Migne Reading Room

PG 34 · cols. 501–512 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:501Read from the page
τοῦ, ἀπέμειναν καὶ ἐβυθίσθησαν ἐν τῷ τοῦ κόσμου βυθῷ, διὰ τοῦ ἰδίου θελήματος ἀνανδρίαν, καὶ χαύνωσιν, ἢ δειλίαν, ἢ δι' ἀγάπην τινὰ γήϊνον. Οἱ γὰρ ἐξ ἀληθείας διεξελθεῖν ἕως τέλους ἐν ἀγαθῇ διαγωγῇ βουλόμενοι ἄλλον ἔρωτα καὶ ἄλλην ἀγάπην σὺν ἐκείνῃ τῇ ἐπουρανίῳ παραδέξασθαι ἑκουσίως καὶ μῖξαι οὐκ ὀφείλουσιν, ἵνα μὴ ἐμποδισθῶσι τῶν πνευματικῶν, καὶ στραφῶσιν εἰς τὰ ὀπίσω, καὶ τέλος ἐκπέσωσι τῆς ζωῆς. Ὥσπερ γὰρ μεγάλα καὶ ἀλάλητα καὶ ἀνεκδιήγητα ἐπηγγελμένα παρὰ Θεῷ τυγχάνει, οὕτω πίστεως καὶ ἐλπίδος καὶ πόνων καὶ ἀγώνων μεγάλων χρεία καὶ πολλῆς δοκιμασίας. Οὐ γάρ τι μικρὸν τυγχάνει, ἃ ἐλπίζει ἀγαθὰ λαβεῖν ὁ ἄνθρωπος βασιλείας οὐρανῶν ἐπιθυμῶν· συμβασιλεῦσαι Χριστῷ εἰς τοὺς ἀπεράντους αἰῶνας βούλει, καὶ τοὺς ἀγῶνας καὶ πόνους καὶ πειρασμοὺς τοῦ ὀλίγου χρόνου τῆς ζωῆς ταύτης καταδέξασθαι προθύμως ἕως θανάτου οὐ καταδέχῃ; τοῦ Κυρίου βοῶντος· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ' ἡμέραν χαίρων, καὶ ἀκολουθείτω μοι. Καὶ πάλιν· Ἐὰν μή τις μισήσῃ πατέρα, μητέρα, γυναῖκα, τέκνα, ἀδελφοὺς, ἀδελφὰς, ἔτι δὲ καὶ την ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής· οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων βασιλείας μὲν ἐπιτυχεῖν βούλονται, καὶ τὴν αἰώνιον ζωὴν κληρονομῆσαι θέλουσι, ζῆν δὲ ἐν τοῖς ἰδίοις αὐτῶν θελήμασι, καὶ αὐτοῖς ἐξακολουθεῖν οὐκ ἀπαναίνονται, μᾶλλον δὲ τῷ σπείροντι τὰ μάταια, καὶ μὴ ἀπαρνούμενοι ἑαυτοὺς βούλονται τὴν αἰώνιον κληρονομῆσαι ζωὴν, ὅπερ ἐστὶν ἀδύνατον.
of it, remained behind and were plunged in the deep of the world, through the unmanliness and laxity, or cowardice, of their own will, or through some earthly love. For those who wish in truth to pass through to the end in a good way of life ought not willingly to admit and mingle another longing and another love with that heavenly one, lest they be hindered from spiritual things, and turn back, and finally fall away from life. For just as great and unspeakable and unutterable things are promised with God, so there is need of great faith and hope and labours and struggles and much testing. For the good things which a man who desires the kingdom of heaven hopes to receive are no small matter; do you wish to reign together with Christ unto the endless ages, and do you not accept to welcome eagerly unto death the struggles and labours and temptations of the brief time of this life, when the Lord cries aloud: If anyone wishes to come after Me, let him deny himself, and take up his cross daily rejoicing, and follow Me (Matt. 16:24; Luke 9:23)? And again: If anyone does not hate father, mother, wife, children, brothers, sisters, and furthermore even his own soul, he cannot be My disciple (Luke 14:26); whereas most men wish indeed to obtain the kingdom, and desire to inherit eternal life, yet do not refuse to live in their own wills and follow after them, or rather after him who sows vain things, and without denying themselves wish to inherit eternal life, which is impossible.
Ὁ γὰρ λόγος τοῦ Κυρίου ἀληθὴς τυγχάνει. Οὗτοι γὰρ ἄπτωτοι διεξέρχονται, οἱ κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἀρνησάμενοι ὅλοι ἐξ ὅλου ἑαυτοὺς, καὶ πάσας τὰς τοῦ κόσμου ἐπιθυμίας καὶ δεσμοὺς καὶ μετεωρισμοὺς καὶ ἡδονὰς καὶ ἀσχολίας βδελυξάμενοι, καὶ αὐτὸν μόνον πρὸ ὀφθαλμῶν ἔχοντες, καὶ τὰς ἐντολὰς αὐτοῦ ποιεῖν ἐπιθυμοῦντες, ὥστε ἰδίῳ θελήματι ἀποστρέφεται ἕκαστος, τῆς βασιλείας τὸ ἐξ ἀληθείας μὴ θελῆσαι λαβεῖν καὶ ἀρνήσασθαι ἑαυτὸν, καὶ ἀγαπᾷν τι σὺν ἐκείνῃ τῇ ἀγάπῃ, τῷ ἥδεσθαί τισι τοῦ αἰῶνος τούτου ἡδοναῖς ἢ ἐπιθυμίαις, καὶ τῷ μὴ ὅλην τὴν ἀγάπην, ὅσον ἐν προαιρέσει καὶ θελήματι δυνατὸν, πρὸς Κύριον ἔχειν. Ἐξ ἑνὸς δὲ ὑποδείγματος συννόησόν μοι πάντα. Διακρίνων μὲν ἐνίοτε διακρίνει ἕκαστος καὶ οἶδεν, ὅτι ἄτοπόν ἐστιν, ὃ θέλει ποιῆσαι, ἀλλ' ἐπειδὴ ἀγαπᾷ καὶ οὐκ ἀρνεῖται, ἥττηται αὐτῷ. Πρότερον γὰρ ἔσω ἐν τῇ καρδίᾳ ὁ πόλεμος γίνεται, καὶ ὁ ἀγὼν, καὶ τὸ στάθμιον, καὶ ἡ ῥοπὴ, καὶ τὸ ζύγιον τῆς ἀγάπης τοῦ Θεοῦ, καὶ τῆς ἀγάπης τοῦ κόσμου, καὶ τότε προέρχεται, καὶ διακρίνει ἕκαστος, εἰ τύχῃ εἰς μάχην καὶ διαπληκτισμὸν πρὸς τὸν ἀδελφὸν, λέγων ἐν ἑαυτῷ· Εἴπω; λαλήσω; ἀλλὰ μὴ λαλήσω; μνημονεύων μὲν καὶ τοῦ
For the word of the Lord is true. For these pass through unfallen, who according to the commandment of the Lord have wholly and entirely denied themselves, and have abhorred all the desires and bonds and distractions and pleasures and occupations of the world, and have Him alone before their eyes, and desire to do His commandments; so that by his own will each one turns away from the kingdom, by not wishing in truth to receive it and deny himself, and by loving something along with that love, by taking pleasure in certain pleasures or desires of this age, and by not having his whole love, as far as is possible in choice and will, towards the Lord. And from one example understand all things for me. Discerning indeed at times each one discerns and knows that what he wishes to do is amiss, yet since he loves it and does not deny himself, he is overcome by it. For first within in the heart takes place the war, and the struggle, and the weighing, and the inclination, and the balance of the love of God, and of the love of the world, and then it comes forth, and each one deliberates, if he should happen into strife and altercation towards his brother, saying within himself: Shall I speak? Shall I utter it? Or shall I not utter it? remembering indeed also
Notes, col. 501

On the reading

Printed την, for τὴν.

PG 34:504Read from the page
Θεοῦ, ἀλλὰ τὴν ἰδίαν δόξαν περιποιούμενος, καὶ μὴ ἑαυτὸν ἀρνούμενος. Ἀλλ' ἐὰν ὀλίγον καταβαρήσῃ ἡ ἀγάπη τοῦ κόσμου καὶ ἡ ῥοπὴ ἐν τῷ τῆς καρδίας ζυγίῳ, εὐθὺς προέρχεται ὁ πονηρὸς λόγος μέχρι τῶν χειλέων. Εἶτα ὥσπερ βέλη ἐντείνων ὁ νοῦς ἔνδοθεν τοξεύει τὸν πλησίον διὰ γλώττης, πέμπων βέλη λόγων ἀπρεπῶν ἐν θελήματι ἑκουσίῳ, τὴν ἑαυτοῦ δόξαν περιποιούμενος. Εἶτα τοξεύων ἐπὶ πολὺ τὸν πλησίον διὰ λόγων ἀπρεπῶν, ἕως οὗ καὶ ἐν τοῖς μέλεσι διαχυθῇ τὸ ἁμάρτημα εἰς συμπληγάδας ἐνίοτε καὶ τραύματα, διὰ τοῦ σώματος ἄλληλα τὰ μέλη πολεμοῦντα ἀπεργάζεται, ἐνίοτε καὶ ἕως φόνου, θανάτου ἀπαρτίζεται τὸ τοῦ πονηροῦ ἐπιθύμημα. Ἴδε, πόθεν ἤρξατο, καὶ ποῖον ἔσχε τὸ τέλος ἀγάπη δόξης κοσμικῆς βαρυθεῖσα τῇ ῥοπῇ τοῦ τῆς καρδίας ζυγοῦ ἐξ ἰδίου θελήματος. Διὰ γὰρ τὸ μὴ ἀρνήσασθαι ἑαυτὸν, καὶ ἀγαπᾷν τι τοῦ κόσμου, ἐκεῖνα ὅλα τὰ ἀτοπήματα γίνεται. Οὕτως νόει μοι καὶ εἰς ἕκαστον ἁμάρτημα καὶ ἐπιτήδευμα φαῦλον τῆς κακίας κολακευούσης, καὶ προτρεπομένης τὸ θέλημα τοῦ νοὸς καὶ ἐπιθυμίαις κοσμικαῖς καὶ ἀπάτῃ καὶ ἡδονῇ σαρκός. Οὕτω πᾶν πρᾶγμα κακίας ἀπαρτίζεται, οὕτω μοιχεία καὶ κλοπὴ, οὕτω πλεονεξία καὶ μέθη οὕτω φιλαργυρία καὶ κενοδοξία, οὕτω ζῆλος καὶ φιλαρχία καὶ πᾶν ὁτιοῦν ἐστι τῆς κακίας ἐπιτήδευμα. Ἐνίοτε καλὰ δοκοῦντα ἐπιτηδεύματα διὰ δόξαν καὶ ἔπαινον ἀνθρώπων ἐπιτελεῖται, ἅπερ ἐστὶ παρὰ Θεῷ ἴσα ἀδικίας καὶ κλοπῆς καὶ τῶν ἄλλων ἁμαρτημάτων. Ὁ Θεὸς γάρ φησιν· Ἐσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· ὥστε διὰ τῶν δοκούντων καλῶν ὁ πονηρὸς ὑπηρετεῖσθαι βούλεται. Πολυποίκιλος γάρ ἐστι καὶ ἀπατηλὸς ἐν ἐπιθυμίαις κόσμου. Διὰ γὰρ ἀγάπην τινὰ γηΐνην καὶ σαρκικὴν, εἰς ἣν δεσμεῖται ἄνθρωπος θελήματι ἰδίῳ, δελεάζεται ὑπὸ τῆς κακίας, ὅπως γίνεται αὐτῷ ἅλυσις καὶ δεσμὸς καὶ φορτίον βαρὺ, καταβυθίζον καὶ πνῖγον ἐν τῷ αἰῶνι τῆς πονηρίας, μὴ συγχωροῦν ἀνακύψαι, καὶ πρὸς τὸν Θεὸν ἀπελθεῖν. Ἐπειδὴ ὅπερ τις ἠγάπησε τοῦ κόσμου, καταβαρεῖ τὸν νοῦν αὐτοῦ καὶ κατακρατεῖ, καὶ οὐκ ἐᾷ ἀνακύψαι. Εἰς τοῦτο γὰρ τὸ στάθμιον καὶ τὴν ῥοπὴν καὶ τὸ τῆς κακίας ζύγιον κρέμαται, καὶ δοκιμάζεται πᾶν τὸ γένος τῶν ἀνθρώπων, ἤτοι Χριστιανῶν τῶν ἐν πόλεσιν οἰκούντων, ἢ ἐν ὄρεσιν, ἢ ἐν μοναῖς, ἢ ἐν ἀγροῖς, ἢ ἐν ἐρήμοις τόποις, ὅτι θελήματι ἰδίῳ δελεαζόμενος ὁ ἄνθρωπος ἀγαπᾷ τι καὶ ὁπουδήποτε δέδεται αὐτοῦ ἡ ἀγάπη, καὶ οὐκ ἔστιν ὅλη πρὸς τὸν Θεόν· ἠγάπησε γάρ τις, εἰ τύχοι κτήματα, ἄλλος χρυσὸν καὶ ἄργυρον, ἄλλος σοφίαν λογίαν κόσμου διὰ δόξαν ἀνθρώπων, ἄλλος ἠγάπησεν ἀρχὴν, ἄλλος δόξαν καὶ τιμὰς ἀνθρώπων, ἄλλος ὀργὴν καὶ μῆνιν· διὰ γὰρ τὸ ταχέως ἑαυτὸν ἐπιδιδόναι τῷ πάθει ἀγαπᾷ αὐτό· ἄλλος ἀκαίρους συντυχίας, ἄλλος ζῆλον, ἄλλος πᾶσαν ἡμέραν μετεωρίζεται καὶ ἥδεται, ἄλλος ἀργοῖς λογισμοῖς ἀπατᾶται, ἄλλος ὡς νομοδιδάσκαλος εἶναι
God, yet procuring his own glory, and not denying himself. But if the love of the world and its inclination weigh down a little in the balance of the heart, straightway the evil word advances even to the lips. Then, as though bending a bow from within, the mind shoots at the neighbour through the tongue, sending forth arrows of unseemly words in voluntary will, procuring its own glory. Then, shooting for a long while at the neighbour through unseemly words, until the sin is diffused even in the members unto clashes at times and wounds, it causes the members to war against one another through the body, and at times even unto murder and death is the desire of the evil one accomplished. See whence it began, and what end the love of worldly glory had, weighed down by the inclination of the balance of the heart out of one's own will. For because of not denying oneself, and loving something of the world, all those enormities take place. Thus understand for me also with regard to every sin and base pursuit, as malice flatters and urges on the will of the mind both with worldly desires and with deceit and pleasure of the flesh. Thus every deed of malice is accomplished, thus adultery and theft, thus covetousness and drunkenness, thus love of money and vainglory, thus envy and love of rule and whatever pursuit of malice there is. At times pursuits that seem good are performed for the glory and praise of men, which before God are equal to injustice and theft and the other sins. For God says: He has scattered the bones of men-pleasers (Ps. 52:6); so that through things that seem good the evil one wishes to be served. For he is manifold and deceitful in the desires of the world. For through some earthly and carnal love, unto which a man is bound by his own will, he is enticed by malice, so that it becomes to him a chain and a bond and a heavy burden, plunging and choking him in the age of wickedness, not permitting him to look up and depart towards God. Since whatever a man has loved of the world weighs down his mind and holds it down, and does not suffer it to look up. For upon this weight and inclination and balance of malice hangs and is tested the whole race of men, even of Christians who dwell in cities, or in mountains, or in monasteries, or in fields, or in desert places, because a man, being enticed by his own will, loves something and wherever he is his love is bound, and is not wholly towards God; for one has loved, it may be, possessions, another gold and silver, another the eloquent wisdom of the world for the glory of men, another has loved rule, another the glory and honours of men, another anger and wrath—for by quickly giving himself over to the passion he loves it—another unseasonable conversations, another envy, another is distracted and takes pleasure all day long, another is deceived by idle thoughts, another loves to be as a teacher of the law
PG 34:505Read from the page
ἀγαπᾷ διὰ δόξαν ἀνθρώπων, ἄλλος χαυνώσει καὶ ἀμελείᾳ ἥδεται, ἄλλος ἱματίοις καὶ ῥάκεσι δέδεται, ἄλλος μερίμναις γηΐναις ἑαυτὸν δίδωσιν, ἄλλος ὕπνον καὶ εὐτραπελίαν ἢ αἰσχρολογίαν ἀγαπᾷ· καὶ μικρῷ γάρ τις καὶ μεγάλῳ δεσμούμενος τοῦ κόσμου, ἐκείνῳ κατέχεται καὶ οὐκ ἐᾶται ἀνακύψαι. Πρὸς ὃ γάρ τις πάθος οὐ πολεμεῖ γενναίως, ἐκεῖνο ἀγαπᾷ, κἀκεῖνο κρατεῖ αὐτὸν, καὶ βαρύνει, καὶ γίνεται αὐτῷ ἐμπόδιον καὶ ἅλυσις, τοῦ μὴ τὸν νοῦν αὐτοῦ ἀπιέναι πρὸς τὸν Θεὸν, καὶ εὐαρεστῆσαι αὐτῷ, καὶ αὐτῷ μόνῳ λατρεύσαντα χρησιμεῦσαι τῇ βασιλείᾳ, καὶ ζωῆς αἰωνίου τυχεῖν· ψυχὴ γὰρ ἡ ἀληθῶς πρὸς Κύριον τὴν ὁρμὴν ἔχουσα ὅλη ἐξ ὅλου τὴν ἀγάπην αὐτῆς πρὸς αὐτὸν ἕλκει, καὶ πρὸς αὐτὸν μόνον ἐκ προαιρέσεως, ὅση δύναμις, δεσμεῖται, κἀκεῖθεν τὴν βοήθειαν τῆς χάριτος προσκτᾶται, καὶ ἑαυτὴν ἀρνεῖται, καὶ τοῖς θελήμασι τοῦ νοὸς αὐτῆς οὐκ ἀκολουθεῖ, ὅτι δολίως πορεύεται μεθ' ἡμῶν διὰ τὸ συνὸν καὶ δελεάζον κακὸν, ἀλλὰ τῷ τοῦ Κυρίου λόγῳ ὁλοτελῶς ἑαυτὴν ἐκδίδωσι, καὶ παντὸς φαινομένου δεσμοῦ λύει ἑαυτὴν, ὅσον ἐκ θελήματος δυνατὸν, καὶ τῷ Κυρίῳ ἐξ ὅλου ἑαυτὴν δίδωσι, καὶ οὕτω διεξελθεῖν εὐχερῶς δυνήσεται τοὺς ἀγῶνας καὶ πόνους καὶ θλίψεις. Ὅπου γὰρ ἀγαπᾶται, ἐκεῖθεν βοηθεῖται, κἀκεῖθεν βαρεῖται· ἐάν τι τοῦ κόσμου ἀγαπᾷ, αὐτὸ ἐκεῖνο γίνεται αὐτῷ φορτίον καὶ δεσμοὶ καθέλκοντες κάτω, καὶ μὴ συγχωροῦντες ἄνω πρὸς Θεὸν ἀνελθεῖν. Ἐὰν δὲ τὸν Κύριον καὶ τὰς ἐντολὰς αὐτοῦ ἀγαπᾷ, ἐκεῖθεν βοηθεῖται κἀκεῖθεν κουφίζεται, καὶ εὔκολα αὐτῷ πάντα γίνεται τὰ τοῦ Κυρίου παραγγέλματα τῷ τὴν ἀγάπην αὐτοῦ πρὸς αὐτὸν ἀποσώζειν ὁλοκλήρως, καὶ βαρεῖ εἰς τὸ ἀγαθὸν, μᾶλλον δὲ καὶ κουφίζει καὶ ἐλαφρύνει πάντα πόλεμον καὶ πᾶσαν θλίψιν, καὶ διὰ τῆς θείας δυνάμεως τὸν κόσμον διακόπτει, καὶ τὰς δυνάμεις τῆς κακίας, τὰς ἐν αὐτῷ παγιδευούσας τὴν ψυχὴν, καὶ βρόχοις ἐπιθυμιῶν παντοδαπῶν ἐν τῷ τοῦ κόσμου βυθῷ καταδεσμούσας, καὶ οὕτως ἐξειλῆσαι ἐξ αὐτῶν διὰ τῆς ἰδίας πίστεως καὶ σπουδῆς πολλῆς, καὶ διὰ τῆς ἄνωθεν βοηθείας, ἔνθα ἠγάπησε, τῆς αἰωνίου βασιλείας ἀξιοῦται, ἣν ἰδίῳ θελήματι ἀγαπήσας ἐξ ἀληθείας, καὶ ὑπὸ τοῦ Κυρίου βοηθηθεὶς, τῆς αἰωνίου ζωῆς οὐκ ἐκπίπτει. Ἵνα δὲ ἀπὸ πραγμάτων φανερῶν ἀποδείξωμεν, πῶς θελήματι ἰδίῳ πολλοὶ ἀπόλλυνται, καὶ ἐν θαλάσσῃ βυθίζονται, καὶ ἐν αἰχμαλωσίᾳ ἁρπάζονται, ὑπόθου μοί τινα οἶκον ἐμπίπρασθαι πυρὶ, καὶ ὃς μὲν σῶσαι ἑαυτὸν βουλόμενος, αἰσθηθεις τοῦ ἐμπρησμοῦ, γυμνὸς ἔφυγε, καταλιπὼν πάντα, καὶ ἑαυτοῦ τὴν ψυχὴν μόνον περιποιήσασθαι βουληθεὶς διεσώθη. Ἄλλος δὲ βουλόμενος λαβεῖν τινα τοῦ οἴκου σκεύη ἢ ἄλλα τινὰ εἰσῆλθεν ἆραι, καὶ ὡς ἔλαβε, κατεκυρίευσε τὸ πῦρ τοῦ οἴκου, καὶ συνέλαβεν αὐτὸν ἔνδον καὶ κατέκαυσεν. Ὁρᾷς, ὅτι ἰδίῳ θελήματι δι' ἀγάπην, τινὰ πρὸς καιρὸν παρ' ἑαυτὸν ἀγαπήσας, ἐν τῷ πυρὶ ἀπώλετο· ὁμοίως πάλιν ἐν τῇ θαλάσσῃ
for the glory of men, another takes pleasure in laxity and negligence, another is bound to garments and rags, another gives himself over to earthly cares, another loves sleep and jesting or filthy talk; for whether one is bound by a small or a great thing of the world, by that he is held fast and is not suffered to look up. For against whatever passion a man does not war nobly, that he loves, and that holds him fast, and weighs him down, and becomes to him a hindrance and a chain, so that his mind does not depart towards God, and please Him, and serving Him alone become useful for the kingdom, and obtain eternal life; for the soul that truly has its impulse towards the Lord draws its love wholly and entirely towards Him, and is bound to Him alone of its own choice, with all its strength, and thence acquires the help of grace, and denies itself, and does not follow the wills of its own mind, because it walks deceitfully with us on account of the indwelling and enticing evil, but surrenders itself wholly to the word of the Lord, and looses itself from every visible bond, as far as is possible of its own will, and gives itself wholly to the Lord, and thus will easily be able to pass through struggles and labours and afflictions. For where one loves, thence one is helped, and thence one is weighed down; if one loves anything of the world, that very thing becomes to him a burden and bonds dragging him down, and not permitting him to ascend above towards God. But if he loves the Lord and His commandments, thence he is helped and thence he is lightened, and all the precepts of the Lord become easy to him by his preserving his love towards Him entirely, and it inclines towards the good, or rather both lightens and eases every war and every affliction, and through divine power cuts through the world, and the powers of malice that ensnare the soul in it and bind it down with snares of manifold desires in the deep of the world, and thus to unwind himself from them through his own faith and great earnestness, and through the help from above, where he has loved, he is counted worthy of the eternal kingdom, having loved which in truth by his own will, and having been helped by the Lord, he does not fall away from eternal life. And that we may show from manifest things how many perish by their own will, and are plunged in the sea, and are carried off into captivity, suppose for me a certain house to be set on fire, and one man wishing to save himself, having perceived the conflagration, fled naked, leaving all things behind, and wishing to preserve his own life alone was saved. Whereas another, wishing to take certain vessels of the house or certain other things, went in to lift them, and when he took them, the fire mastered the house, and caught him within and burned him up. You see that by his own will through love, having loved certain things for a season beside himself, he perished in the fire; likewise again in the sea
Notes, col. 505

On the reading

Printed αἰσθηθεις, for αἰσθηθεὶς.

PG 34:508Read from the page
εἰς στάσιν τινὲς κλύδωνος περιπεσόντες ἐναυάγησαν· καὶ ὃς μὲν γυμνὸς ἀποδυσάμενος εἰσῆλθεν ἐν τοῖς ὕδασιν, ἑαυτὸν μόνον βουλόμενος σῶσαι, καὶ οὕτως ὑπὸ τῶν κυμάτων τυπτόμενος, καὶ ἄνωθεν αὐτῶν ἐπικολυμβῶν, διὰ τὸ ἄλυτον αὐτὸν εἶναι, ἠδυνήθη διεξελθεῖν τὴν πικρὰν θάλασσαν, καὶ οὕτως τὴν ψυχὴν αὐτοῦ περιεποιήσατο. Ἄλλος δὲ, βουλόμενος σῶσαί τι τῶν ἐνδυμάτων αὐτοῦ ἐνόμισε δύνασθαι κολυμβῆσαι καὶ διεξελθεῖν σὺν ἐκείνοις, οἷς ἦρε σὺν ἑαυτῷ, καὶ αὐτὰ ἐκεῖνα ἅπερ ἔλαβε, κατεβάρησαν αὐτὸν, καὶ κατεβάπτισαν ἐν τῷ βυθῷ τῆς θαλάσσης, καὶ ἀπώλετο δι' ὀλίγον κέρδος, μὴ τὴν ἑαυτοῦ ψυχὴν περιποιησάμενος. Ὁρᾷς, ὅτι ἰδίῳ θελήματι αὐτοῦ ἐθανατώθη; πάλιν ὑπόθου μοι ἀκοὴν ἀλλοφύλων ἔρχεσθαι. Καὶ ὃς μὲν ἅμα τῷ ἀκοῦσαι ἔφυγεν εὐθέως, μὴ ἀναβαλλόμενος αὐτὸς γυμνὸς ἐξελθών. Ἄλλος δὲ δυσπιστῶν, ὅτι ἔρχονται οἱ ἐχθροὶ, ἢ θέλων τινὰ τῶν ἰδίων πραγμάτων, καὶ βουλόμενος ἆραι μεθ' ἑαυτοῦ, ἐβράδυνε φυγεῖν. Καὶ ἐπελθόντες οἱ πολέμιοι κατέλαβον αὐτὸν, καὶ ᾐχμαλωτεύσαντο εἰς τὴν τῶν ἀλλοφύλων πατρίδα, κἀκεῖ δουλεύειν κατηνάγκασαν. Ὁρᾷς, ὅτι τῷ ἰδίῳ θελήματι αὐτοῦ διὰ χαύνωσιν καὶ ἀνανδρίαν καὶ ἀγάπην τινὰ πραγμάτων εἰς τὴν αἰχμαλωσίαν ἀπηνέχθη; ὁμοίως καὶ οἱ μὴ ταῖς ἐντολαῖς τοῦ Κυρίου ἐξακολουθοῦντες καὶ ἑαυτοὺς ἀρνούμενοι καὶ μόνον τὸν Κύριον ἀγαπῶντες, ἀλλὰ δεσμοῖς γηΐνοις ἑκουσίως δεσμούμενοι, ἐπελθόντος τοῦ πυρὸς τοῦ αἰωνίου, ὡς εὑρισκόμενοι αἰχμάλωτοι ἀρετῶν, συνδεδεμένοι δὲ μᾶλλον ἐν τῇ ἀγάπῃ τοῦ κόσμου καταβυθ[ισθ]ήσονται, καὶ ὑπὸ τῆς πικρᾶς θαλάσσης τῆς πονηρίας καταβυθίζονται, καὶ ὑπὸ τῆς αἰχμαλωσίας τῶν ἀλλοφύλων, τοῦτ' ἔστι τῶν πνευμάτων τῆς πονηρίας αἰχμαλωτιζόμενοι ἀπόλλυνται. Ει δὲ βούλῃ ἀγάπης ἀπηρτισμένης εὐθύτητα πρὸς Κύριον ἐκ τῶν ἁγίων θεοπνεύστων Γραφῶν καταμαθεῖν, ἴδε τὸν Ἰὼβ, πῶς ἀπεδύσατο πάντα, ὥσπερ εἰπεῖν, ἅπερ ἦν κεκτημένος, τέκνα, κτήματα, ζῶα, παῖδας καὶ τὰ λοιπὰ ὑπάρχοντα, πῶς ἀπεκδυσάμενος ἔφυγε, καὶ διέσωσεν ἑαυτὸν, καὶ αὐτὸν τον χιτῶνα ἀφεὶς καὶ ῥίψας τῷ Σατανᾷ, καὶ μήτε ἐν λόγῳ βλασφημήσας μήτε τῇ καρδίᾳ, μήτε τοῖς χείλεσι φθεγξάμενος ἐνώπιον τοῦ Κυρίου, ἀλλὰ τοὐναντίον εὐλόγησε τὸν Κύριον, εἰπών· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Κἂν ἐνομίζετο γὰρ κεκτῆσθαι πολλὰ, δοκιμασθεὶς ὑπὸ τοῦ Κυρίου, ἐφανερώθη μηδὲν κεκτημένος ἢ μόνον τὸν Θεόν. Ὁμοίως ὁ Ἀβραὰμ κελευσθεὶς ὑπὸ τοῦ Κυρίου ἐξελθεῖν ἐκ τῆς γῆς καὶ ἐκ τῆς συγγενείας καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, εὐθέως, ὥσπερ εἰπεῖν, ἀπεδύσατο πάντα, πατρίδα, γῆν, συγγενεῖς, γονεῖς καὶ ἐξηκολούθησε τῷ λόγῳ τοῦ Κυρίου· εἶτα μεταξὺ πολλῶν δοκιμασιῶν καὶ πειρασμῶν αὐτῷ γινομένων, τοῦτο μὲν τῆς γυναικὸς αὐτοῦ λαμβανομέ-
certain men having fallen into a surging billow were shipwrecked; and one man, stripping himself naked, entered into the waters, wishing to save himself alone, and thus being beaten by the waves, and swimming above them, because he was unencumbered, was able to pass through the bitter sea, and thus preserved his own life. Whereas another, wishing to save some of his garments, supposed that he could swim and pass through with those things which he lifted with himself, and those very things which he took weighed him down, and plunged him in the deep of the sea, and he perished for the sake of a little gain, not preserving his own life. Do you see that he was put to death by his own will? Again suppose for me a report of foreigners coming. And one man, as soon as he heard it, fled straightway, not delaying, going forth naked himself. Whereas another, distrusting that the enemies were coming, or wishing for some of his own goods, and wishing to lift them with himself, delayed to flee. And the enemies coming upon him seized him, and led him captive into the homeland of the foreigners, and there compelled him to serve as a slave. Do you see that by his own will, through laxity and unmanliness and some love of things, he was carried off into captivity? Likewise also those who do not follow after the commandments of the Lord and deny themselves and love the Lord alone, but are willingly bound by earthly bonds, when the eternal fire comes upon them, as being found destitute of virtues, and bound rather in the love of the world, shall be plunged down, and are plunged down by the bitter sea of wickedness, and being taken captive by the captivity of the foreigners, that is, of the spirits of wickedness, they perish. And if you wish to learn thoroughly from the holy God-inspired Scriptures the uprightness of perfected love towards the Lord, see Job, how he stripped off all things, so to speak, which he possessed, children, possessions, beasts, servants and the remaining substance, how having stripped himself he fled, and saved himself, leaving and casting even his tunic itself to Satan, and neither blaspheming in word nor in his heart, nor uttering anything with his lips before the Lord, but on the contrary blessed the Lord, saying: The Lord gave, the Lord has taken away; as it seemed good to the Lord, so also it has come to pass; blessed be the name of the Lord (Job 1:21). For even though he was supposed to possess many things, when tested by the Lord, he was manifested as possessing nothing save God alone. Likewise Abraham, having been commanded by the Lord to go forth out of his land and out of his kindred and out of the house of his father, straightway, so to speak, stripped off all things, homeland, land, kinsfolk, parents, and followed after the word of the Lord; then, amidst many trials and temptations happening to him, on the one hand when his wife was taken
Notes, col. 508

On the reading

Printed Ει, for Εἰ.

Printed τον, for τὸν.

PG 34:509Read from the page
νης, τοῦτο δὲ ἐπὶ ξένης διάγων, καὶ ἀδικούμενος, καὶ διὰ πάντων ἀποδειχθεὶς, ὅτι Θεὸν μόνον ἀγαπᾷ ὑπὲρ πάντα· ὕστερον ἐπεὶ δι' ἐπαγγελίας καὶ δι' ἐτῶν πολλῶν μονογενῆ υἱὸν κατὰ πολλὴν ἐπιθυμίαν ἐκτήσατο, αἰτηθεὶς τοῦτον εἰς θυσίαν προθύμως δι' ἑαυτοῦ ἀναφέρειν, ἀποδυσάμενος ἑαυτὸν καὶ ἀληθῶς ἀρνησάμενος· ἀπέδειξε γὰρ, ὅτι παρὲκ Θεοῦ ἄλλο τι οὐκ ἠγάπησε διὰ τῆς τοῦ μονογενοῦς προσκομιδῆς. Εἰ γὰρ ἐκεῖνον προθύμως ἀπεδύσατο, πόσῳ μᾶλλον, εἰ τὰ λοιπὰ αὐτοῦ ὑπάρχοντα ἐκελεύσθη ἐᾶσαι ἢ πένησιν ὑφ' ἓν διανεῖμαι, ἑτοίμως καὶ προθύμως ἂν ἐποίησεν ! Ὁρᾷς ἀγάπης ἀπηρτισμένης ἐκ θελήματος πρὸς Κύριον εὐθύτητα ; οὕτως καὶ οἱ τούτων συγκληρονόμοι γενέσθαι βουλόμενοι παρὲκ Θεοῦ οὐδὲν ὀφείλουσιν ἀγαπῆσαι, ἵνα, ὅταν δοκιμασθῶσι, χρήσιμοι καὶ δόκιμοι εὑρεθῶσι, τελείαν τὴν ἀγάπην αὐτῶν πρὸς Κύριον ἀποσώζοντες. Οἱ τοιοῦτοι ἕως τέλους διεξελθεῖν τὸν ἀγῶνα δυνήσονται, οἱ ἐκ θελήματος Θεὸν μόνον ἀγαπήσαντες πάντοτε, καὶ πάσης ἀγάπης κόσμου ἑαυτοὺς λελυκότες. Ὀλίγοι δὲ σφόδρα εὑρίσκονται οἱ τοιαύτην ἀγάπην ἀναλαβόντες, καὶ πάσας τὰς τοῦ κόσμου ἡδονὰς καὶ ἐπιθυμίας ἀποστρεφόμενοι, καὶ μακροθύμως τὰς ἐπαναστάσεις καὶ πειρασμοὺς τοῦ πονηροῦ ὑπομένοντες· μὴ γὰρ, ἐπειδὴ πολλοὶ ποταμοὺς παρερχόμενοι παρασύρονται ὑπὸ τῶν ὑδάτων, οὐκ εἰσὶν οἱ διαπερῶντες τοὺς θολεροὺς ποταμοὺς τῶν τοῦ κόσμου ἐπιθυμιῶν παντοδαπῶν, καὶ ποικίλων πειρασμῶν τῶν πνευμάτων τῆς πονηρίας ; καὶ ἐπειδὴ πολλὰ πλοῖα ἐν τῇ θαλάσσῃ καλυπτόμενα ὑπὸ τῶν κυμάτων βυθίζεται, οὐκ εἰσὶ διαπερῶντα, καὶ ἐπάνω τῶν κυμάτων διοδεύοντα, καὶ εἰς λιμένα εἰρήνης καταντήσαντα ; διὰ τοῦτο πίστεως πολλῆς καὶ μακροθυμίας καὶ ἀγῶνος καὶ ὑπομονῆς καὶ πόνων καὶ πείνης καὶ δίψης εἰς τὸ ἀγαθὸν καὶ ὀξύτητος καὶ ἀναιδείας καὶ διακρίσεως καὶ συνέσεως πάντοτε χρεία· οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων ἄνευ καμάτων καὶ ἀγώνων καὶ ἱδρώτων ἐπιτυχεῖν βασιλείας βούλονται· ὅπερ ἀδύνατόν ἐστι. Ὥσπερ οὖν ἐν κόσμῳ ἀπέρχονταί τινες ἄνδρες πρός τινα πλούσιον ἐργάσασθαι εἰς θέρος ἢ εἰς ἕτερον ἔργον, ὅπως πορίσωνται, ἃ χρήζουσιν ἔχειν εἰς τὴν διατροφὴν αὐτῶν· εἰσὶ δέ τινες ἐν αὐτοῖς ὀκνηροὶ καὶ ἀργοὶ, μὴ κάμνοντες δὲ οὕτως, μήτε ἁρμοζόντως ἐργαζόμενοι· οὗτοι μηδὲν κοπιάσαντες, μήτε καμόντες εἰς τὸν οἶκον τοῦ πλουσίου, βούλονται τὸν μισθὸν ἐξ ἴσου λαβεῖν τοῖς ἀνδρείως καὶ ὀξέως καὶ ὅλῃ αὐτῶν καμοῦσιν ἰσχύϊ, ὡς ἤδη τὸ αὐτῶν ἔργον πεποιηκότες· τὸν αὐτὸν τρόπον ἐπὰν ἀναγινώσκομεν τὰς Γραφὰς, πῶς ὁ δεῖνα δίκαιος εὐηρέστησε τῷ Θεῷ, πῶς φίλος καὶ συνόμιλος Θεοῦ γέγονε, καὶ πάντες δὲ οἱ πατέρες πῶς φίλοι καὶ κληρονόμοι Θεοῦ γεγόνασι, πόσας θλίψεις ὑπέμειναν, πόσα διὰ τὸν Θεὸν ἔπαθον, πόσα ἠνδραγάθησαν καὶ ἠγωνίσαντο, μακαρίζομεν αὐτοὺς, καὶ τῶν ἴσων αὐτοῖς δωρεῶν καὶ ἀξιωμάτων τυχεῖν βουλόμεθα, καὶ ἐπιθυμοῦμεν προθύμως λαβεῖν
and on the other hand living in a strange land, and being wronged, and proved through all things that he loveth God alone above all things; afterwards, when through promise and after many years he acquired an only-begotten son according to great desire, being asked to offer him up eagerly by himself for a sacrifice, stripping himself and truly denying himself; for he showed that besides God he loved nothing else through the offering of his only-begotten. For if he eagerly stripped himself of him, how much more, if he had been commanded to leave the rest of his possessions or to distribute them all at once to the poor, would he readily and eagerly have done so! Dost thou see the uprightness towards the Lord of a love perfected out of will? Thus also those who wish to become fellow-heirs with these ought to love nothing besides God, so that, when they are proved, they may be found useful and approved, preserving their love towards the Lord perfect. Such men will be able to pass through the contest even to the end, having always loved God alone out of will, and having loosed themselves from all love of the world. Yet very few are found who have taken up such love, and turn away from all the pleasures and desires of the world, and patiently endure the uprisings and temptations of the evil one; for is it the case that, because many in passing through rivers are swept away by the waters, there are none who cross over the turbid rivers of the manifold desires of the world, and of the varied temptations of the spirits of wickedness? And because many ships in the sea, covered by the waves, are sunk, are there none that cross over, and make their way above the waves, and arrive at a haven of peace? Therefore there is always need of much faith, and long-suffering, and striving, and endurance, and labours, and hunger and thirst for the good, and keenness, and importunity, and discernment, and understanding; for most men wish to attain the kingdom without toils and struggles and sweat; which is impossible. Just as in the world, therefore, certain men go off to some rich man to work at harvest or at some other work, that they may procure the things which they need to have for their sustenance; and there are some among them slothful and idle, neither toiling thus nor working fittingly; these, having laboured nothing nor toiled for the house of the rich man, wish to receive the wages equally with those who have toiled bravely and keenly and with all their strength, as though they had already done their work; in the same way, whenever we read the Scriptures, how such a righteous man was well-pleasing to God, how he became a friend and companion of God, and how all the fathers too became friends and heirs of God, how many afflictions they endured, how many things they suffered for God's sake, how many brave deeds they wrought and how much they strove, we call them blessed, and wish to attain the same gifts and dignities as they, and desire eagerly to receive
PG 34:512Read from the page
τὰ ἔνδοξα ἐκεῖνα χαρίσματα, ὑπερβαίνοντες αὐτῶν τοὺς πόνους, καὶ ἀγῶνας, καὶ τὰς θλίψεις, καὶ τὰ παθήματα, καὶ τὰς μὲν τιμὰς αὐτῶν, καὶ τὰ ἀξιώματα, οἷα ἀπὸ Θεοῦ κέκτηνται, προθύμως λαβεῖν θέλομεν, τοὺς δὲ καμάτους καὶ πόνους καὶ ἀγῶνας αὐτῶν οὐ καταδεχόμεθα. Λέγω δέ σοι, ὅτι τοῦτο πᾶς τις ἄνθρωπος ἐπιθυμεῖ καὶ θέλει, καὶ πόρναι καὶ τελῶναι καὶ ἄδικοι ἄνθρωποι, εὐκόλως ἄνευ κόπων καὶ ἀγώνων τυχεῖν βασιλείας· ἀλλὰ διὰ τοῦτο ἐν μέσῳ πειρασμοὶ, καὶ δοκιμασίαι πολλαὶ, καὶ θλίψεις, καὶ ἀγῶνες, καὶ ἱδρῶτες πρόκεινται, ἵνα φανεροὶ γένωνται, τίνες ἐξ ἀληθείας ἕως θανάτου ἐλθόντες ἐξ ὅλης προαιρέσεως καὶ δυνάμεως τὸν Κύριον μόνον ἠγάπησαν, καὶ οὐδὲν ἕτερον σὺν τῇ πρὸς αὐτὸν ἀγάπῃ περιπόθητον ἔσχον. Διὸ καὶ δικαίως εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσέρχονται, ἀρνησάμενοι ἑαυτοὺς κατὰ τὸν τοῦ Κυρίου λόγον, καὶ παρὰ τὴν ἰδίαν πνοὴν τὸν Κύριον μόνον ἠγαπηκότες· διὸ καὶ ἄκροις δώροις οὐρανίοις τὴν ἄκραν ἀγάπην αὐτῶν ἀμειφθήσονται. Εἰς γὰρ τὰς θλίψεις, καὶ τὰ παθήματα, καὶ ὑπομονὴν, καὶ πίστιν ἐγκεκρυμμέναι εἰσὶν αἱ ἐπαγγελίαι, καὶ ἡ δόξα, καὶ ἡ τῶν ἐπουρανίων ἀγαθῶν ἀποκατάστασις, ὥσπερ ἐν τῷ ῥιπτομένῳ σίτῳ εἰς τὴν γῆν ὁ καρπὸς ἢ δένδρῳ ἐπικεντριζομένῳ διὰ σήψεώς τινος καὶ ἀτιμίας διερχομένῳ. Καὶ τότε τοῦ ἐνδύματος τὴν εὐπρέπειαν καὶ τὴν δόξαν καὶ τὸν πολυπλασιάζοντα καρπὸν ἀπεδείχθησαν ἔχειν, ὡς καὶ ὁ Ἀπόστολος· Διὰ πολλῶν θλίψεων, φησὶ, δυνάμεθα εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ ὁ Κύριος· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Καὶ πάλιν· Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε. Πόνου γὰρ, καὶ σπουδῆς, καὶ νήψεως, καὶ πολλῆς προσοχῆς χρεία, καὶ ὀξύτητος, καὶ ἀναιδείας ἐν τῇ πρὸς Κύριον αἰτήσει, εἰς τὸ δυνηθῆναι διεξελθεῖν τὰς τῶν γηΐνων ἐπιθυμίας, παγίδας, καὶ βρόχους τῶν ἡδονῶν, καὶ καταιγίδας τοῦ κόσμου, καὶ τὰς τῶν πονηρῶν πνευμάτων ⟨…⟩ νήψει καὶ γοργότητι πίστεως καὶ ἀγάπης οἱ ἅγιοι ⟨…⟩ Πνεύματος δύναμιν ἐν ταῖς ψυχαῖς ἑαυτῶν ἐντεῦθεν ἐκτή⟨…⟩ Ὁ γὰρ μακάριος ἀπόστολος Παῦλος περὶ τούτου τοῦ ἐπου⟨…⟩ Πνεύματος διηγούμενος, καὶ τὴν ὑπερβολὴν τῶν θλίψεων ⟨…⟩ ἕκαστος ζητεῖν ἐντεῦθεν.] Καὶ τί ὀφείλει κτήσασθαι, λέγει· ⟨…⟩ σκηνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν ⟨…⟩
those glorious gifts, passing over their labours, and struggles, and afflictions, and sufferings; and their honours and dignities, such as they have acquired from God, we eagerly wish to receive, whereas their toils and labours and struggles we do not accept. Yet I say to thee that every man desireth and willeth this, even harlots and publicans and unjust men, easily without labours and struggles to attain the kingdom; but on this account temptations, and many trials, and afflictions, and struggles, and sweat are set in the midst, that it may become manifest who in truth, coming even unto death, out of their whole purpose and strength have loved the Lord alone, and have held nothing else desirable alongside their love towards Him. Wherefore also they justly enter into the kingdom of the heavens, having denied themselves according to the word of the Lord, and having loved the Lord alone beyond their own breath; wherefore also with supreme heavenly gifts shall they be repaid for their supreme love. For in afflictions, and sufferings, and endurance, and faith are hidden the promises, and the glory, and the restoration of heavenly good things, just as the fruit is in the grain cast into the earth, or in a grafted tree passing through a certaindecay and dishonour. And then they were shown to have the comeliness of the garment and the glory and the multiplying fruit, as also the Apostle saith: Through many afflictions we are able to enter into the kingdom of the heavens (Acts 14:21); and the Lord: In your endurance win your souls (Luke 21:19). And again: In the world ye shall have affliction (John 16:33). For there is need of labour, and zeal, and sobriety, and much attention, and keenness, and importunity in petition towards the Lord, so as to be able to pass through the desires of earthly things, the snares and nooses of pleasures, and the storms of the world, and the ⟨…⟩ of wicked spirits ⟨…⟩ sobriety and swiftness of faith and love the saints ⟨…⟩ power of the Spirit in their own souls from hence they ac⟨…⟩ For the blessed apostle Paul, recounting concerning this hea⟨…⟩ of the Spirit, and the excess of the afflictions ⟨…⟩ each one to seek from hence.] And what he ought to acquire, he saith: ⟨…⟩ of the tabernacle be dissolved, we have a building from God ⟨…⟩
Ζʹ. Ὀφείλει οὖν ἕκαστος ἀγωνίσασθαι, καὶ σπουδάσαι διὰ πασῶν ἀρετῶν, καὶ πιστεῦσαι, ἐντεῦθεν κτήσασθαι τὸν οἶκον ἐκεῖνον. Ἐὰν γὰρ καταλυθῇ ἡμῶν ὁ οἶκος τοῦ σώματος, οὐκ ἔχομεν ἄλλον οἶκον, εἰς ὃν καταλύσει ἡμῶν ἡ ψυχή. Εἴγε, φησὶ, καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα, τουτέστιν ἀπὸ τῆς κοινωνίας καὶ ἀνακράσεως τοῦ ἁγίου Πνεύματος, εἰς ἣν μόνον ἡ πιστὴ ψυχὴ ἀναπαύεσθαι δύναται. Διὰ τοῦτο γὰρ οἱ ὄντες ἐν ἀληθείᾳ καὶ δυνάμει Χριστιανοὶ θαρροῦσι καὶ χαίρουσιν ἐξερχόμενοι τῆς σαρκὸς, ὅτι ἔχουσιν ἐκεῖνον τὸν οἶκον τὸν ἀχειροποίητον, ὅς ἐστιν οἶκος, ἡ οἰκοῦσα ἐν αὐτοῖς
VII. Each one, therefore, ought to contend, and to be zealous through all virtues, and to believe, to acquire from hence that house. For if our house of the body be dissolved, we have no other house in which our soul shall lodge. If so be, he saith, that being also clothed we shall not be found naked (2 Cor. 5:3), that is, from the communion and commingling of the Holy Spirit, in which alone the faithful soul is able to rest. For on this account those who are in truth and power Christians are confident and rejoice in departing from the flesh, because they have that house not made with hands, which is a house, the indwelling in them
Notes, col. 512

On the reading

Printed σκηνους, for σκήνους.