται τὸ κακὸν μετέχειν τῆς καθαρότητος, ἢ ἐν αὐτῷ ἐστι. Τῷ οὖν Θεῷ οὐδὲν κακὸν ἐνυπόστατον, ἐπεὶ οὐδὲν ἀδικεῖται.
one is, so that we should seek another higher than He. For of necessity God Himself is everywhere higher; and by reason of the mystery of the Godhead and its subtlety, the darkness that is encompassed in Him does not overtake Him; nor can evil partake of the purity that is in Him. To God, therefore, no evil is substantively existent, since He is wronged in nothing.
Ϛʹ. Ἡμῖν δέ ἐστι κακὸν διὰ τὸ οἰκεῖον ἐν τῇ καρδίᾳ, καὶ ἐνεργεῖν, ὑποβάλλον λογισμοὺς πονηροὺς καὶ ῥυπαροὺς, καὶ μὴ συγχωροῦν καθαρῶς προσεύχεσθαι, ἀλλ' αἰχμαλωτίζον τὸν νοῦν εἰς τὸν αἰῶνα τοῦτον. Ἐνδέδυται οὖν τὰς ψυχὰς, ἥψατο δὲ καὶ αὐτῶν τῶν ὀστέων μελῶν. Ὥσπερ οὖν ἐστιν εἰς τὸν ἀέρα ὁ Σατανᾶς, καὶ ὁ Θεὸς παρὼν ἐκεῖ οὐδὲν ἀδικεῖται, οὕτως καὶ ἐν τῇ ψυχῇ ἐστιν ἡ ἁμαρτία, ὁμοίως δὲ καὶ χάρις Θεοῦ σύνεστι μηδὲν ἀδικουμένη. Ὥσπερ ἐὰν ᾖ δοῦλος ἐγγὺς τοῦ δεσπότου αὐτοῦ, οὗτος πάντοτε ἔγγιστα αὐτοῦ ὢν ὑπὸ φόβον ἐστὶ, μηδὲν ἄνευ αὐτοῦ διαπραττόμενος· οὕτως καὶ ἡμεῖς τῷ Δεσπότῃ Χριστῷ τῷ καρδιογνώστῃ τοὺς λογισμοὺς ἡμῶν ἀνατιθέναι καὶ φανεροῦν ὀφείλομεν, καὶ ἔχειν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν ἐπ' αὐτὸν, ὅτι Αὐτός μού ἐστι δόξα, καὶ αὐτός μού ἐστι Πατὴρ, καὶ αὐτός μού ἐστι πλοῦτος. Πάντοτε οὖν ἐν τῇ συνειδήσει ὀφείλεις ἔχειν τὴν μέριμναν καὶ τὸν φόβον. Ἐὰν δὲ καί τις μὴ ἔχῃ τὴν χάριν τοῦ Θεοῦ πεφυτευμένην καὶ πεπηγμένην ἐν ἑαυτῷ, ἔστω νυκτὸς καὶ ἡμέρας ὡς φυσικὸν εἶναι προσκεκολλημένον τῇ ψυχῇ, τὸ καθ' ὥραν ὁδηγοῦν αὐτὸν καὶ διϋπνίζον, καὶ ὑπορθοῦν εἰς τὰ ἀγαθά· ἵνα γοῦν τὴν μέριμναν ἔχῃ, τὸν φόβον, τὸν πόνον, ὡς φυσικὸν καὶ ἄτρεπτον τὸν συντριμμὸν τῆς καρδίας πάντοτε πεπηγμένον.
6. But to us evil is present because it dwells in the heart, and works therein, suggesting wicked and filthy thoughts, and not permitting us to pray purely, but leading the mind captive into this world. It has therefore clothed itself with our souls, and has touched even the very bony members. Just as, therefore, Satan is in the air, and God being present there is wronged in nothing, so also in the soul is sin, and likewise the grace of God is present with it, wronged in nothing. Just as if a servant be near his master, he, being always nearest to him, is under fear, doing nothing without him; so also we ought to lay before and manifest our thoughts to the Master, Christ, the Searcher of hearts, and to have hope and confidence in Him, saying: He is my glory, and He is my Father, and He is my wealth. Always therefore in your conscience you ought to have care and fear. And even if someone does not have the grace of God planted and fixed in himself, let there be night and day, as though it were natural, cleaving fast to the soul, that which hour by hour guides him and awakens him, and sets him upright towards good things; that at least he may have care, fear, and labour, and contrition of heart fixed always as natural and unchangeable.
Ζʹ. Ὥσπερ δὲ μέλισσα κρυπτῶς ἐργαζομένη τὸ κηρίον ἐν τῷ κοσκίνῳ, οὕτως καὶ ἡ χάρις κρυπτῶς ἐργάζεται ἐν ταῖς καρδίαις τὴν ἑαυτῆς ἀγάπην, καὶ μεταβάλλει ἀπὸ πικρότητος εἰς γλυκύτητα, ἀπὸ τραχύτητος εἰς λειότητα. Ὥσπερ δὲ ἀργυροκόπος καὶ ἀναγλυφάριος ἀναγλύφων δίσκον κατὰ μέρος σκεπάζει ἅπερ γλύφει διάφορα ζώδια, ἐπὰν δὲ τελέσῃ, τότε φανεροῖ αὐτὸν ἐξαστράπτοντα τῷ φωτί· οὕτως καὶ ὁ Κύριος ἀληθινὸς τεχνίτης ἀναγλύφει τὰς καρδίας ἡμῶν, καὶ ἀνακαινίζει ἐν μυστηρίῳ, ἕως οὗ ἐκδημήσωσιν ἐκ τοῦ σώματος, καὶ τότε φαίνεται τῆς ψυχῆς τὸ κάλλος. Οἱ γὰρ θέλοντες σκεύη κατασκευάσαι, καὶ ἐνυφάναι ζώδια, πρῶτον κηροπλαστοῦσι, καὶ οὕτως ἐκχέουσι καθ' ὁμοιότητα ἐκείνου, ὥστε τὸ ἔργον κατ' ἐκεῖνο ἀποτελεσθῆναι τὸ σχῆμα· οὕτως καὶ ἡ ἁμαρτία πνεῦμα οὖσα εἰκόνα ἔχει, καὶ μεταβάλλεται εἰς μορφὰς πολλάς. Ὁμοίως δὲ καὶ ὁ ἔσω ἄνθρωπος ζώδιόν ἐστί τι, ἔχον εἰκόνα καὶ μόρφωσιν. Ὁμοίωμα γάρ ἐστι τοῦ ἔξω ἀνθρώπου ὁ ἔσω. Μέγα οὖν ἐστι τὸ σκεῦος καὶ τίμιον, ἐπειδὴ ἀπὸ πάντων τῶν κτισμάτων ἐκεῖ εὐδόκησεν ὁ Κύριος. Καὶ οἱ μὲν ἀγαθοὶ λογισμοὶ τῆς ψυχῆς ἐοίκασι λίθοις τιμίοις καὶ μαργαρίταις, οἱ δὲ ἀκάθαρτοι λογισμοὶ μεμεστωμένοι εἰσὶν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας, καὶ δυσωδίας.
7. And just as a bee secretly working the honeycomb in the hive, so also grace secretly works in hearts its own love, and changes into sweetness what was bitterness, and into smoothness what was roughness. And just as a silversmith and carver, when carving a plate, covers over part by part the various figures that he carves, and when he has finished, then manifests it flashing forth with light; so also the Lord, the true Craftsman, carves our hearts, and renews them in mystery, until they depart out of the body, and then the beauty of the soul appears. For those who wish to fashion vessels, and to weave figures into them, first model them in wax, and thus cast them after the likeness of that model, so that the work is completed according to that form; so also sin, being a spirit, has an image, and is transformed into many shapes. Likewise also the inner man is a certain figure, having an image and form. For the inner man is a likeness of the outer man. Great therefore is the vessel and precious, since above all creatures the Lord was well pleased therein. And the good thoughts of the soul are like precious stones and pearls, whereas the unclean thoughts are filled with dead men's bones and all uncleanness, and foul stench.
Ηʹ. Οἱ οὖν Χριστιανοὶ ἄλλου αἰῶνός εἰσιν, υἱοὶ
8. Christians, therefore, are of another world, sons
Notes, col. 617
On the reading
Printed τὸν λεπτότητα, for τὴν λεπτότητα.
PG 34:620Read from the pageἈδὰμ τοῦ ἐπουρανίου, γέννημα καινὸν, τέκνα Πνευματος ἁγίου, ἀδελφοὶ Χριστοῦ φωτεινοὶ, ὅμοιοι τῷ πατρὶ αὐτῶν, Ἀδὰμ τῷ πνευματικῷ καὶ φωτεινῷ, ἐκείνης τῆς πόλεως, ἐκείνου τοῦ γένους, ἐκείνης τῆς δυνάμεως, οὐκ εἰσὶ τοῦ κόσμου τούτου, ἀλλὰ ἄλλου κόσμου εἰσίν· αὐτὸς γὰρ λέγει, Οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. Ἀλλ' ὥσπερ ἔμπορος ἀπὸ πολλῶν μονῶν ἀπερχόμενος, καὶ πολυπλασιάζων αὐτοῦ τὴν ἐμπορίαν, ἀποστέλλει πρὸς τοὺς ἰδίους ἐπὶ τῷ κτισθῆναι αὐτῷ οἴκους, παραδείσους, ἐνδύματα ἀναγκαῖα· καὶ ὅταν ἀναλύσῃ εἰς τὰ ἴδια, τότε πλοῦτον πολὺν ἐπιφέρεται· μετὰ πολλῆς δὲ χαρᾶς προσδέχονται αὐτὸν οἱ ἴδιοι αὐτοῦ καὶ προσγενεῖς· οὕτω κἀν τοῖς πνευματικοῖς, εἴ τινες ἐμπορεύονται τὸν ἐπουράνιον πλοῦτον, ἴσασιν οἱ συμπολῖται, τουτέστι τὰ πνεύματα τῶν ἁγίων καὶ τῶν ἀγγέλων, καὶ θαυμάζουσι λέγοντες, Εἰς μέγαν πλοῦτον εἰσῆλθον οἱ ἀδελφοὶ ἡμῶν οἱ ἐπὶ τῆς γῆς. Ἔχοντες οὖν οὗτοι μεθ' ἑαυτῶν τὸν Κύριον ἐν τῇ ἀναλύσει, ἐν μεγάλῃ χαρᾷ ἔρχονται πρὸς τοὺς ἄνω, καὶ δέχονται αὐτοὺς οἱ τοῦ Κυρίου, ἐκεῖ εὐτρεπίσαντες αὐτοῖς οἴκους καὶ παραδείσους, καὶ ἐνδύματα ὁλόλαμπρα καὶ πολυτελῆ.
of the heavenly Adam, a new offspring, children of the Holy Spirit, shining brethren of Christ, like their father, the spiritual and shining Adam, of that city, of that race, of that power; they are not of this world, but are of another world; for He Himself says, You are not of this world, even as I am not of this world (John 17:16). But just as a merchant departing from many halting-places, and multiplying his merchandise, sends word to his own people that houses, gardens, and necessary garments be prepared for him; and when he returns to his own, then he brings with him great wealth, and with great joy his own people and kinsfolk welcome him; so also in spiritual things, if some traffic in heavenly wealth, their fellow-citizens know it, that is, the spirits of the saints and of the angels, and they marvel, saying, Into great wealth have our brethren who are upon the earth entered. Having therefore the Lord with them at their departure, in great joy they come to those above, and those who are the Lord's receive them, having made ready for them there houses and gardens, and garments all-shining and costly.
Θʹ. Νήψεως οὖν ἐν πᾶσι χρεία, ἵνα μὴ καὶ ἃ δοκοῦμεν ἔχειν ἀγαθὰ, πρὸς βλάβην ἡμῶν γένωνται. Καὶ γὰρ οἱ χρηστοὶ κατὰ φύσιν, ἐὰν μὴ ἀσφαλίσωνται, κατὰ μικρὸν δι' αὐτῆς τῆς χρηστότητος ὑποσύρονται, καὶ οἱ ἔχοντες σοφίαν, δι' αὐτῆς τῆς σοφίας κλέπτονται. Δεῖ οὖν ἐν πᾶσι τοῖς μέρεσι, συγκεκραμένον εἶναι τὸν ἄνθρωπον, τὸ χρηστὸν μετὰ τοῦ ἀποτόμου, τὸ σοφὸν μετὰ διακρίσεως, τὸν λόγον μετὰ τοῦ ἔργου, τὸ ὅλον πεποιθέναι ἐπὶ Κύριον, καὶ μὴ ἐφ' ἑαυτόν. Ἡ γὰρ ἀρετὴ διὰ πολλῶν ἀρτύεται, ὥσπερ ἔδεσμά τι τῶν ἀναγκαίων διὰ κονδίτου ἢ ἑτέρου τινὸς, καὶ τοῦτο οὐ μόνον διὰ μέλιτος, ἀλλὰ καὶ πεπέρεως, καὶ οὕτως εὑρίσκεται χρήσιμον.
9. There is need of sobriety, therefore, in all things, lest even the good things that we seem to have turn to our harm. For indeed those who are kind by nature, unless they guard themselves, are little by little dragged away through that very kindness; and those who have wisdom are stolen away through that very wisdom. In all respects, therefore, a man must be tempered together: kindness with severity, wisdom with discernment, word with deed, and in all things trusting in the Lord, and not in himself. For virtue is seasoned through many things, just like some necessary dish through spiced wine or something else, and this not only with honey, but also with pepper, and thus it is found serviceable.
Ιʹ. Οἱ λέγοντες μὴ εἶναι τὴν ἁμαρτίαν ἐν τῷ ἀνθρώπῳ, οὕτως εἰσὶν, ὡς ὑπὸ πλημμύρας ὑδάτων πολλῶν καταπεποντισμένοι, καὶ τοῦτο μὴ ὁμολογοῦντες, ἀλλὰ λέγοντες, Ἦχον ὑδάτων ἠκούσαμεν· οὕτω καὶ αὐτοὶ καταπεποντισμένοι ὑπὸ τοῦ βυθοῦ τῶν κυμάτων τῆς κακίας, οὐ λέγουσιν εἶναι ἐν τῷ νῷ καὶ τοῖς λογισμοῖς αὐτῶν τὴν ἁμαρτίαν· ἄλλοι οὖν εἰσιν, οἱ λόγον μὲν ἔχοντες καὶ λαλοῦντες, μὴ ἡρτυμένοι δὲ τῷ ἐπουρανίῳ ἅλατι, καὶ διηγοῦνται περὶ τραπέζης βασιλικῆς μηδὲν φαγόντες, ἢ κτησάμενοι. Ἄλλος δέ ἐστιν ὁ θεασάμενος αὐτὸν τὸν βασιλέα, καὶ ἀνοιγέντων αὐτῷ θησαυρῶν, εἰσελθὼν, καὶ κληρονομήσας καὶ φαγὼν καὶ πιὼν ἐκ τῶν ἐδεσμάτων ἐκείνων τῶν πολυτελῶν.
10. Those who say that sin is not in man are just like men drowned by a flood of many waters, and not confessing this, but saying, We heard a sound of waters; so they too, drowned by the deep of the waves of wickedness, say that sin is not in their mind and thoughts. Others, then, are those who have speech indeed and talk, yet are not seasoned with the heavenly salt, and recount things about the royal table though they have eaten nothing nor acquired anything. But another is he who has beheld the King Himself, and when the treasures were opened to him, has entered in, and inherited, and eaten and drunk of those costly dishes.
ΙΑʹ. Ὥσπερ ἐὰν ᾖ μήτηρ ἔχουσα υιον μονογενῆ, ευειδέστατον, σοφὸν, πᾶσι κεκοσμημένον ἀγαθοῖς, ἐφ' ᾧ ἔχει πάσας τὰς ἐλπίδας; καὶ συμβῇ τοῦτον ταφῆναι ὑπ' αὐτῆς, λοιπὸν προσγίνεται αὐτῇ πόνος ἄπαυστος, καὶ πένθος ἀπαραμύθητον· οὕτως καὶ ὁ νοῦς ὡς ἀποθανούσης ἀπὸ Θεοῦ τῆς ψυχῆς; ὀφείλει
11. Just as if there be a mother having an only-begotten son, most comely, wise, adorned with all good things, upon whom she has all her hopes, and it happen that he is buried by her, thereafter unceasing pain comes upon her, and inconsolable mourning; so also the mind, as though the soul had died away from God, ought
Notes, col. 620
On the reading
Printed Πνευματος, for Πνεύματος.
Printed ευειδέστατον, for εὐειδέστατον.