Migne Reading Room

PG 34 · cols. 597–608 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:597Read from the page
μασεν αὐτοῖς τὴν βασιλείαν, καὶ καλεῖ αὐτοὺς εἰσελθεῖν, αὐτοὶ δὲ οὐ θέλουσι. Πρὸς τὸ δόμα οὖν ὃ μέλλουσι κληρονομεῖν, τοῦτο ἄν τις ὀρθῶς εἴποι, Εἰ ἕκαστος ἀφ' οὗ ἐκτίσθη ὁ Ἀδὰμ, ἕως τῆς συντελείας τοῦ κόσμου, ἐπολέμει πρὸς τὸν Σατανᾶν, καὶ ὑπέμεινε τὰς θλίψεις, οὐδὲν μέγα ἐποίει πρὸς τὴν δόξαν ἣν μέλλει κληρονομεῖν. Συμβασιλεύσει γὰρ εἰς τοὺς ἀπεράντους αἰῶνας μετὰ Χριστοῦ. Δόξα τῷ οὕτως ἀγάπησαντι τὴν τοιαύτην ψυχὴν, ὅτι αὐτὸν αὐτὸς καὶ τὴν χάριν αὐτοῦ ἔδωκε, καὶ ἐνεπίστευσε τῇ ψυχῇ. Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ.
pared the kingdom for them, and calleth them to enter in, whereas they themselves are not willing. In regard, therefore, to the gift which they are about to inherit, one might rightly say this: If each man from the time when Adam was created, until the consummation of the world, fought against Satan, and endured afflictions, he did nothing great in comparison with the glory which he is about to inherit. For he shall reign together with Christ unto the boundless ages. Glory be to Him Who so loved such a soul, that He Himself gave both Himself and His grace, and entrusted them unto the soul. Glory be to His majesty.
ΛΒʹ. Κατὰ τὰ φαινόμενα πράγματα, ἰδοὺ πάντες οἱ καθεζόμενοι ἀδελφοὶ μίαν εἰκόνα ἔχομεν, καὶ ἓν πρόσωπον τοῦ Ἀδάμ· ἆρα καὶ εἰς τὸ κρυπτὸν, καὶ εἰς τὰ ἐνδότατα πράγματα, μία ἐστὶν ἡ προαίρεσις πάντων; καὶ μία καρδία; πάντες ἄρα ἕν ἐσμεν, ἀγαθοὶ καὶ θεοσεβεῖς. Ἢ ἄρα εἰσί τινες ἐξ ἡμῶν, ὅτι οἱ μὲν κοινωνοῦσι Χριστῷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, οἱ δὲ τῷ Σατανᾷ καὶ τοῖς δαίμοσι· καὶ ὅλοι ὡς εἷς φαινόμενοι ὁμοῦ καθεζόμεθα· ἓν πρόσωπον τοῦ Ἀδὰμ πάντες ἔχομεν. Ὁρᾷς πῶς ἄλλο τί ἐστιν ἡ νοερὰ οὐσία, ὁ ἔσω ἄνθρωπος, παρὰ τὸν ἔξω; ὅτι εἷς φαινόμεθα οἱ πάντες· καὶ οἱ μὲν μετὰ τοῦ Χριστοῦ καὶ τῶν ἀγγέλων εἰσίν· οἱ δὲ μετὰ τοῦ Σατανᾶ καὶ τῶν ἀκαθάρτων πνευμάτων. Εἰ οὖν ἡ καρδία βάθος τι ἔχει ἀπέραντον, ἐκεῖ εἰσι τρίκλινοι, καὶ κοιτῶνες, θύραι, καὶ πρόθυρα, καὶ διακονίαι πολλαὶ, καὶ διέξοδοι. Ἐκεῖ ἐστι τὸ ἐργαστήριον τῆς δικαιοσύνης, καὶ ἀδικίας· ἐκεῖ ὁ θάνατος· ἐκεῖ ἐστιν ἡ ζωή· ἐκεῖ ἐστιν ἡ ἀγαθὴ ἐμπορία, καὶ ἡ ἐναντία.
Chapter XXXII. According to visible things, behold, all we brethren who sit here have one image, and one face of Adam; is there then also in secret, and in the innermost things, one purpose of all, and one heart? Then we are all one, good and godly. Or are there some among us such that some hold communion with Christ and His angels, whereas others hold communion with Satan and the demons, and yet all appearing as one we sit together? We all have one face of Adam. Seest thou how the intellectual substance, the inner man, is something other than the outer? For we all appear as one; and yet some are with Christ and the angels, whereas others are with Satan and the unclean spirits. If therefore the heart hath a certain boundless depth, there are dining-chambers, and bedchambers, doors, and porches, and many offices, and passages. There is the workshop of righteousness, and of unrighteousness; there is death; there is life; there is the good traffic, and the contrary.
ΛΓʹ. Ὥσπερ ἐὰν ᾖ παλάτιον μέγιστον, καὶ τοῦτο ἐρημωθῇ, καὶ πληρωθῇ πάσης δυσωδίας, καὶ νεκρῶν πολλῶν· οὕτω καὶ τὸ παλάτιον τοῦ Χριστοῦ ἡ καρδία ἐστὶ, καὶ γέμει πάσης ἀκαθαρσίας, καὶ ὄχλων πολλῶν πονηρῶν πνευμάτων Χρὴ οὖν τοῦτο ἀνακτισθῆναι, καὶ ἀνοικοδομηθῆναι, καὶ εὐτρεπισθῆναι τὰ ταμεῖα, καὶ τὰ κουβούκλεια. Ἐκεῖ γὰρ ὁ βασιλεὺς Χριστὸς μετὰ τῶν ἀγγέλων, καὶ τῶν ἁγίων πνευμάτων ἔρχεται ἐπαναπαῆναι, καὶ οἰκῆσαι, καὶ ἐμπεριπατῆσαι, καὶ θεῖναι τὴν ἑαυτοῦ βασιλείαν. Λέγω δὲ, ὥσπερ ἐὰν ᾖ πλοῖον ἔχον πολλὴν κατασκευὴν, ἐκεῖ ὁ κυβερνήτης διοικεῖ τοὺς πάντας, καὶ οἰκονομεῖ, τοῖς μὲν ἐπιπλήττων, ἄλλους δὲ ὁδηγῶν· οὕτως ἐστὶ καὶ ἡ καρδία ἔχουσα τὸν νοῦν κυβερνήτην, τὴν συνείδησιν ἐλέγχουσαν, λογισμοὺς κατηγοροῦντας καὶ ἀπολογουμένους· λέγει γάρ· Μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων.
Chapter XXXIII. Just as if there be a very great palace, and this be laid waste, and filled with all stench, and many dead bodies: so also the heart is the palace of Christ, and is full of all uncleanness, and of many crowds of evil spirits. This, therefore, must be fashioned anew, and rebuilt, and the store-chambers and bedchambers must be made ready. For thither the King Christ with the angels and the holy spirits cometh to take His rest, and to dwell, and to walk about, and to establish His kingdom. And I say, just as if there be a ship having much tackle, there the helmsman directeth all, and ordereth them, rebuking some, and guiding others: so also is the heart, having the mind as helmsman, the conscience convicting, thoughts accusing and excusing; for it saith: Their thoughts between one another accusing, or else excusing them (Rom. 2:15).
ΛΔʹ. Ὁρᾷς ὅτι ἡ συνείδησις οὐ συγκρίνει τοὺς τοιούτους λογισμοὺς τοὺς ὑπακούοντας τῇ ἁμαρτίᾳ, ἀλλ' εὐθὺς ἐλέγχει. Οὐ ψεύδεται γὰρ, ἐπεὶ τί εἴποι ἐνώπιον τοῦ Θεοῦ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, μαρτύρεται, ὡς πάντοτε ἐλέγχουσα. Ὥσπερ ἐὰν ᾖ ἅρμα καὶ ἡνίαι, τὰ ζῶα, καὶ πᾶσα ἡ κατασκευὴ ὑπὸ ἕνα ἡνίοχόν ἐστι, λοιπὸν, ὅτε θέλει ἐκεῖνος, ὀξυτάτῃ ὁρμῇ φέρεται ὑπὸ τοῦ ἅρματος· ὅτε δὲ θέλει, ἐπέχει αὐ-
Chapter XXXIV. Thou seest that the conscience doth not approve such thoughts as obey sin, but straightway convicteth them. For it lieth not, since what it would say before God in the day of judgement, it testifieth, as always convicting. Just as if there be a chariot and reins, the animals and all the gear are under one charioteer, and then, when he willeth, he is borne along by the chariot with most swift impulse; and when he willeth, he holdeth it
Notes, col. 597

On the reading

Printed ἀγάπησαντι, for ἀγαπήσαντι.

PG 34:600Read from the page
τό· πάλιν ὅπου θέλει μετατρέψαι αὐτὸ, ἐκεῖ αὐτὸ συνέρχεται· ὅλον οὖν τὸ ἅρμα ἐν τῇ ἐξουσίᾳ τοῦ ἡνιοχοῦντος κεῖται· οὕτως καὶ ἡ καρδία ἔχει πολλοὺς λογισμοὺς φυσικοὺς, συνδεδεμένους αὐτῇ, καὶ ὁ νοῦς ἐστι καὶ ἡ συνείδησις ἐπιτιμῶσα καὶ κατευθύνουσα τὴν καρδίαν, καὶ διϋπνίζουσα τοὺς φυσικοὺς βρύοντας ἐν τῇ καρδίᾳ. Μέλη γὰρ πολλὰ ἔχει ψυχὴ, κἂν μία ἐστίν.
back; again, whithersoever he willeth to turn it about, thither it goeth along; the whole chariot, therefore, lieth in the power of him that driveth it: so also the heart hath many natural thoughts bound together with it, and the mind and the conscience are there, rebuking and directing the heart, and awakening the natural thoughts that spring up in the heart. For the soul hath many members, even though it is one.
ΑΕʹ. Ἀφ' οὗ γὰρ παρέβη ὁ Ἀδὰμ τὴν ἐντολὴν, ἐπεισελθὼν ὁ ὄφις δεσπότης γέγονε τοῦ οἴκου, καὶ ὡς ψυχὴ ἑτέρα μετὰ τῆς ψυχῆς ἐστι. Λέγει γὰρ ὁ Κύριος· Πᾶς ὅστις οὐκ ἀρνεῖται ἑαυτὸν, καὶ οὐ μισεῖ τὴν ἑαυτοῦ ψυχὴν, οὐκ ἔστι μου μαθητής· καί· Ὁ ἀγαπῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν. Ἐπεὶ ἡ ἡμαρτία ἐπεισελθοῦσα τῇ ψυχῇ, μέλος αὐτῆς γέγονε, καὶ αὐτῷ τῷ σωματικῷ ἀνθρώπῳ κεκόλληται, καὶ βρύουσι πολλοὶ καὶ ἀκάθαρτοι λογισμοὶ ἐν τῇ καρδίᾳ. Ὁ οὖν ποιῶν τὰ θελήματα τῆς ψυχῆς αὐτοῦ, τὰ θελήματα τῆς καρδίας ποιεῖ· ἐπειδὴ συμπέπλεκται καὶ συγκέκραται ἡ ψυχή. Ὁ οὖν ὑποτάσσων τὴν ψυχὴν ἑαυτοῦ, καὶ ὀργιζόμενος ἑαυτῷ καὶ ταῖς συνούσαις αὐτῷ ἐπιθυμίαις, οὕτως ἐστὶν, ὡς ὁ ὑποτάσσων πόλιν ἐχθρῶν αὐτοῦ, καὶ οὗτος καταξιοῦται ἐλθεῖν εἰς μέτρα ἀγαθὰ Πνεύματος, καὶ ἀπολαμβάνει διὰ τῆς θείας δυνάμεως τὸν καθαρὸν ἄνθρωπον, καὶ γίνεται ἑαυτοῦ μείζων. Ἀποθεοῦται γὰρ λοιπὸν ὁ τοιοῦτος, καὶ γίγνεται υἱὸς Θεοῦ, λαμβάνων τὸ οὐράνιον σίγνον ἐν τῇ ψυχῇ αὐτοῦ. Οἱ γὰρ ἐκλεκτοὶ αὐτοῦ χρίονται τὸ ἁγιαστικὸν ἔλαιον, καὶ γίγνονται ἀξιωματικοὶ καὶ βασιλεῖς.
Chapter XXXV. For since Adam transgressed the commandment, the serpent having entered in hath become master of the house, and is as another soul with the soul. For the Lord saith: Whosoever denieth not himself, and hateth not his own soul, is not My disciple (Luke 14:26, 33); and: He that loveth his soul shall lose it (John 12:25). Since sin having entered into the soul hath become a member thereof, and hath been joined unto the bodily man himself, many and unclean thoughts spring up in the heart. He, therefore, that doeth the wills of his soul, doeth the wills of the heart; seeing that the soul hath been intertwined and blended therewith. He, therefore, that subjecteth his own soul, and is wroth with himself and with the desires dwelling with him, is even as one that subjecteth a city of his enemies, and this man is counted worthy to come unto good measures of the Spirit, and receiveth back through the divine power the pure man, and becometh greater than himself. For henceforth such a one is deified, and becometh a son of God, receiving the heavenly seal in his soul. For His elect are anointed with the sanctifying oil, and become men of dignity and kings.
ΛϚʹ. Ἔχει γὰρ την φυσιν ὁ ἄνθρωπος τοιαύτην, καὶ ὁ ὢν ἐν βάθει τῆς κακίας, καὶ δουλεύων τῇ ἁμαρτίᾳ, τοῦ τραπῆναι ἐπὶ τὸ ἀγαθόν· καὶ ὁ δεδεμένος Πνεύματι ἁγίῳ, καὶ μεμεθυσμένος εἰς τὰ ἐπουράνια, ἔχει ἐξουσίαν τοῦ τραπῆναι ἐπὶ τὸ κακόν. Ὥσπερ ἵνα ᾖ γυνὴ ἱμάτια ῥακώδη περιβεβλημένη, λιμώσσουσα, ἐῤῥυπωμένη, καὶ αὐτὴ μετὰ πολλοῦ καμάτου ἔλθῃ εἰς ἀξίωμα βασιλικὸν, καὶ ἐνδύσηται πορφύραν καὶ στέφανον, καὶ γένηται νύμφη βασιλέως, αὐτὴ μέμνηται τῆς προτέρας ῥυπαρίας, καὶ ἔχει θέλημα ἐπανελθεῖν εἰς τὸ ἀρχαῖον, ἀλλ' οὐχ αἱρεῖται εἰς τὴν προτέραν αἰσχύνην ἐλθεῖν· μωρὸν γάρ ἐστι· καὶ αὐτοὶ δὲ οἱ γευσάμενοι τῆς χάριτος τοῦ Θεοῦ, καὶ μέτοχοι ὄντες τοῦ Πνεύματος, ἐὰν μὴ ἀσφαλίσωνται, κατασβέννυνται, καὶ γίνονται χείρους οὗ ἦσαν, κοσμικοὶ ὄντες· οὐχ ὅτι ὁ Θεὸς τρεπτός ἐστι καὶ ἀσθενὴς, ἢ τὸ Πνεῦμα σβέννυται, ἀλλ' αὐτοὶ οἱ ἄνθρωποι οὐ συμφωνοῦσι τῇ χάριτι· διὰ τοῦτο ἐκτρέπονται καὶ πίπτουσιν εἰς μυρία κακά. Οἱ γὰρ γευσάμενοι ἐκείνης τῆς δωρεᾶς, ἔχουσι τὰ ἀμφότερα συνόντα αὐτοῖς, χαρὰν καὶ παράκλησιν, φόβον καὶ τρόμον, ἀγαλλίασιν καὶ πένθος. Πενθοῦσι γὰρ ἑαυτοὺς καὶ ὅλον τὸν Ἀδὰμ, ἐπειδὴ μία ἐστὶν ἡ φύσις τῶν ἀνθρώπων· καὶ τὰ δάκρυα τῶν τοιούτων ἄρτος ἐστὶ, καὶ τὸ πένθος γλυκύτης καὶ ἀνάπαυσις.
Chapter XXXVI. For man hath such a nature that both he who is in the depth of malice, and serveth sin, hath power to turn unto good; and he who is bound by the Holy Spirit, and is intoxicated with heavenly things, hath power to turn unto evil. Just as suppose there be a woman clad in ragged garments, famished, befouled, and after much toil she herself come unto royal dignity, and put on purple and a crown, and become the bride of a king: she herself remembereth her former filthiness, and hath a will capable of returning unto her ancient state, yet she chooseth not to come into her former shame, for it is foolish: even so they also who have tasted the grace of God, and are partakers of the Spirit (Heb. 6:4), unless they secure themselves, are quenched, and become worse than what they were when they were worldly; not that God is mutable and weak, or that the Spirit is quenched, but that the men themselves agree not with grace; wherefore they turn aside and fall into ten thousand evils. For they that have tasted of that gift have both things dwelling together with them: joy and consolation, fear and trembling, exultation and mourning. For they mourn for themselves and for the whole Adam, seeing that the nature of men is one; and the tears of such men are bread, and mourning is sweetness and rest.
Notes, col. 600

On the reading

Printed ΑΕʹ., for ΛΕʹ..

Printed ἡμαρτία, for ἁμαρτία.

Printed την, for τὴν.

Printed φυσιν, for φύσιν.

PG 34:601Read from the page
ΛΖʹ. Ἐὰν δὲ ἴδῃς τινὰ ἐπηρμένον καὶ τετυφωμένον ὡς μέτοχον ὄντα τῆς χάριτος, οὗτος ἐὰν καὶ σημεῖα ποιήσῃ, καὶ νεκροὺς ἐγείρῃ, μὴ ἔχῃ δὲ τὴν ψυχὴν αὐτοῦ ἄτιμον καὶ ἐξουδενουμένην, καὶ ᾖ πτωχὸς τῷ πνεύματι καὶ βδελυκτὸς, κλέπτεται ὑπὸ τῆς κακίας καὶ οὐκ οἶδε· καὶ εἰ ποιεῖ σημεῖα, οὐκ ἔστιν αὐτῷ πιστεῦσαι· τὸ γὰρ σημεῖον τοῦ Χριστιανισμοῦ τοῦτό ἐστι, τὸ ὄντα τινὰ δόκιμον τοῦ Θεοῦ, σπουδάζειν λανθάνειν ἀνθρώπους. Καὶ εἰ ἔχει ὅλους τοὺς θησαυροὺς τοῦ βασιλέως, κρύπτειν αὐτοὺς, καὶ πάντοτε λέγειν ὅτι Οὐκ ἔστιν ἐμὸς, ἄλλος μοι παρέθετο τὸν θησαυρὸν τοῦτον· ἐγὼ γὰρ πτωχός εἰμι. Καὶ ὅτε θέλει, λαμβάνει αὐτὸν ἀπ' ἐμοῦ. Εἰ δέ τις λέγει, Πλούσιός εἰμι, ἀρκεῖ, ἐκτησάμην, οὐκέτι χρήζω, ὁ τοιοῦτος οὐκ ἔστι Χριστιανὸς, ἀλλὰ σκεῦός ἐστι τῆς πλάνης καὶ τοῦ διαβόλου. Ἡ γὰρ ἀπόλαυσις τοῦ Θεοῦ ἀκόρεστός ἐστι, καὶ ὅσον αὐτοῦ γεύεταί τις καὶ ἐσθίει, τοσοῦτον ἔκπεινος γίγνεται. Καὶ τὴν παῦσιν καὶ τὸν ἔρωτα πρὸς τὸν Θεὸν ἔχουσιν ἀκατάσχετον οἱ τοιοῦτοι· καὶ ὅσῳ σπουδάζουσι προκόπτειν, καὶ ἐπιπορίζειν, τοσοῦτον ἑαυτοὺς ἡγοῦνται πτωχοὺς, ὡς ἐνδεεῖς καὶ μηδὲν κεκτημένους· τοῦτο γὰρ λέγουσιν, ὅτι Οὐκ εἰμι ἄξιος, ἵνα οὗτος ὁ ἥλιος ἐπιλάμψῃ μοι. Τοῦτό ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ, αὐτὴ ἡ ταπείνωσις.
Chapter XXXVII. But if thou see anyone lifted up and puffed up as being a partaker of grace, even if this man work signs, and raise the dead, yet hold not his soul dishonoured and set at nought, and be not poor in spirit and abominable in his own sight, he is cheated by malice and knoweth it not; and even if he doeth signs, one must not believe him; for the sign of Christianity is this, that when someone is approved of God, he be earnest to lie hidden from men; and if he hath all the treasures of the king, to hide them, and always to say, It is not mine, another entrusted this treasure unto me; for I am poor; and when he willeth, he taketh it from me. But if anyone saith, I am rich, it sufficeth, I have acquired, I have no further need, such a one is not a Christian, but is a vessel of error and of the devil. For the enjoyment of God is insatiable, and the more anyone tasteth and eateth of Him, the more famished he becometh. And such men have an irrepressible rest and love towards God; and the more earnestly they strive to advance and to gain more, the poorer they account themselves, as being in need and possessing nothing; for they say this: I am not worthy that this sun should shine upon me. This is the sign of Christianity, even this humility.
ΛΗʹ. Εἰ δέ τις λέγει ὅτι Ἀρκοῦμαι καὶ πεπλήρωμαι, οὗτος πλάνος ἐστὶ καὶ ψεύστης. Ὥσπερ τὸ σῶμα τοῦ Κυρίου ἐδοξάσθη, ὅτε ἀνῆλθεν εἰς τὸ ὄρος, καὶ μετεμορφώθη εἰς τὴν θεϊκὴν δόξαν, καὶ εἰς τὸ φῶς τὸ ἄπειρον, οὕτως καὶ τὰ σώματα τῶν ἁγίων δοξάζεται καὶ ἐξαστράπτει. Ὡς γὰρ ἔσωθεν ἡ δόξα τοῦ Χριστοῦ οὕτω ἐφηπλώθη τῷ σώματι αὐτοῦ καὶ ἐξέλαμψε· τὸν αὐτὸν τρόπον κἀν τοῖς ἁγίοις, ἡ ἔσωθεν οὖσα τοῦ Χριστοῦ δύναμις, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔξωθεν εἰς τὰ σώματα αὐτῶν ὑπερεκχεῖται. Καί γὰρ ἐκ τῆς αὐτοῦ οὐσίας καὶ φύσεως ἀπὸ τοῦ νῦν μετέχουσιν ἐν τῷ νῷ αὐτῶν. Γέγραπται γάρ· Ὅ τε ἁγιάζων, καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνός. Καί· Δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς. Ὥσπερ ἀπὸ ἑνὸς πυρὸς ἅπτονται λύχνοι πολλοὶ, ἀνάγκη καὶ τὰ σώματα τῶν ἁγίων μέλη Χριστοῦ ὄντα, τὸ αὐτὸ γίγνεσθαι ὅπερ ἐστὶν ὁ Χριστός.
Chapter XXXVIII. But if anyone saith, I am sufficed and have been filled, this man is a deceiver and a liar. Just as the body of the Lord was glorified when He went up into the mountain, and was transfigured into the divine glory, and into the infinite light, so also the bodies of the saints are glorified and flash like lightning. For as from within the glory of Christ was thus spread over His body and shone forth, in the same manner in the saints also, the power of Christ which is within is in that day poured out abundantly on the outside into their bodies. For even from now they partake of His substance and nature in their mind. For it is written: Both He that sanctifieth and they who are sanctified are all of one (Heb. 2:11). And: The glory which Thou hast given Me, I have given them (John 17:22). Just as from one fire many lamps are kindled, of necessity the bodies of the saints also, being members of Christ, must become the same thing that Christ is.
ΛΘʹ. Ἐρώτησις. Πῶς ἀνώτεροι γίγνονται οἱ Χριστιανοὶ τοῦ πρώτου Ἀδάμ; ἐκεῖνος γὰρ ἀθάνατος ἦν, καὶ ψυχὴν καὶ σῶμα ἄφθαρτος· οἱ δὲ ἀποθνήσκουσι καὶ φθείρονται.
Chapter XXXIX. Question. How do Christians become superior to the first Adam? For he was immortal, and incorruptible both in soul and in body, whereas they die and are corrupted.
Ἀπόκρισις. Ὁ ἀληθινὸς θάνατος ἔνδον ἐστὶν ἐν τῇ καρδίᾳ, καὶ κέκρυπται, καὶ ὁ ἄνθρωπος ὁ ἔσω νενέκρωται· εἴ τις οὖν μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν κατὰ τὸ κρυπτὸν, οὗτος ἀληθῶς εἰς τοὺς αἰῶνας ζῇ, καὶ οὐκ ἀποθνήσκει. Ἀλλ' εἰ καὶ τὰ σώματα τῶν τοιούτων λύεται πρὸς καιρὸν, ἐγείρεται αὖθις ἐν δόξῃ· ἡγιασμένα γάρ εἰσιν. Ὕπνον οὖν λέγομεν καὶ κοίμησιν τῶν Χριστιανῶν τὸν θάνα-
Answer. True death is within in the heart, and is hidden, and the inner man hath been put to death; if anyone, therefore, hath passed over out of death into life in secret, this man truly liveth unto the ages, and dieth not. Yet even though the bodies of such men are dissolved for a season, they are raised again in glory; for they have been sanctified. We call, therefore, the death of Christians sleep and repose
Notes, col. 601

On the reading

Printed Καί γὰρ, for Καὶ γὰρ.

PG 34:604Read from the page
τον. Εἰ δὲ ἀθάνατος ἦν ὁ ἄνθρωπος, καὶ κατὰ τὸ σῶμα ἄφθαρτος, βλέπων ὅλος ὁ κόσμος τὸ παράδοξον τοῦ πράγματος, ὅτι μὴ φθείρονται τὰ σώματα τῶν Χριστιανῶν, ἀνάγκῃ τοίνυν τινὶ, ἀλλ' οὐχ ἑκουσίᾳ γνώμῃ πρὸς τὸ ἀγαθὸν ἀνήρχετο.
of death. For if man were immortal, and incorruptible according to the body, the whole world, beholding the marvellousness of the thing, that the bodies of Christians are not corrupted, would therefore have come up towards the good by a certain necessity, and not by voluntary purpose.
Μʹ. Ἀλλ' ἵνα φανῇ καθάπαξ καὶ διαμείνῃ τὸ αὐτεξούσιον, ὅπερ ἐξ ἀρχῆς ὁ Θεὸς ἔδωκε τῷ ἀνθρώπῳ, τούτου οἰκονομικῶς τὰ πράγματα διοικεῖται, καὶ γίγνεται λύσις σωμάτων, ἵνα ἐν τῷ θελήματι τοῦ ἀνθρώπου ᾖ τὸ τραπῆναι αὐτὸν ἐπὶ τὸ ἀγαθὸν ἢ τὸ κακόν. Οὔτε γὰρ ὁ τέλειος εἰς τὸ ἀγαθὸν, ἢ βαθὺς εἰς τὴν ἁμαρτίαν, καὶ ποιῶν ἑαυτὸν σκεῦος τοῦ διαβόλου, ὑφ' οὗ τὸ ὅλον κατεκριθη, εἰς τὸ κακὸν ἀνάγκῃ τινὶ δέδεται· ἀλλ' ἔχει τὴν ἐλευθερίαν τοῦ γενέσθαι σκεῦος ἐκλογῆς καὶ ζωῆς. Ὁμοίως πάλιν οἱ μεμεθυσμένοι εἰς τὴν θεότητα, καίτοι πεπληρωμένοι καὶ δεδεμένοι Πνεύματι ἁγίῳ, οὐκ ἀνάγκῃ τινὶ κεκράτηνται, ἀλλ' ἔχουσι τὸ αὐτεξούσιον τοῦ τραπῆναι αὐτοὺς, καὶ ποιεῖν ὃ θέλουσιν εἰς τὸν αἰῶνα τοῦτον.
Chapter XL. But in order that free will, which God from the beginning gave unto man, might once for all appear and abide, his affairs are ordered by dispensation, and the dissolution of bodies taketh place, so that it may lie in the will of man that he turn unto good or unto evil. For neither is he that is perfect unto good, or deep in sin, and making himself a vessel of the devil, by whom the whole world was condemned, bound unto evil by any necessity; but he hath the freedom to become a vessel of election and of life. Likewise again, they that are intoxicated unto the Godhead, although filled and bound by the Holy Spirit, are not held fast by any necessity, but have free will to turn themselves, and to do what they will in this age.
ΜΑʹ. Ἐρωτησις. Κατὰ μέρος λεπτύνεται τὸ κακὸν, καὶ ἐκριζοῦται, καὶ προκόπτει εἰς τὴν χάριν ὁ ἄνθρωπος, ἢ εὐθέως, εἰ τύχοι προκοπῆς, ἐκριζοῦται τὸ κακόν;
Chapter XLI. Question. Is evil thinned out and rooted out by degrees, and doth man advance unto grace thus, or is evil straightway rooted out if he attain unto advancement?
Ἀπόκρισις. Καθάπερ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ οὐκ εὐθέως πήγνυται εἰς ἄνθρωπον, ἀλλὰ κατὰ μέρος γίγνεται εἰκὼν καὶ γεννᾶται, οὐκ ἤδη δέ ἐστι τέλειος ἄνθρωπος, ἀλλ' αὐξάνει ἐν ἔτεσι πολλοῖς, καὶ γίγνεται ἀνήρ· ἔστι δὲ ὥσπερ τὰ σπέρματα τῶν κριθῶν ἢ τοῦ σίτου, οὐκ εὐθέως βαλλόμενα εἰς τὴν γῆν ῥιζοῖ, ἀλλὰ παρέρχονται χειμῶνες καὶ ἄνεμοι, καὶ τότε τῷ δέοντι καιρῷ γίγνονται στάχυες· καὶ ὁ φυτεύων ἄπιον, οὐκ εὐθέως μεταλαμβάνει τὸν καρπόν· ὡσαύτως κἀν τοῖς πνευματικοῖς, ὅπου τοσαύτη σοφία καὶ λεπτότης, κατὰ μικρὸν ὁ ἄνθρωπος αὐξάνει, καὶ γίνεται εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας· οὐχ ὥσπερ τινὲς λέγουσιν· Ἔνδυσαι, ἔκδυσαι.
Answer. Even as the embryo in the womb is not straightway compacted into a man, but by degrees becometh a formed image and is born, yet is not already a mature man, but groweth in many years, and becometh a man; and it is as the seeds of barley or of wheat, which when cast into the earth do not straightway take root, but winters and winds pass by, and then in due season ears of corn come to be; and he that planteth a pear-tree doth not straightway partake of the fruit: in like manner in spiritual things also, where there is so great wisdom and subtlety, man groweth little by little, and cometh unto a perfect man, unto the measure of stature (Eph. 4:13)—not as some say: Put on, put off.
ΜΒʹ. Ὁ θέλων μαθεῖν γράμματα ἀπέρχεται καὶ μανθάνει τὰ σημεῖα, καὶ ὅταν γένηται ἐκεῖ πρῶτος, ἀπέρχεται εἰς τὴν σχολὴν τῶν Ῥωμαϊκῶν, καὶ ἔστιν ὅλων ἔσχατος. Πάλιν ἐκεῖ ὅταν γένηται πρῶτος, ἀπέρχεται πρὸς τὴν σχολὴν τῶν γραμμάτων, καὶ ἔστι πάλιν ἐκεῖ ὅλων ἔσχατος, ἀρχάριος. Εἶτα ὅταν γένηται σχολαστικὸς, ὅλων τῶν δικολόγων ἀρχάριος καὶ ἔσχατός ἐστι. Πάλιν ὅταν ἐκεῖ γένηται πρῶτος, τότε γίνεται ἡγεμών· καὶ ὅταν γένηται ἄρχων, λαμβάνει ἑαυτῷ βοηθὸν τὸν συγκάθερδον. Εἰ οὖν τὰ φαινόμενα τοσαύτας ἔχει προκοπὰς, πόσῳ μᾶλλον τὰ ἐπουράνια μυστήρια ἔχει προκοπὰς, καὶ βαθμοὺς πολλοὺς αὐξάνει ! καὶ τότε διὰ πολλῆς γυμνασίας καὶ πολλῶν πειρατηρίων ὁ διαφυγὼν γίνεται τέλειος. Οἱ γὰρ Χριστιανοὶ οἱ γευσάμενοι τῆς χάριτος ἐξ ἀληθείας, καὶ τὸ σημεῖον ἔχοντες τοῦ σταυροῦ ἐν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὗτοι ἀπὸ βασιλέων ἕως πτωχῶν, κοπρίαν και δυσωδίαν ἡγοῦνται τὰ πάντα. Καὶ
Chapter XLII. He that willeth to learn letters goeth off and learneth the characters, and when he becometh first there, he goeth off to the school of Latin studies, and is last of all. Again, when he becometh first there, he goeth off to the school of literature, and there again he is last of all, a beginner. Then when he becometh a scholastic, he is a beginner and last of all the pleaders. Again, when he becometh first there, then he becometh a governor; and when he becometh a magistrate, he taketh unto himself the assessor as helper. If therefore visible things have so great advancements, how much more do the heavenly mysteries have advancements, and increase through many degrees! And then through much exercise and many trials he that hath escaped through becometh perfect. For Christians who have tasted of grace in truth, and have the sign of the cross in their mind and heart, these, from kings even unto beggars, account all things dung and stench. And
Notes, col. 604

On the reading

Printed κατεκριθη, for κατεκρίθη.

Printed Ἐρωτησις, for Ἐρώτησις.

Printed συγκάθερδον, for συγκάθεδρον.

Printed και, for καὶ.

PG 34:605Read from the page
οὗτοι δύνανται εἰδέναι, ὅτι ὅλος ὁ κόσμος ὁ γήϊνος, καὶ οἱ θησαυροὶ τοῦ βασιλέως, καὶ ἡ δόξα, καὶ οἱ τῆς σοφίας λόγοι, ἐν φαντασίᾳ τινί εἰσι, μὴ ἔχοντα στερεὰν βάσιν, ἀλλὰ παρερχόμενα. Καὶ εἴ τί ἐστιν ὑπὸ τὸν οὐρανὸν, τούτοις ἐστὶν εὐκαταφρόνητον.
these are able to know that the whole earthly world, and the treasures of the king, and glory, and the words of wisdom, are in a certain phantom show, not having a firm foundation, but passing away. And whatsoever is under heaven is easily despised by these.
ΜΓʹ. Διὰ τί; ὅτι ξένα καὶ θαυμαστὰ τὰ ἐπάνω τῶν οὐρανῶν, τὰ μὴ ὄντα μήτε εἰς θησαυροὺς βασιλέων, μήτε εἰς σοφίαν λόγων, μήτε εἰς δόξαν κοσμικὴν, καὶ ἀξιώματα, ἢ πλοῦτον, οἷον ἐκεῖνοι ἐκτήσαντο, τὸν Κύριον καὶ κτίστην πάντων ἔχοντες ἐν τῷ ἐνδοτάτῳ ἀνθρώπῳ, κτῆμα τὸ μὴ παρερχόμενον, ἀλλὰ παραμένον. Οἱ γὰρ Χριστιανοὶ τιμίαν οἴδασι τὴν ψυχὴν ὑπὲρ πάντα τὰ δημιουργήματα· μόνος γὰρ ὁ ἄνθρωπος κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ἐγένετο· ἰδοὺ ὁ οὐρανὸς πόσον ἐστὶν ὑπερμεγέθης, καὶ ἡ γῆ, καὶ τὰ ἐν αὐτοῖς κτισματα τίμια, καὶ μεγάλα τὰ σκεύη αὐτῶν, ὁ δὲ ἄνθρωπος ὑπὲρ πάντα τὰ σκεύη τίμιός ἐστιν, ἐπειδὴ εἰς αὐτὸν μόνον εὐδόκησεν ὁ Κύριος· καὶ τὰ κήτη δὲ τῆς θαλάσσης, καὶ τὰ ὄρη, καὶ τὰ θηρία, εἰς τὸ φαινόμενον μείζονά εἰσι τοῦ ἀνθρώπου. Βλέπε οὖν σου τὸ ἀξίωμα, πῶς εἶ τίμιος, ὅτι ὑπὲρ ἀγγέλους ἐποίησέ σε ὁ Θεὸς, ὁπότε καὶ αὐτὸς δι' ἑαυτοῦ εἰς σὴν πρεσβείαν καὶ λύτρωσιν παρεγένετο ἐπὶ τῆς γῆς.
Chapter XLIII. Wherefore? Because strange and wonderful are the things above the heavens, which are found neither in the treasures of kings, nor in wisdom of words, nor in worldly glory, and dignities, or wealth, such as those men acquired, whereas these have the Lord and Creator of all in the innermost man, a possession that passeth not away, but abideth. For Christians know the soul to be precious above all created things; for man alone was made according to the image and likeness of God. Behold how exceedingly vast is the heaven, and the earth, and the precious creations therein, and great are their vessels, yet man is precious above all vessels, seeing that in him alone the Lord was well pleased; and the sea-monsters also of the sea, and the mountains, and the wild beasts, in outward appearance are greater than man. Behold, therefore, thy dignity, how precious thou art, that God made thee above the angels, inasmuch as He Himself came in person upon the earth for thine embassy and redemption.
ΜΔʹ. Ὅτε οὖν καὶ οἱ ἄγγελοι εἰς τὴν σὴν σωτηρίαν ἦλθον; βασιλεὺς γὰρ υἱὸς βασιλέως συμβούλιον ἐποιήσατο μετὰ τοῦ πατρὸς αὐτοῦ, καὶ ἀπεστάλη ὁ Λόγος, καὶ σάρκα ἐνδυσάμενος, καὶ κρύψας τὴν ἑαυτοῦ θεότητα, ἵνα διὰ τοῦ ὁμοίου τὸ ὅμοιον σωθῇ, ἔθηκε τὴν ψυχὴν αὐτοῦ ἐπὶ τοῦ σταυροῦ. Τοσαύτη ἀγάπη τοῦ Θεοῦ ἐστι πρὸς τὸν ἄνθρωπον! Ἠρετίσατο ὁ ἀθάνατος σταυρωθῆναι διὰ σέ. Βλέπε οὖν πῶς ὁ Θεὸς ἠγάπησε τὸν κόσμον, ὅτι τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἔδωκεν ὑπὲρ αὐτοῦ. Πῶς οὐχὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; καὶ πάλιν ἀλλαχοῦ λέγει· Ἀμὴν λέγω ὑμῖν, ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Δείκνυσι δὲ καὶ ἀλλαχοῦ τοὺς ἀγγέλους λειτουργοὺς εἶναι τῶν ἁγίων· καὶ γὰρ Ἠλίας ὅτε ἦν εἰς τὸ ὄρος, καὶ ἦλθον κατ' αὐτοῦ οἱ ἀλλόφυλοι, τὸ παιδίον ἔλεγε· Πολλοι ἔρχονται καθ' ἡμῶν, καὶ ἡμεῖς μόνοι ἐσμέν. Τότε ἀποκρίνεται Ἠλίας· Οὐχ ὁρᾷς παρεμβολὰς καὶ πλήθη ἀγγέλων μεθ' ἡμῶν κύκλῳ βοηθούντων ἡμῖν; Ὁρᾷς ὅτι ὁ Δεσπότης, καὶ τὰ πλήθη τῶν ἀγγέλων σύνεστι τοῖς δούλοις αὐτοῦ. Πόση οὖν ἐστιν ἡ ψυχὴ, καὶ πῶς τετίμηται ὑπὸ τοῦ Θεοῦ! ὅτι ὁ Θεὸς καὶ οἱ ἄγγελοι ταύτην ἐπιζητοῦσιν εἰς κοινωνίαν ἰδίαν, καὶ εἰς βασιλείαν. Ὁ δὲ Σατανᾶς καὶ αἱ δυνάμεις αὐτοῦ ταύτην ἐπιζητοῦσιν εἰς τὸ ἴδιον μέρος.
Chapter XLIV. For when did even the angels come unto thy salvation? For the King, the King's Son, took counsel with His Father, and the Word was sent forth, and having put on flesh, and having hidden His own Godhead, that by like the like might be saved, He laid down His life upon the cross. So great is the love of God towards man! The Immortal chose to be crucified on thy behalf. Behold, therefore, how God loved the world, that He gave His only-begotten Son for it (John 3:16). How shall He not also with Him freely give us all things (Rom. 8:32)? And again elsewhere He saith: Amen I say unto you, He will set him over all His goods (Matt. 24:47). And He showeth elsewhere also that the angels are ministers of the saints; for when Elias was in the mountain, and the foreigners came against him, his servant said: Many come against us, and we are alone. Then Elias answereth: Seest thou not encampments and multitudes of angels with us round about helping us (4 Kings 6:15-17)? Thou seest that the Master and the multitudes of the angels are with His servants. How great, therefore, is the soul, and how hath it been honoured by God! Because God and the angels seek after it for their own communion, and for the kingdom; whereas Satan and his powers seek after it for their own portion.
ΜΕʹ. Ὡς γὰρ ἐν τοῖς φαινομένοις ὁ βασιλεὺς οὐ διακονεῖται ὑπὸ ἀγελημαίων ἀνθρώπων, ἀλλ' ὑπὸ ὡραίων καὶ καλῶς πεπαιδευμένων, οὕτω καὶ εἰς τὸ ἐπουράνιον παλάτιον ἐκεῖνοι διακονοῦσι τῷ ἐπουρανίῳ βασιλεῖ, οἱ ἄμωμοι, οἱ ἀνεπίληπτοι, οἱ καθαροὶ τὴν καρδίαν. Καὶ ὥσπερ ἐν τῷ παλατίῳ, ὡραῖαι κό-
Chapter XLV. For just as in visible things the king is not served by common men of the herd, but by comely and well-educated men, so also unto the heavenly palace those minister unto the heavenly King who are blameless, who are irreproachable, who are pure in heart. And just as in the palace, comely mai-
Notes, col. 605

On the reading

Printed κτισματα, for κτίσματα.

Printed Πολλοι, for Πολλοὶ.

PG 34:608Read from the page
ραι, καὶ μὴ ἔχουσαι μῶμόν τινα, εὐειδέσταται ἐκεῖναι εἰς κοινωνίαν βασιλέων ἀπέρχονται· οὕτως καὶ εἰς τὸ πνευματικὸν, ψυχαὶ αἱ ἐν πᾶσι τρόποις ἀγαθοῖς κεκοσμημέναι, αὗται κοινωνοῦσι τῷ ἐπουρανίῳ βασιλεῖ. Εἰς τὸ φαινόμενον, ὅπου ἀπέρχεται ἄρχων μεῖναι, καὶ συμβαίνει ἐκείνην τὴν οἰκίαν ἔχειν ἀκαθαρσίαν τινὰ, εὐτρεπίζεται, καὶ διακόσμησις πολλὴ γίνεται, καὶ ἀρώματα ἐκχεῖται. Πόσῳ μᾶλλον ὁ οἶκος τῆς ψυχῆς, εἰς ὃν ὁ Κύριος ἀναπαύεται, πολλῆς διακοσμήσεως χρήζει, ἵνα δυνηθῇ ἐκεῖ εἰσελθεῖν καὶ ἀναπαῆναι ὁ ἄσπιλος, ὁ ἄμωμος! εἰς γὰρ τοιαύτην καρδίαν ὁ Θεὸς, καὶ ὅλη ἡ ἐπουράνιος Ἐκκλησία ἐπαναπαύεται.
pure, and having no blemish, those most comely ones depart into the fellowship of kings; so also in the spiritual realm, souls that are adorned in all good ways, these hold fellowship with the heavenly King. In the visible realm, where a ruler goes to stay, and it happens that that house has some uncleanness, it is made ready, and much adornment takes place, and spices are poured forth. How much more does the house of the soul, in which the Lord rests, stand in need of much adornment, that the spotless One, the blameless One, may be able to enter there and rest! For upon such a heart God, and the whole heavenly Church, rests.
ΜϚʹ. Ἐν τοῖς φαινομένοις, ἐὰν ἔχῃ πατὴρ κτήματα, ἔχῃ δὲ καὶ διαδήματα καὶ λίθους τιμίους, ταῦτα εἰς οἴκους ἀποθέτους κρύπτει, καὶ ταμιεύεται τῷ ἀγαπητῷ αὐτοῦ υἱῷ, κἀκείνῳ δίδωσιν αὐτά· οὕτω καὶ ὁ Θεὸς τὴν ἑαυτοῦ κτῆσιν μετὰ τῶν ἰδίων τιμίων ἐνεπίστευσε τῇ ψυχῇ. Εἰς τὸ φαινόμενον, ἐὰν ᾖ πόλεμος, καὶ ἔλθῃ βασιλεὺς μετὰ τοῦ στρατοπέδου ἐπὶ τὸ πολεμῆσαι, καὶ ὑπάρχῃ τὸ μέρος αὐτοῦ ἔλαττον, ἢ ἀσθενέστερον, εὐθέως ἀποστέλλει πρεσβείαν ἐρωτᾷν τὰ πρὸς εἰρήνην. Εἰ δὲ ἔθνος μέγιστον πρὸς ἴσον ᾖ, καὶ ὁ βασιλεὺς πρὸς βασιλέα, λέγω δὴ ὁ Περσῶν καὶ ὁ Ῥωμαίων, ἀνάγκη πᾶσα τοὺς δύο βασιλεῖς κινηθῆναι μετὰ τῶν στρατοπέδων ὅλων. Βλέπε οὖν οἷόν σού ἐστι τὸ ἀξίωμα, ὅτι ὁ Θεὸς ἐκινήθη μετὰ τῶν ἰδίων στρατοπέδων, λέγω δὴ τῶν ἀγγέλων καὶ πνευμάτων, συμβαλεῖν τῷ ἀντικειμένῳ, ἵνα σε λυτρώσηται ἐκ τοῦ θανάτου. Ὁ Θεὸς οὖν παρεγένετο διὰ σέ.
46. In visible things, if a father has possessions, and has also diadems and precious stones, he hides these in secret storehouses, and lays them up for his beloved son, and to him he gives them; so also God has entrusted His own possession together with His own precious things to the soul. In the visible realm, if there be war, and a king come with his army to wage war, and his side be lesser or weaker, straightway he sends an embassy to ask for the things that make for peace. But if a very great nation be matched against an equal, and king against king, I mean the king of the Persians and that of the Romans, there is every necessity that the two kings be moved with all their armies. See therefore how great is your dignity, that God was moved with His own armies, I mean the angels and spirits, to join battle with the adversary, that He might ransom you from death. God therefore came on account of you.
ΜΖʹ. Ὥσπερ ἐὰν ᾖ βασιλεὺς καὶ εὕρῃ πτωχόν τινα ἔχοντα λέπραν εἰς ὅλα τὰ μέλη, καὶ μὴ ἐπαισχυνθῇ, ἀλλ' ἐπιθῇ φάρμακα καὶ ἐν τοῖς τραύμασιν αὐτοῦ, καὶ ἰάσηται αὐτοῦ τὰς πληγὰς, καὶ λοιπὸν εἰς τράπεζαν βασιλικὴν ἀπαγάγῃ αὐτὸν, καὶ περιθῇ αὐτῷ πορφύραν, καὶ ποιήσῃ αὐτὸν βασιλέα· οὕτως καὶ ὁ Θεὸς ἐποίησε τῷ γένει τῶν ἀνθρώπων. Ἀπέπλυνεν αὐτῶν τραύματα, καὶ ἰάσατο αὐτοὺς, καὶ εἰσήγαγεν εἰς τὸν ἐπουράνιον νυμφῶνα. Μέγα οὖν ἐστι τὸ ἀξίωμα τῶν Χριστιανῶν, τοσοῦτον, ὡς μηδὲ συγκρίνειν ἔχειν. Ἐὰν δὲ μετεωρισθῇ καὶ κλαπῇ ὑπὸ τῆς κακίας, ἔοικε τοιούτῳ τινὶ, ὥσπερ εὰν ᾖ πόλις μὴ ἔχουσα τεῖχος, καὶ οἱ λῃσταὶ εἰσέρχονται δι' αὐτῆς, ὅθεν θέλουσι, μὴ ἐμποδιζόμενοι, καὶ ἐρημοῦσι, καὶ ἐμπυρίζουσιν αὐτήν· οὕτως ἀμελοῦντός σου, καὶ μὴ ἑαυτῷ προσέχοντος, ἐπεισέρχονται τὰ πνεύματα τῆς πονηρίας, καὶ ἀφανίζουσι καὶ ἐρημοῦσι τὸν νοῦν, σκορπίζοντες τοὺς λογισμοὺς εἰς τὸν αἰῶνα τοῦτον.
47. Just as if there be a king and he find a certain beggar having leprosy in all his members, and be not ashamed, but apply medicines also to his wounds, and heal his stripes, and thereafter lead him away to a royal table, and put purple around him, and make him king; so also God has done to the race of men. He washed away their wounds, and healed them, and brought them into the heavenly bridal chamber. Great therefore is the dignity of Christians, so great as not even to admit of comparison. But if one be lifted up in mind and be stolen away by wickedness, it is like some such thing as if there be a city having no wall, and the robbers enter through it whence they will, unhindered, and lay it waste, and set it on fire; so when you are neglectful, and do not attend to yourself, the spirits of wickedness enter in besides, and destroy and lay waste the mind, scattering the thoughts into this world.
ΜΗʹ. Πολλοὶ γὰρ περὶ τὰ ἔξωθεν ἠκριβωμένοι, καὶ ἐπιστήμην ἀσκοῦντες, καὶ βίου ὀρθοῦ ἐπιμελούμενοι, τοῦτον νομίζουσιν εἶναι τέλειον, μὴ ἐγκύπτοντες εἰς τὴν καρδίαν, καὶ ὁρῶντες τὰ ἐκεῖ συνέχοντα τὴν ψυχὴν κακά. Ἐπειδὴ κατὰ τὸν τῆς κακίας ἐσώτερον νοῦν, ῥίζα ἐστὶν ἐν τοῖς μέλεσιν· καὶ ὁ λῃστὴς ἐν τῇ
48. For many who are exact concerning outward things, and practise knowledge, and take care for an upright life, suppose this man to be perfect, not stooping to look into the heart, and seeing the evils there that hold fast the soul. Since according to the inner mind of wickedness, there is a root in the members; and the robber in the
Notes, col. 608

On the reading

Printed εὰν, for ἐὰν.