PG 34:621Read from the pageπένθος ἀναλαβεῖν καὶ δάκρυα, πόνον ἄπαυστον, συντετριμμένην ἔχειν καρδίαν, ὑπὸ φόβον εἶναι καὶ μέριμναν, ἔχειν δὲ καὶ τὴν πεῖναν καὶ δίψαν τοῦ ἀγαθοῦ πάντοτε· τὸν τοιοῦτον λοιπὸν διαδέχεται χάρις Θεοῦ καὶ ἐλπὶς, καὶ οὐκέτι ἐστὶν ἐν τῷ τοιούτῳ πένθος, ἀλλὰ χαίρει ὡς ὁ εὑρὼν θησαυρὸν, καὶ πάλιν τρέμει μή πως ἀπολέσῃ αὐτόν. Ἐπέρχονται γὰρ οἱ λῃσταί. Ὥσπερ ἐάν τις εἰς πολλὰς λῃστουργίας, καὶ ζημίας ἐμπεσὼν, μετὰ πολλοῦ καμάτου διαφύγῃ, καὶ μετὰ ταῦτα εὕρῃ περιουσίαν μεγάλην, καὶ ὑπόστασιν πολλὴν, καὶ οὐκέτι δέδοικε ζημίαν διὰ τὸν πλεονάσαντα πλοῦτον· οὕτως καὶ οἱ πνευματικοὶ, πρῶτον διελθόντες ἐν πολλοῖς πειρασμοῖς καὶ φοβεροῖς τόποις. Εἶτα χάριτος πληρωθέντες καὶ μεμεστωμένοι τῶν ἀγαθῶν, οὐκέτι δεδοίκασι τοὺς θέλοντας αὐτοὺς συλῆσαι, ἐπειδὴ ὁ πλοῦτος οὐκ ἔστιν αὐτοῖς ὀλίγος· ἔχουσι δὲ καὶ φόβον, οὐ τῶν φοβουμένων τὰ πονηρὰ πνεύματα, ἀλλὰ φόβον καὶ μέριμναν, πῶς διοικήσουσι τὰ ἐμπιστευθέντα αὐτοῖς πνευματικὰ χαρίσματα.
to take up mourning and tears, unceasing pain, to have a contrite heart, to be under fear and care, and to have hunger and thirst for the good always; such a one thereafter the grace of God and hope receives, and no longer is there mourning in such a one, but he rejoices as one who has found a treasure, and again trembles lest somehow he lose it. For the robbers come upon him. Just as if someone, having fallen into many robberies and losses, escape with much toil, and after these things find great abundance and much substance, and no longer fears loss because of his abounding wealth; so also spiritual men first pass through many temptations and fearful places. Then, being filled with grace and brimming with good things, they no longer fear those who wish to despoil them, since their wealth is not small; yet they also have fear, not the fear of those who fear the evil spirits, but fear and care how they shall steward the spiritual gifts entrusted to them.
ΙΒʹ. Ἔχει δὲ ὁ τοιοῦτος ἐξουδενούμενον ἑαυτὸν παρὰ πάντας ἁμαρτωλοὺς, καὶ ἔχει ἐν ἑαυτῷ τὸν τοιοῦτον λογισμὸν ἐμφυτευθέντα ὡς φυσικὸν, καὶ ὅσον εἰσέρχεται εἰς γνῶσιν Θεοῦ, τοσοῦτον ἔχει αὐτὸν ἰδιώτην, καὶ ὅσον μανθάνει, εἰς μηδὲν εἰδώς ἐστι. Ταῦτα δὲ ἡ χάρις διακονοῦσα, ὡς φυσικὰ ἐν τῇ ψυχῇ ἀπεργάζεται. Ὥσπερ ἐὰν ᾖ παιδίον ὑπὸ νεανίσκου βασταζόμενον καὶ ὁ βαστάζων, αὐτὸ περιφέρει ὅπου θέλει, οὕτω καὶ κατὰ βάθος ἐνεργουμένη χάρις βαστάζει τὸν νοῦν, καὶ ἀναφέρει εἰς τοὺς οὐρανοὺς, εἰς τὸν τέλειον κόσμον, εἰς τὴν αἰώνιον κατάπαυσιν. Καὶ ἐν αὐτῇ δὲ τῇ χάριτί εἰσι μέτρα καὶ ἀξιώματα. Ἄλλος ἐστὶν ὁ στρατηλάτης ἔχων παρῥησίαν πρὸς τὸν βασιλέα, καὶ ὁ ἄλλος ἐστὶν ὁ ἡγεμών. Ὥσπερ οἶκος πεπληρωμένος καπνοῦ ὑπερεκχεῖ τοῦτον, καὶ εἰς τὸν ἔξω ἀέρα· οὕτως κἀν τῇ ψυχῇ μεμεστωμένῃ ἡ κακία ὑπερεκχεῖται ἔξωθεν καὶ ἐπιτελεῖ καρπούς. Ὡς οἱ ἐγκεχειρισμένοι ἀρχὰς ἐπαρχότητος, ἢ θησαυρὸν βασιλικὸν, πάντα τὸν χρόνον ἐν μερίμνῃ εἰσὶ, μήπως ἄρα προσκρούσωσι τῷ βασιλεῖ· οὕτω καὶ οἱ ἐμπιστευθέντες ἔργον πνευματικὸν ἀεὶ ἐν μερίμνῃ εἰσὶ, καὶ ἔχοντες ἀνάπαυσιν, ὥσπερ οὐκ εἰσιν ἀναπεπαυμένοι. Ἡ βασιλεία γὰρ τοῦ σκότους ἡ ἐπεισελθοῦσα τῇ πόλει, τουτέστι τῇ ψυχῇ, καὶ οἱ διακατέχοντες βάρβαροι τὰς νομὰς αὐτῆς, ἐξωθοῦνται ἀπ' αὐτῆς.
12. And such a one holds himself set at nought beyond all sinners, and has such a thought implanted in himself as natural, and the more he enters into the knowledge of God, the more he accounts himself an unlearned man, and the more he learns, he is as one knowing nothing. And these things grace, ministering, works as natural in the soul. Just as if there be a little child carried by a young man, and he who carries it bears it about wherever he wills, so also grace working in the depth carries the mind, and bears it up into the heavens, into the perfect world, into eternal rest. Yet in grace itself there are measures and dignities. One is the commander-in-chief having boldness of access before the king, and another is the governor. Just as a house filled with smoke pours it out over into the outer air also; so too in the soul filled with it, wickedness pours out outwardly and brings forth fruits. As those entrusted with offices of a prefecture, or with a royal treasure, are all the time in care, lest perchance they offend the king; so also those entrusted with a spiritual work are always in care, and though having rest, are as though they were not at rest. For the kingdom of darkness that had entered into the city, that is, the soul, and the barbarians occupying its pastures, are thrust out from it.
ΙΓʹ. Ἀποστέλλει γὰρ ὁ βασιλεὺς Χριστὸς εἰς ἐκδίκησιν τῆς πόλεως, καὶ δεσμοῖ τοὺς τυράννους, καὶ στρατηγίαν ἐπουράνιον, καὶ παράταξιν πνευμάτων ἁγίων ἐκεῖ κατοικίζει, ὥσπερ πατρίδα ἰδίαν· καὶ λοιπὸν φαίνει ὁ ἥλιος ἐν τῇ καρδίᾳ, καὶ αἱ ἀκτῖνες αὐτοῦ διατρέχουσιν εἰς ὅλα τὰ μέλη. Καὶ ἔστιν ἐκεῖ λοιπὸν βαθεῖα εἰρήνη ἡ βασιλεύουσα. Ὁ δὲ ἀγὼν τοῦ ἀνθρώπου καὶ ἡ ἄθλησις, καὶ δοκιμασία, καὶ ἡ πρὸς Θεὸν εὔνοια τότε φαίνεται, ὅτε τῆς χάριτος ὑποστελλομένης ἀνδρίσεται καὶ βοήσει πρὸς τὸν Θεόν· ἀλλὰ σὺ ἀκούων, ὅτι εἰσὶ ποταμοὶ δρακόντων,
13. For Christ the King sends forth for the avenging of the city, and binds the tyrants, and settles there a heavenly host and battle-array of holy spirits, as in their own country; and thereafter the sun shines in the heart, and its rays run through into all the members. And there is there henceforth a deep peace reigning. But the contest of the man and his struggle, and testing, and goodwill towards God then appears, when as grace withdraws itself he plays the man and cries out to God; but when you hear that there are rivers of dragons,
PG 34:624Read from the pageκαὶ στόματα λεόντων, καὶ δυνάμεις αἱ ὑπὸ τὸν οὐρανὸν σκοτειναὶ, καὶ πῦρ φλέγον καὶ καχλάζον ἐν τοῖς μέλεσιν, ὡς οὐδὲν ἡ γῆ, μὴ εἰδὼς ὅτι ἐὰν μὴ δέξῃ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος τοῦ ἁγίου ἐν τῷ ἐξέρχεσθαι τοῦ σώματος, κατέχουσί σου τὴν ψυχὴν, μὴ ἐῶντές σε ἀνελθεῖν εἰς τοὺς οὐρανούς. Ὁμοίως δὲ καὶ περὶ τοῦ ἀξιώματος τῆς ψυχῆς ἀκούων, πῶς ἐστι τιμία ἡ νοερὰ οὐσία, οὐ συνιεῖς, ὅτι οὐκ εἶπε περὶ ἀγγέλων, ἀλλὰ περὶ τῆς ἀνθρωπίνης φύσεως, τὸ, Ποιήσωμεν κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν· καὶ, ὅτι ὁ οὐρανὸς καὶ ἡ γῆ παρέρχεται· σὺ δὲ εἰς υἱοθεσίαν, εἰς ἀδελφότητα, εἰς νύμφην βασιλέως. Ἐν τοῖς φαινομένοις γὰρ πάντα τὰ τοῦ νυμφίου τῆς νύμφης εἰσὶ, καὶ πάντα τὰ τοῦ Κυρίου ὅσα εἰσὶν ἐμπιστεύει σοι. Ἦλθε γὰρ εἰς πρεσβείαν σὴν δι' ἑαυτοῦ, ἵνα σε ἀνακαλέσηται· καὶ σὺ οὐδὲν νοεῖς, οὐδὲ συνῆκας τὴν εὐγένειάν σου; Δικαίως οὖν ὁ πνευματοφόρος πενθεῖ σου τὴν πτῶσιν, λέγων, Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. Δόξα Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
and the mouths of lions, and the dark powers under heaven, and a fire blazing and boiling in the members, so that the earth is as nothing, not knowing that unless you receive the earnest of the Holy Spirit at the going forth from the body, they hold fast your soul, not suffering you to ascend into the heavens. Likewise also, hearing concerning the dignity of the soul, how precious the intellectual substance is, do you not understand that He did not say concerning angels, but concerning human nature, Let Us make according to Our image and likeness (Gen. 1:26); and that heaven and earth pass away (Matt. 24:35), whereas you are called unto adoption of sons, unto brotherhood, unto the bride of the King? For amongst visible things all that belongs to the Bridegroom is the bride's, and all things of the Lord, whatsoever they are, He entrusts to you. For He came upon an embassy for you by Himself, that He might recall you; and do you perceive nothing, nor have you understood your noble birth? Justly therefore does he who bears the Spirit mourn over your fall, saying, Man, being in honour, did not understand; he was compared to the senseless beasts and was made like unto them (Ps. 48:13). Glory to the Father, and to the Son, and to the Holy Spirit, unto the ages. Amen.
Περὶ τῆς πνευματικῆς τῶν Χριστιανῶν χρίσεως καὶ δόξης. καὶ ὅτι ἄνευ Χριστοῦ σωθῆναι ἢ ζωῆς αἰωνίου μέτοχον γίνεσθαι ἀδύνατόν ἐστι.
Concerning the spiritual anointing and glory of Christians; and that without Christ it is impossible to be saved or to become a partaker of eternal life.
Αʹ. Οἱ τέλειοι Χριστιανοὶ οἱ καταξιωθέντες ἐλθεῖν εἰς μέτρα τελειότητος, καὶ γενέσθαι ἐγγύτατοι βασιλέως, οὗτοι τῷ σταυρῷ τοῦ Χριστοῦ πάντοτε ἀφιερωμένοι εἰσίν. Ὥσπερ γὰρ ἐπὶ τῶν προφητῶν τὸ χρίσμα ἦν ὅλον τιμιώτερον, ἐπειδὴ εἰς βασιλεῖς καὶ προφήτας ἐχρίοντο, οὕτω νῦν οἱ πνευματικοὶ τὸ ἐπουράνιον χρίσμα χριόμενοι, γίνονται Χριστιανοὶ κατὰ χάριν, ὥστε εἶναι αὐτοὺς βασιλεῖς καὶ προφήτας ἐπουρανίων μυστηρίων. Οὗτοί εἰσι καὶ υἱοὶ, καὶ κύριοι, καὶ θεοὶ, δεδεμένοι, ἠχμαλωτισμένοι, βεβυθισμένοι, ἐσταυρωμένοι, ἀφιερωμένοι· εἰ γὰρ τὸ χρίσμα τοῦ ἐλαίου, ὅπερ ἦν φυτοῦ φαινομένου, καὶ ξύλου ὁρατοῦ, τοσαύτην εἶχε δύναμιν, ὥστε τοὺς χριομένους ἀναντιῤῥήτως ἀξίωμα λαμβάνειν (ἦν γὰρ κεκυρωμένον, ὥστε καθίστασθαι αὐτοὺς βασιλεῖς)· ὁ καὶ Δαβὶδ χρισθεὶς εὐθέως διωγμοῖς περιέπεσε καὶ ἐθλίβετο, καὶ μετὰ ἑπτὰ ἔτη ἐγένετο βασιλεύς· πόσῳ μᾶλλον ὅσοι χρίονται κατὰ τὸν νοῦν καὶ τὸν ἔσω ἄνθρωπον, τὸ ἁγιαστικὸν καὶ χαροποιὸν ἔλαιον τῆς ἀγαλλιάσεως, τὸ οὐράνιον καὶ πνευματικὸν, δέχονται τὸ σίγνον τῆς βασιλείας ἐκείνης τῆς ἀφθάρτου καὶ ἀϊδίου δυνάμεως, τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, τὸ Πνεῦμα τὸ ἅγιον καὶ παράκλητον; Ἄκουε δὲ παράκλητον, καὶ τὸ παρακαλεῖν καὶ χαροποιεῖν τοὺς ἐν θλίψεσιν ὄντας.
I. Perfect Christians, who have been counted worthy to come unto the measures of perfection and to become nearest to the King, are always consecrated to the cross of Christ. For just as in the time of the prophets the anointing was altogether most precious, since they were anointed to be kings and prophets, so now spiritual men, being anointed with the heavenly anointing, become Christians by grace, so that they are kings and prophets of heavenly mysteries. These are also sons, and lords, and gods, bound, led captive, plunged deep, crucified, consecrated; for if the anointing of oil, which was of an outward plant and of a visible tree, had such power that those who were anointed received dignity beyond all dispute (for it was ratified that they should be established as kings)—and David, having been anointed, straightway fell into persecutions and was afflicted, and after seven years became king (2 Kings 2:4)—how much more do all who are anointed according to the mind and the inner man with the sanctifying and gladdening oil of gladness (Ps. 44:8), the heavenly and spiritual oil, receive the signet of that kingdom of incorruptible and everlasting power, the earnest of the Spirit, the Holy and Comforter Spirit? And understand by Comforter both the comforting and the gladdening of those who are in afflictions.
Βʹ. Οὗτοι ἐκ τοῦ ξύλου τῆς ζωῆς Ἰησοῦ Χριστοῦ, ἐκ τοῦ φυτοῦ τοῦ ἐπουρανίου χριόμενοι, καταξιοῦνται ἐλθεῖν εἰς μέτρα τῆς τελειότητος, τῆς βασιλείας λέγω καὶ τῆς υἱοθεσίας, ὄντες συμμύσται ἐπουρανίου βασιλέως ἔχοντες παῤῥησίαν πρὸς τὸν παντοκράτορα, εἰσερχόμενοι εἰς τὸ παλάτιον αὐτοῦ, ἔνθα οἱ
II. These, being anointed from the tree of life, Jesus Christ, from the heavenly plant, are counted worthy to come unto the measures of perfection—of the kingdom, I say, and of the adoption of sons—being fellow-initiates of the heavenly King, having boldness towards the Almighty, entering into His palace, where the
PG 34:625Read from the pageἄγγελοι καὶ τὰ πνεύματα τῶν ἁγίων, καὶ ἔτι ὄντες ἐν τῷ κόσμῳ τούτῳ· μήπω γὰρ τὴν τελείαν κληρονομίαν λαβόντες τὴν εὐτρεπισμένην αὐτοῖς ἐν ἐκείνῳ τῷ αἰῶνι, ἀσφαλεῖς εἰσιν ἀπὸ τοῦ ἀῤῥαβῶνος, οὗ ἐδέξαντο νῦν, ὡς ἤδη ἐστεφανωμένοι, καὶ βασιλεύοντες. Καὶ οὐ ξενίζονται μέλλοντες συμβασιλεύειν Χριστῷ, ἐπὶ τῷ πλεονασμῷ, καὶ τῇ παῤῥησίᾳ τοῦ Πνεύματος. Διὰ τί; ἐπειδὴ ὄντες ἔτι ἐν τῇ σαρκὶ εἶχον τὸν νόστον ἐκεῖνον τῆς γλυκύτητος, καὶ τὴν ἐνέργειαν ἐκείνην τῆς δυνάμεως.
angels and the spirits of the saints are, even whilst they are still in this world; for though they have not yet received the perfect inheritance prepared for them in that age, they are secure from the earnest which they have received now, as though already crowned and reigning. And they are not astonished when about to reign together with Christ, at the abundance and the boldness of the Spirit. Why? Because whilst still in the flesh they had that savour of sweetness, and that working of power.
Γʹ. Ὅν γὰρ τρόπον ὅταν ᾖ τις φίλος βασιλέως, σχολάζων τῷ παλατίῳ, γνωρίζων τὰ μυστήρια, καὶ ὁρῶν αὐτοῦ τὴν πορφύραν· συμβῇ δὲ τοῦτον γενέσθαι βασιλέα, καὶ στεφανωθῆναι, οὐ ξενίζεται, οὔτε πτοεῖται, ἐπειδὴ ἐν πολλῷ χρόνῳ ἐνεγυμνάσθη εἰς τὰ μυστήρια τοῦ παλατίου. Οὐ γὰρ ἐνδέχεταί τινα τῶν ἀγελημαίων καὶ ἰδιωτῶν καὶ ξένων τῶν μυστηρίων εἰσελθεῖν, καὶ βασιλεῦσαι, εἰ μὴ τοὺς ἐμπείρους καὶ πεπαιδευμένους· οὕτως καὶ οἱ Χριστιανοὶ ἐν ἐκείνῳ τῷ αἰῶνι μέλλοντες βασιλεύειν, οὐ ξενίζονται, ἤδη προεγνωκότες τὰ μυστήρια τῆς χάριτος. Ἐπειδὴ γὰρ ὁ ἄνθρωπος παρέβη τὴν ἐντολὴν, ὁ διάβολος ὅλην τὴν ψυχὴν ἐκάλυψε καλύμματι σκοτεινῷ. Λοιπὸν οὖν ἔρχεται ἡ χάρις, καὶ ἀπεκδύεται ὅλον τὸ σκέπασμα, ὥστε λοιπὸν τὴν ψυχὴν καθαρὰν γενομένην καὶ ἀπολαβοῦσαν τὴν ἰδίαν φύσιν τὸ κτίσμα τὸ ἄμωμον καὶ καθαρὸν, πάντοτε λοιπὸν καθαρῶς ἐν τοῖς καθαροῖς ὀφθαλμοῖς τὴν δόξαν τοῦ φωτὸς τοῦ ἀληθινοῦ καθορᾷν, καὶ τὸν ἀληθινὸν Ἥλιον τῆς δικαιοσύνης ἐξαστράπτοντα αὐτῇ τῇ καρδίᾳ.
III. For in what manner, when someone is a friend of the king, attending at the palace, knowing the mysteries, and beholding his purple, if it happen that this man becomes king and is crowned, he is neither astonished nor dismayed, since for a long time he has been trained in the mysteries of the palace—for it is not possible for any of the common herd and the unlearned and strangers to the mysteries to enter in and reign, save those who are experienced and instructed—so also Christians, when about to reign in that age, are not astonished, having already foreknown the mysteries of grace. For since man transgressed the commandment, the devil covered the whole soul with a dark veil. Thereafter, then, grace comes and strips off the whole covering, so that henceforth the soul, having become pure and having recovered its own nature, the blameless and pure creature, evermore purely beholds with pure eyes the glory of the true light, and the true Sun of righteousness flashing forth in the heart itself.
Δʹ. Ὥσπερ γὰρ ἐν τῇ συντελείᾳ περιαιρουμένου τοῦ στερεώματος, λοιπὸν οἱ δίκαιοι ἐν τῇ βασιλείᾳ καὶ τῷ φωτὶ καὶ τῇ δόξῃ διάγουσι, μηδὲν ἕτερον ὁρῶντες, ἢ καθὼς ὁ Χριστὸς ἐν δόξῃ ἐστὶ πάντοτε ἐν δεξιᾷ τοῦ Πατρός· οὕτως καὶ οὗτοι ἀπὸ τοῦ νῦν εἰς ἐκεῖνον τὸν αἰῶνα ἀπαχθέντες, καὶ αἰχμαλωτισθέντες, πάντα τὰ ἐκεῖ κάλλη, καὶ τὰς θαυματουργίας ὁρῶσιν. Ἡμεῖς γὰρ ἐπὶ γῆς ὄντες, ἐν οὐρανοῖς ἔχομεν τὸ πολίτευμα, εἰς ἐκεῖνον τὸν κόσμον ἔχοντες τὴν διαγωγὴν καὶ τὴν πολιτείαν, κατὰ τὸν νοῦν καὶ τὸν ἔσω ἄνθρωπον. Ὥσπερ γὰρ ὁ φαινόμενος ὀφθαλμὸς καθαρὸς ὢν, καθαρῶς ὁρᾷ πάντοτε τὸν ἥλιον· οὕτως καὶ ὁ νοῦς τελείως καθαρισθεὶς, πάντοτε ὁρᾷ τὴν δόξαν τοῦ φωτὸς τοῦ Χριστοῦ, καὶ σύνεστι τῷ Κυρίῳ νυκτὸς καὶ ἡμέρας, ὃν τρόπον τὸ σῶμα τοῦ Κυρίου συναφθὲν τῇ θεότητι, πάντοτε σύνεστι τῷ ἁγίῳ Πνεύματι. Ἀλλὰ ταῦτα τὰ μέτρα οὐκ εὐθέως καταλαμβάνουσιν οἱ ἄνθρωποι, εἰ μὴ διὰ καμάτου, καὶ θλίψεως, καὶ ἀγῶνος πολλοῦ. Εἰσὶ γάρ τινες, ὅτι σύνεστιν αὐτοῖς ἡ χάρις ἐνεργοῦσα καὶ ἀναπαύουσα, σύνεστι δὲ καὶ ἡ κακία ἔνδον, καὶ τὰ δύο πολιτεύματα εἰς μίαν ἐνεργεῖ καρδίαν τοῦ φωτὸς, καὶ τοῦ σκότους.
IV. For just as at the consummation, when the firmament is taken away, henceforth the righteous live in the kingdom and the light and the glory, beholding nothing else save how Christ is in glory always at the right hand of the Father; so also these, having been carried away and led captive from now into that age, behold all the beauties there and the marvellous works. For we, whilst being upon earth, have our citizenship in the heavens, having our course of life and our citizenship in that world, according to the mind and the inner man. For just as the outward eye, when it is pure, always beholds the sun purely, so also the mind, when perfectly purified, always beholds the glory of the light of Christ, and is with the Lord night and day, in the manner in which the body of the Lord, united with the Godhead, is always with the Holy Spirit. Yet men do not attain these measures straightway, save through toil, and affliction, and much struggle. For there are some with whom grace is present working and giving rest, and yet malice is also present within, and the two ways of life, of light and of darkness, work in one heart.
Εʹ. Ἀλλὰ πάντως ἐρεῖς μοι, τῖς κοινωνία φωτὶ πρὸς σκότος; Ποῦ γὰρ τὸ θεῖον φῶς ἐπισκοτίζεται καὶ θολοῦται, καὶ τὸ ἀμίαντον καὶ καθαρὸν ποῦ μιαίνεται; Γέγραπται γὰρ, Καὶ τὸ φῶς ἐν τῇ σκο-
V. Yet you will surely say to me, What fellowship has light with darkness (2 Cor. 6:14)? For where is the divine light darkened and made turbid, and where is the undefiled and pure defiled? For it is written, And the light in the dark-
Notes, col. 625
PG 34:628Read from the pageτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Μονοτρόπως οὖν οὐ χρὴ τὰ πράγματα νοεῖσθαι, οὔτε μονομερῶς. Εἰς τοσοῦτον γάρ τινες ἀναπαύονται ἐν τῇ τοῦ Θεοῦ χάριτι, ὅτι ἀνδρειότεροι γίνονται τῆς συνούσης αὐτοῖς κακίας, καὶ ἔχοντες εὐχὴν, καὶ ἀνάπαυσιν πολλὴν πρὸς τὸν Θεὸν, ἄλλῃ ὥρᾳ ἐνεργοῦνται ὑπὸ λογισμῶν πονηρῶν, καὶ κλέπτονται ὑπὸ τῆς ἁμαρτίας, ἔτι ὄντες ἐν τῇ χάριτι τοῦ Θεοῦ. Οἱ δὲ ἐλαφροὶ καὶ ἰδιῶται, μερικῶς ἐνεργούσης ἐν αὐτοῖς τῆς χάριτος, νομίζουσι μηκέτι εἶναι τὴν ἁμαρτίαν· οἱ δὲ ἔχοντες διάκρισιν, καὶ ὄντες φρόνιμοι, οὐ τολμῶσιν ἀρνήσασθαι, ὅτι ἔχοντες τὴν χάριν τοῦ Θεοῦ, οὐκ ἐνεργούμεθα ὑπὸ αἰσχρῶν καὶ ῥυπαρῶν λογισμῶν.
ness shines, and the darkness did not overtake it (John 1:5). One must not, therefore, understand matters in a single manner, nor one-sidedly. For some rest to such a degree in the grace of God that they become stronger than the malice that is present with them, and whilst having prayer and much rest towards God, at another hour they are worked upon by evil thoughts and are beguiled by sin, though still being in the grace of God. Now the light-minded and unlearned, when grace works in them partially, suppose that sin no longer exists; whereas those who have discernment and are prudent do not dare to deny that, even whilst having the grace of God, we are worked upon by shameful and filthy thoughts.
Ϛʹ. Πολλάκις γὰρ εὕρομεν ἐν τοῖς ἀδελφοῖς, ὅτι τόσαύτην εὗρον χαρὰν καὶ χάριν, ὥστε ἐν πέντε καὶ ἓξ ἔτεσι λέγειν αὐτοὺς, ὅτι ἐξηράνθη ἡ ἐπιθυμία, καὶ μετὰ ταῦτα ὡς ἐνόμισαν ἠλευθερῶσθαι ἀπ' αὐτῆς, ἐγκρυβεῖσα ἡ κακία ἐπεκινήθη αὐτοῖς, καὶ κατεκαύθησαν τῇ ἐπιθυμίᾳ, ὥστε ξενίζεσθαι αὐτοὺς καὶ λέγειν, ὅτι μετὰ τοσοῦτον χρόνον πόθεν ἡμῖν ἐπανέστη τοσαύτη κακία; οὐδεὶς οὖν τῶν ἐχεφρόνων τολμᾷ εἰπεῖν ὅτι συνούσης μοι τῆς χάριτος τὸ ὅλον ἠλευθέρωμαι τῆς ἁμαρτίας, ἀλλὰ τὰ δύο πρόσωπα ἐν τῷ νῷ ἐνεργεῖται. Οἱ γὰρ ἄπειροι τῶν πραγμάτων, μικρόν τι ἐνεργησάσης εἰς αὐτοὺς τῆς χάριτος, νομίζουσιν, ὅτι ἤδη ἐνίκησαν, καὶ εἰσὶ Χριστιανοὶ τέλειοι. Ἐγὼ δὲ οὕτως φημὶ τὰ πράγματα εἶναι, ὥσπερ ὅταν ᾖ ἐν οὐρανῷ ἥλιος ἐν καθαρῷ ἀέρι καταλάμπων, καὶ ἔλθωσι περὶ αὐτὸν νεφέλαι, καὶ καλύπτωσιν αὐτὸν, καὶ παχύνωσιν τὸν ἀέρα, οὐδὲν ἠδίκηται αὐτὸς ἐνδότερος ὢν ἐκ τοῦ φωτὸς αὐτοῦ, καὶ τῆς ἰδίας ὑποστάσεως· οὕτως εἰσὶν οἱ μὴ τελείως καθαρισθέντες. Ὄντες δὲ ἐν τῇ τοῦ Θεοῦ χάριτι, καὶ κατεχόμενοι ἐν βάθει ὑπὸ τῆς ἁμαρτίας, ἔχουσι τὰ φυσικὰ κινήματα καὶ τοὺς λογισμοὺς αὐτοὺς ἐῤῥωμένους πρὸς τὸν Θεὸν, καὶ μὴ ὄντες τοῦ ἀγαθοῦ ὁλοτελῶς.
VI. For oftentimes we have found amongst the brethren that they found such joy and grace that for five or six years they said that concupiscence had withered away; and afterwards, when they supposed that they had been freed from it, malice, having lain hidden, stirred itself up against them, and they were burned with concupiscence, so that they were astonished and said, After so long a time, whence has so great malice risen up against us? No one, therefore, of sound mind dares to say, Because grace is with me, I am wholly freed from sin; but the two persons are at work in the mind. For those who are inexperienced in matters, when grace has worked in them a little, suppose that they have already conquered and are perfect Christians. But I say that matters are thus: just as when the sun is in heaven shining brightly in pure air, and clouds come around it and cover it and thicken the air, it is in no way harmed, being further within, as regards its own light and its own substance; so are those who have not been perfectly purified. Though being in the grace of God, yet held fast in the depth by sin, they have their natural movements and their thoughts themselves strong towards God, whilst not belonging wholly to the good.
Ζʹ. Οὕτως πάλιν οἱ κατεχόμενοι ἐν βάθει ὑπὸ τοῦ ἀγαθοῦ μέρους, τῆς χάριτος λέγω, ἔτι εἰσὶ δοῦλοι καὶ ὑποχείριοι τοῖς πονηροῖς λογισμοῖς, καὶ τῷ μέρει τῆς κακίας. Πολλῆς οὖν χρεία διακρίσεως, ἵνα διὰ πείρας τις γνῷ ταῦτα τοῦτον ἔχειν τὸν τρόπον. Λέγω δέ σοι, ὅτι καὶ οἱ ἀπόστολοι ἔχοντες τὸν Παράκλητον, ὁλοτελῶς οὐκ ἦσαν ἀμέριμνοι. Συνῆν γὰρ τῇ χαρᾷ καὶ τῇ ἀγαλλιάσει φόβος καὶ τρόμος ἐξ αὐτῆς τῆς χάριτος, οὐ τοῦ μέρους τῆς κακίας, ἀλλὰ αὐτὴ ἡ χάρις ἠσφαλίζετο αὐτοὺς, ἵνα μὴ κἂν εἰς μικρόν τι ἐκτραπῶσιν. Ὥσπερ γὰρ εἴ τις βιζάκιον λίθου ῥίψας εἰς τεῖχος, οὐδὲν ἔβλαψεν ἢ παρεκίνησε τὸ τεῖχος· ἢ ὥσπερ βέλος ἀποστελλόμενον κατὰ τοῦ φοροῦντος κλίβανον, οὐδὲν ἠδίκησεν ἢ τὸν σίδηρον, ἢ τὸ σῶμα· ἀντικρούει γὰρ καὶ ἀντιπίπτει· οὕτως εἰ καὶ προσήγγιζέ τι μέρος κακίας τοῖς ἀποστόλοις οὐκ ἔβλαπτεν αὐτοὺς, ἐπειδὴ ἦσαν ἐνδεδυμένοι τὴν τελείαν
VII. So again, those who are held fast in the depth by the good part—by grace, I say—are still servants and subject to evil thoughts and to the part of malice. There is need, therefore, of much discernment, that through experience one may know that these things are so. And I say to you that even the apostles, though having the Comforter, were not altogether free from care. For with their joy and gladness there was present fear and trembling proceeding from grace itself, not from the part of malice, but grace itself safeguarded them, lest they should turn aside even in some small thing. For just as if someone, having cast a pebble of stone against a wall, did no harm at all to the wall nor moved it; or just as an arrow shot against one wearing a coat of mail did no harm at all either to the iron or to the body—for it strikes against it and rebounds—so, even if some part of malice approached the apostles, it did not harm them, since they were clothed with the perfect
Notes, col. 628
On the reading
Printed τόσαύτην, for τοσαύτην.
PG 34:629Read from the pageδύναμιν τοῦ Χριστοῦ καὶ οὗτοι δὲ αὐτοὶ τέλειοι ὄντες, εἶχον τὴν ἐλευθερίαν τοῦ ἀπεργάσασθαι τὰς δικαιοσύνας.
power of Christ, and they themselves, being perfect, had the freedom to work works of righteousness.
Ηʹ, Ἐπειδὴ οὖν τινες λέγουσιν, ὅτι μετὰ τὴν χάριν ἀμεριμνία ἐστὶ τῆς ψυχῆς, ὁ Θεὸς καὶ ἐν τοῖς τελείοις ἐπιζητεῖ τὸ θέλημα τῆς ψυχῆς εἰς διακονίαν τοῦ Πνεύματος, ὅπως συμφωνήσωσι. Λέγει γὰρ ὁ Ἀπόστολος, Τὸ πνεῦμα μὴ σβέννυτε. Τινὲς μὲν οὖν ἐν αὐτοῖς οὐκ ἤθελον ἐπιβαρεῖς ἄλλοις γίνεσθαι, τινὲς δὲ ἑαυτοῖς ἐστοίχουν· ἄλλοι δὲ λαμβάνοντες παρὰ κοσμικῶν διεδίδοσαν τοῖς πτωχοῖς· τοῦτο δὲ ἀξιώτερόν ἐστιν. Οἱ μὲν γὰρ ἔχοντες τὴν χάριν, τὸ ἑαυτῶν μόνον μεριμνῶσιν· ἄλλοι δὲ, καὶ ἑτέρας ψυχὰς ὠφελῆσαι σπουδάζουσιν· οὗτοι πολλῷ ἐκείνων ὑπερέχουσιν. Ἄλλοι δὲ τὴν χάριν ἔχοντες ὑπὲρ τοῦ ὀνόματος τοῦ Θεοῦ τὰ σώματα αὐτῶν παραδιδόασιν εἰς ὕβρεις καὶ πάθη, πάλιν οὗτοι ἐκείνων ἀνώτεροί εἰσι. Τινὲς ἀρετὴν μετιόντες θέλουσι κομπάζειν καὶ τιμᾶσθαι ὑπὸ τῶν ἀνθρώπων, λέγοντες Χριστιανοὶ εἶναι, καὶ μετέχειν Πνεύματος ἁγίου· ἄλλοι δὲ κρύπτειν ἑαυτοὺς καὶ ἀπὸ συντυχίας ἀνθρώπων σπουδάζουσιν· οὗτοι πολλῷ ἐκείνων ὑπερέχουσιν. Ὁρᾷς, πῶς καὶ ἐν αὐτῇ τῇ τελειότητι εὑρίσκεται εὔνοια πρὸς τὸν Θεὸν ἀπὸ φυσικοῦ θελήματος ἐπιτελουμένη, ἀνωτέρα καὶ πλεονάζουσα;
VIII. Since, therefore, some say that after grace the soul has freedom from care, God even in the perfect seeks the will of the soul for the service of the Spirit, that they may agree together. For the Apostle says, Quench not the Spirit (1 Thess. 5:19). Some among them, therefore, were unwilling to be burdensome to others, whilst some walked by their own rule; and others, receiving from worldly men, distributed to the poor; and this is more worthy. For some who have grace care only for their own things; whereas others are zealous to benefit other souls also: these far surpass those. And others who have grace deliver over their own bodies to insults and sufferings for the name of God: these again are higher than those. Some who pursue virtue wish to boast and to be honoured by men, saying that they are Christians and partake of the Holy Spirit; whereas others are zealous to hide themselves even from the company of men: these far surpass those. Do you see how even in perfection itself goodwill towards God, wrought from the natural will, is found higher and more abundant?
Θʹ. Ὥσπερ εἴ τις πενιχρὰ ἐνδύματα περιβεβλημένος ἐν ὁράματι ἑαυτὸν ἴδῃ πλούσιον, ἀναστὰς δὲ ἐξ ὕπνου πάλιν ἴδῃ ἑαυτὸν πένητα καὶ γυμνόν· οὕτως καὶ οἱ λόγον πνευματικὸν λαλοῦντες τῇ ἀκολουθίᾳ δοκοῦσι λαλεῖν· μὴ ἔχοντες δὲ τὸ ἔργον τῶν λόγων ἐν γεύσει τινὶ καὶ δυνάμει, καὶ πληροφορίᾳ. ἐν τῷ νῷ κεκυρωμένον ἐν φαντασίᾳ τινὶ στήκουσιν. Ἢ ὥσπερ γυνὴ ἔχουσα ὁλοσήρικα, καὶ μαργαρίτας περιβεβλημένη, εἰς πορνεῖον προέστηκεν, οὕτως καὶ ἐπὶ τῶν τοιούτων ἡ καρδία αὐτῶν πορνεῖόν ἐστιν ἀκαθάρτων πνευμάτων, καὶ λαλεῖν θέλουσι περὶ δικαιοσύνης, μὴ παρακύψαντες εἰς τὰ πράγματα.
IX. Just as if someone clad in mean garments should see himself rich in a vision, and rising from sleep should again see himself poor and naked, so also those who speak spiritual discourse seem to speak with due sequence, yet not having the reality of their words ratified in the mind in a certain taste and power and full assurance, they stand in a certain fantasy. Or just as a woman having silken robes and arrayed in pearls stands prostituted in a brothel, so also with such men their heart is a brothel of unclean spirits, and they wish to speak concerning righteousness without having stooped to look into the realities.
Ιʹ. Ὥσπερ γὰρ οὐκ ἔστι δυνατὸν ἰχθὺν ἄνευ ὕδατος ζῆσαι, ἢ ἄνευ ποδῶν περιπατῆσαί τινα, ἢ ἄνευ ὀφθαλμῶν ἰδεῖν φῶς, ἢ ἄνευ γλώσσης λαλεῖν, ἢ ἄνευ ὤτων ἀκούειν· οὕτως ἄνευ τοῦ Κυρίου Ἰησοῦ, καὶ τῆς ἐνεργείας τῆς θείας δυνάμεως, οὐκ ἔστι γινώσκειν μυστήρια καὶ σοφίαν Θεοῦ, ἢ εἶναί τινα πλούσιον καὶ Χριστιανόν. Οὗτοι γάρ εἰσιν ἀληθῶς σοφοὶ, καὶ πολεμισταὶ, καὶ ἀνδρεῖοι, καὶ φιλόσοφοι Θεοῦ, οἱ ὁδηγούμενοι καὶ ποιμαινόμενοι κατὰ τὸν ἔσω ἄνθρωπον ὑπὸ τῆς θεϊκῆς δυνάμεως. Οἱ γὰρ φιλόσοφοι τῶν Ἑλλήνων, λόγους μανθάνουσι· καὶ ἄλλοι εἰσὶν ἰδιῶται τῷ λόγῳ, εὐφραινόμενοι καὶ ἀγαλλιῶντες ἐπὶ τῇ τοῦ Θεοῦ χάριτι, ἄνδρες θεοσεβεῖς. Διακρίνωμεν νῦν ποῖοί εἰσι βελτίονες. Ἐν ἔργῳ, φησὶ, καὶ δυνάμει ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, οὐκ ἐν λόγῳ.
X. For just as it is not possible for a fish to live without water, or for anyone to walk without feet, or to see light without eyes, or to speak without a tongue, or to hear without ears, so without the Lord Jesus and the working of divine power it is not possible to know the mysteries and wisdom of God, or for anyone to be rich and a Christian. For these are truly wise, and warriors, and brave, and philosophers of God, who are guided and shepherded according to the inner man by the divine power. For the philosophers of the Greeks learn words; and others are unlearned in speech (2 Cor. 11:6), rejoicing and exulting in the grace of God, godly men. Let us discern now which are better. In deed, says he, and in power is the kingdom of God, not in word (1 Cor. 4:20).
ΙΑʹ. Τὸ οὖν εἰπεῖν τινα, ὅτι ὁ ἄρτος οὗτος ἀπὸ σίτου γεγένηται, εὔκολόν ἐστι· πῶς δὲ λεπτῶς κατασκευάζεται, καὶ πέττεται ἄρτος, χρὴ εἰπεῖν. Τὸ
XI. For someone to say, therefore, that this bread has been made from wheat is easy; but how bread is finely prepared and baked, one must tell. To
PG 34:632Read from the pageοὖν λαλῆσαι περὶ ἀπαθείας καὶ τελειότητος, ὀλίγων ἐστί. Τὸ γὰρ Εὐαγγέλιον ἐν συντόμῳ ἀπεφήνατο, Μὴ ὀργισθῇς, μὴ ἐπιθυμήσῃς· ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιάν σου σιαγόνα, παράθες καὶ τὴν ἄλλην· ἐάν τις κρίνῃ ἆραί σου τὸ ἱμάτιον, δὸς αὐτῷ καὶ τὸν χιτῶνα. Ὁ δὲ Ἀπόστολος ἐπακολουθῶν, πῶς χρὴ κατὰ μικρὸν τὸ ἔργον τῆς καθάρσεως μετὰ ὑπομονῆς καὶ μακροθυμίας γίνεσθαι, διὰ πολλῶν διδάσκει, πρῶτον γαλακτοτροφῶν ὡς νηπίους, εἶτα φέρων εἰς αὔξησιν καὶ τελειότητα. Εἶπε γὰρ τὸ Εὐαγγέλιον γενέσθαι ἀπὸ ἐρέας στιχάριον· ὁ δὲ Ἀπόστολος ἐμήνυσε τὴν λεπτότητα, πῶς κατασκευάζεται.
speak, therefore, concerning dispassion and perfection belongs to few. For the Gospel declared concisely: Be not angry, lust not; if anyone strike you on your right cheek, offer the other also; if anyone sue you to take away your cloak, give him your tunic also (Matt. 5:22, 28, 39-40; Luke 6:29). And the Apostle, following after, teaches at length how the work of purification must take place little by little with patience and longsuffering, first feeding them with milk as babes, then bringing them unto growth and perfection. For the Gospel said that a tunic is made from wool; whereas the Apostle showed the fine detail of how it is fashioned.
ΙΒʹ. Οἱ οὖν λόγους πνευματικοὺς λαλοῦντες ἄνευ τῆς γεύσεως, τοιούτῳ τινὶ ἐοίκασιν, ὥσπερ ἵνα τις ἐπιβαλόντος καύσωνος διοδεύηται πεδίῳ ἐρήμῳ, καὶ ὢν ἔκδιψος διαγράφῃ πηγὴν ῥέουσαν ὕδωρ, σκιογραφῶν ἑαυτὸν πίνοντα, ὁπότε τὰ χείλη αὐτοῦ κατεξήρανται, καὶ ἡ γλῶσσα, ἐκ τῆς καταλαβούσης δίψης· ἢ ἵνα τις λαλήσῃ περὶ μέλιτος, ὅτι γλυκύ ἐστι, μὴ γευσάμενος δὲ, οὐκ οἶδε τὴν δύναμιν τῆς γλυκύτητος· οὕτως καὶ οἱ λόγον λαλοῦντες περὶ τελειότητος, καὶ ἀγαλλιασμοῦ, ἤτοι ἀπαθείας, μὴ ἔχοντες ἐνέργειαν καὶ πληροφορίαν, τὰ πράγματα οὐχ ὡς λαλοῦσιν, οὕτως εἰσὶν ἅπαντα. Ὅταν γὰρ ὁ τοιοῦτος καταξιωθῇ ποτε μερικῶς ἐν ἔργῳ εὑρεθῆναι, διακρίνει καθ' ἑαυτὸν, ὅτι οὐ καθὼς ὑπελάμβανον οὕτως εὗρον· ἄλλως γὰρ ἐλάλουν, καὶ ἄλλως τὸ πνεῦμα ἐργάζεται.
XII. Those, therefore, who speak spiritual words without tasting are like some such man as when, with burning heat coming on, one journeys through a desert plain and, being parched with thirst, depicts a spring flowing with water, sketching himself drinking, whilst his lips and his tongue are dried up from the thirst that has overtaken him; or as if someone should speak concerning honey, that it is sweet, yet without having tasted it does not know the power of its sweetness: so also with those who speak discourse concerning perfection and exultation, or dispassion, without having the working and full assurance, matters are not at all as they speak. For when such a man is ever counted worthy to be found partially in the reality, he discerns within himself: Not as I supposed have I thus found it; for in one way I spoke, and in another way the Spirit works.
ΙΓʹ. Ὁ γὰρ Χριστιανισμὸς βρῶσίς ἐστι καὶ πόσις· καὶ ὅσον τις ἐσθίει ἀπ' αὐτοῦ, ἐκ τῆς ἡδύτητος ἐπιπλεῖον ἐρεθίζεται ὁ νοῦς ἀκατάσχετος καὶ ἀκόρεστος ὑπάρχων, καὶ ἀπλήστως ἐπιζητῶν καὶ ἐσθίων· Ἢ ὥσπερ ἐὰν ᾖ τις διψῶν, καὶ ἐπιδοθῇ αὐτῷ πόμα γλυκὺ, εἶτα ἀρξάμενος τῆς γεύσεως σφοδροτέρως ἐγγίζει τῷ ποτῷ, μειζόνως ἐκκαιόμενος, καὶ σχεδὸν ἄπαυστός ἐστιν ἡ γεῦσις τοῦ Πνεύματος, ὡς τοιούτῳ τινὶ δικαίως ἀπεικάζεσθαι· καὶ ταῦτα οὐ λόγοι ψιλοί. Ἐργασία γάρ ἐστι τοῦ ἁγίου Πνεύματος ἐν μυστηρίῳ διακονοῦσα τῷ νῷ. Νομίζουσι δέ τινες ὅτι ἀπεχόμενοι γυναικὸς, καὶ πάντων τῶν φαινομένων, ἤδη ἅγιοί εἰσιν· ἀλλ' οὐχ οὕτως ἐστίν. Ἔστι γὰρ ἡ κακία ἐν τῷ νῷ, καὶ ἐν τῇ καρδίᾳ ζῇ καὶ ἐπαίρεται· οὗτος δέ ἐστιν ἅγιος, ὁ καθαρθεὶς καὶ ἁγιασθεὶς κατὰ τὸν ἔσω ἄνθρωπον. Ὅπου γὰρ ἡ ἀλήθεια ἀνακύπτει, ἐκεῖ μάχεται ἡ πλάνη, σπουδάζουσα καλύψαι καὶ θολῶσαι.
XIII. For Christianity is food and drink; and the more anyone eats of it, the more the mind is stirred up by its sweetness, being irrepressible and insatiable, and greedily seeking and eating. Or just as if someone is thirsty, and a sweet draught is given to him, then having begun to taste it he draws near to the drink more eagerly, being kindled the more, so the taste of the Spirit is almost unceasing, so that it is justly likened to some such thing; and these are not mere words. For it is the working of the Holy Spirit ministering to the mind in mystery. Now some suppose that by abstaining from a woman, and from all visible things, they are already saints; yet it is not so. For malice is in the mind, and lives and exalts itself in the heart; whereas this man is holy, who is purified and sanctified according to the inner man. For where truth lifts up its head, there error fights, striving to cover and make it turbid.
ΙΔʹ. Ὅτε οἱ Ἰουδαῖοι ἐκράτουν τὴν ἱερωσύνην, καὶ ἐξ αὐτοῦ τοῦ ἔθνους ἐδιώκοντο καὶ ἐθλίβοντο, ἐπειδὴ εἱστήκεισαν ἐν τῇ ἀληθείᾳ, Ἐλεάζαρος καὶ οἱ Μακαβαῖοι. Νῦν δὲ ἐπειδὴ ἀπὸ τοῦ σταυροῦ καὶ τοῦ καταπετάσματος ἀνεχώρησεν ἐξ αὐτῶν τὸ Πνεῦμα, λοιπὸν ὧδε ἀπεκαλύφθη καὶ ἐνεργεῖ ἡ ἀλήθεια. Πάλιν οὖν ἐξ αὐτοῦ τοῦ ἔθνους διώκονται. Ἐξ αὐτού δὲ τοῦ ἔθνους ἐδιώκοντο καὶ ἐθλίβοντο, ἵνα γένωνται
XIV. When the Jews held the priesthood, both Eleazar and the Maccabees were persecuted and afflicted by that very nation, because they stood fast in the truth. But now, since from the time of the cross and the veil the Spirit departed from them, henceforth truth has been revealed here and is at work. Again, therefore, men are persecuted by this very nation. And they were persecuted and afflicted by that very nation, that there might become
Notes, col. 632
On the reading
Printed αὐτού, for αὐτοῦ.