τῆς παρουσίας τοῦ Κυρίου ἐν τῇ ἀναστάσει τῶν νεκρῶν, καὶ ὧδε γίγνεται, τοῦ ἁγίου Πνεύματος καθεσθέντος ἐν τοῖς θρόνοις τῶν νοημάτων αὐτῶν. Ἀλλὰ καὶ τὰ διαδήματα, ἅπερ λαμβάνουσιν οἱ Χριστιανοὶ ἐν ἐκείνῳ τῷ αἰῶνι, οὐκ εἰσὶ κτίσματα. Καὶ οἱ λέγοντες, κακῶς λέγουσιν. Ἀλλὰ ταῦτα τὸ πνεῦμα μεταμορφούμενον ὑποδεικνύει. Τί λέγει ὁ ἀπόστολος Παῦλος περὶ τῆς Ἱερουσαλὴμ τῆς ἐπουρανίου ; ὅτι Αὐτή ἐστι μήτηρ πάντων ἡμῶν, ᾗ συνομολογοῦμεν. Περὶ δὲ τοῦ ἐνδύματος, ὃ φοροῦσιν οἱ Χριστιανοὶ, δηλονότι αὐτὸ τὸ Πνεῦμα ἀμφιάζει αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, εἰς τοὺς αἰῶνας. Ἀμήν.
the coming of the Lord in the resurrection of the dead, here also it taketh place, when the Holy Spirit hath sat down upon the thrones of their perceptions. Moreover, the diadems also, which Christians receive in that age, are not created things. And those who say so speak ill. Rather, these things show the spirit transformed. What saith the apostle Paul concerning the heavenly Jerusalem? That she is the mother of us all (Gal. 4:26), with whom we confess together. And concerning the garment which Christians wear, clearly the Spirit Himself clotheth them into the name of the Father and of the Son and of the Holy Spirit, for ever. Amen.
Αʹ. Ὥσπερ ἐάν τις εἰσέλθῃ εἰς οἴκους βασιλικοὺς, καὶ ἴδῃ τὰς ἐκεῖ ἱστορίας καὶ τὰ κάλλη, ἀλλαχοῦ θησαυροὺς ἀποκειμένους, καὶ ἀλλαχοῦ ἄλλὰ, καὶ ἀνακλιθῇ μετὰ τοῦ βασιλέως, καὶ παρατεθῇ αὐτῷ ἐδέσματα καὶ πόματα ἡδύτατα, καὶ ἀναπαῇ παντοίως εἰς τὰς θεωρίας καὶ τὰ κάλλη· μετὰ ταῦτα δὲ ἀποσπασθῇ ἐκεῖθεν, καὶ εὑρεθῇ εἰς δυσώδεις τόπους ἀπαχθείς· ἢ ὥσπερ ἐάν τις ὡραιοτέρα κόρη, καὶ σοφωτέρα, καὶ πλουσιωτέρα ὑπὲρ πάσας, λάβῃ δὲ ἄνδρα πενιχρὸν, ταπεινὸν, καὶ δυσειδῆ, ἐνδεδυμένον ῥακώδη, καὶ ἀποδύσῃ αὐτὸν τὰ ῥυπαρὰ ἐνδύματα, καὶ ἐνδύσῃ βασιλικὴν ἐσθῆτα, καὶ ἐπιθῇ αὐτῷ διάδημα, καὶ γένηται αὐτῷ κοινωνική· λοιπὸν ἄρχεται ὁ πτωχὸς ἐκεῖνος πτοεῖσθαι καὶ λέγειν· Ἐμοὶ τῷ ταλαιπώρῳ, καὶ πτωχῷ, καὶ μετρίῳ, καὶ ταπεινῷ τοιαύτη κοινωνικὴ ἐδόθη ; οὕτω καὶ ὁ Θεὸς τῷ ταλαιπώρῳ καὶ ταπεινῷ ἀνθρώπῳ ἐποίησεν. Ἔγευσεν αὐτὸν ἄλλου αἰῶνος, ἄλλης τροφῆς ἡδυτάτης· ἔδειξεν αὐτῷ δόξας, καὶ κάλλη βασιλικὰ ἄρρητα, ἐπουράνια· καὶ λοιπὸν συγκρίνων ἐκεῖνα τὰ πνευματικὰ τοῖς τοῦ αἰῶνος τούτου, πάντα ἀποβάλλει, εἴτε βασιλέα βλέπει, εἴτε δυνάστας, εἴτε σοφοὺς, θησαυρὸν τὸν οὐράνιον ἀποβλέπων. Ἐπειδὴ γὰρ ὁ Θεὸς ἀγάπη ἐστὶν, ἐδέξατο τὸ οὐράνιον καὶ θεῖον πῦρ τοῦ Χριστοῦ, καὶ ἀνεπάη, καὶ ἐχάρη, καὶ ἐκεῖ ἐστιν ἀποδεδεμένος.
I. Just as if someone should enter into royal palaces, and see the pictures there and the beauties, in one place treasures laid up, and in another place other things, and should recline at table with the king, and most sweet foods and drinks should be set before him, and he should take his rest in every way in the spectacles and the beauties; and after these things he should be torn away from thence, and be found led away into foul-smelling places; or just as if some maiden more comely, and wiser, and wealthier above all others, should yet take a poor, lowly, and unsightly man, clad in rags, and should strip him of his filthy garments, and clothe him in royal raiment, and set a diadem upon him, and become a partner to him; thereupon that beggar beginneth to be amazed and to say: To me, wretched, and poor, and mean, and lowly, hath such a partner been given? So also hath God done to wretched and lowly man. He hath given him a taste of another age, of another most sweet food; He hath shown him glories, and royal beauties ineffable, heavenly; and henceforth comparing those spiritual things with the things of this age, he casteth all things away, whether he looketh upon a king, or potentates, or wise men, looking away unto the heavenly treasure. For since God is love, he hath received the heavenly and divine fire of Christ, and hath found rest, and rejoiced, and there is he bound fast.
Ἀπόκρισις. Εἰ ὁ ἥλιος οὗτος κτίσμα ὢν, καταλάμπων εἰς τόπους βορβορώδεις, οὐ βλάπτεται, πόσῳ μᾶλλον τὸ θεῖον, συνὸν τῷ Σατανᾷ, οὔτε ῥυποῦται, οὔτε μιαίνεται ; ἐπέτρεψε δὲ εἶναι τὸ κακὸν εἰς γυμνασίαν τῶν ἀνθρώπων· πλὴν τὸ κακὸν ἐσκότωται καὶ τετύφλωται, καὶ οὐ δύναται ἰδεῖν τὸ καθαρὸν καὶ λεπτὸν τοῦ Θεοῦ. Εἰ δὲ λέγει τις, ἴδιον τόπον ἔχειν τὸν Σατανᾶν, καὶ ἴδιον τὸν Θεὸν, ποιεῖ αὐτὸν καὶ περίγραπτον εἰς ἐκεῖνον τὸν τόπον ἔνθα κατοικεῖ ὁ Πονηρός. Πῶς δὲ λέγομεν τὸ ἀγαθὸν ἀπερίγραπτον εἶναι, καὶ ἀκατάληπτον, καὶ τὰ πάντα ἐν αὐτῷ εἶναι, καὶ
Answer. If this sun, being a created thing, shining down into miry places, is not harmed, how much more is the Divine, when present with Satan, neither defiled nor polluted? Yet He permitted evil to exist for the exercise of men; nevertheless evil is darkened and blinded, and is unable to see that which is pure and subtle of God. But if anyone saith that Satan hath his own place, and God His own, he maketh Him also circumscribed at that place where the Evil One dwelleth. How then do we say that the Good is uncircumscribed, and incomprehensible, and that all things are in Him, and