PG 34:489Read from the pageἁμαρτίας δεχόμενος. Οὕτω γάρ φησι· Χαρὰ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· καὶ πάλιν· Οὐκ ἔστι θέλημα τοῦ Πατρός μου, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων. Εἰ δέ τις τῆς χρηστότητος καὶ μακροθυμίας τοῦ Θεοῦ πολλῆς ἐπικειμένης ἐπ' αὐτῷ, μὴ ἐπεξερχομένου εἰς ἄμυναν τοῖς κατὰ μέρος τῶν ἁμαρτημάτων προσκόμμασιν, εἴτε κρυπτοῖς, εἴτε φανεροῖς, ὁρῶντος καὶ ἡσυχάζοντος ὡς εἰς μετάνοιαν ἐκδεχομένου τοῦ Θεοῦ, αὐτὸς εἰς καταφρόνησιν πολλὴν ἐλθὼν, ἁμαρτήματα προστίθησιν ἐπὶ ἁμαρτήματα, καὶ ῥᾳθυμίαν ἐπὶ ῥᾳθυμίαν συνάπτει, καὶ πρόσκομμα ἐπὶ πρόσκομμα οἰκοδομεῖ, πληροῖ τοὺς ὅρους τῶν ἁμαρτιῶν, καὶ εἰς τοσοῦτον λοιπὸν πρόσκομμα ἔρχεται, ἐξ οὗ οὐκέτι δύναται ἀνανεῦσαι, ἀλλὰ συντρίβεται καὶ εἰς τέλος τῷ πονηρῷ παραδοθεὶς ἀπόλλυται.
sin. For thus He says: There is joy over one sinner who repents (Luke 15:10); and again: It is not the will of My Father that one of these little ones, the least, should perish (Matt. 18:14). But if anyone, while the great kindness and long-suffering of God rests upon him, and God does not proceed to vengeance for the particular stumblings of his sins, whether hidden or manifest, seeing and keeping silence as God awaits repentance, comes himself into great contempt, adds sins upon sins, and joins slothfulness upon slothfulness, and builds stumbling-block upon stumbling-block, he fills up the bounds of sins, and comes finally into so great a stumbling-block, out of which he can no longer lift up his head, but is crushed and, delivered over utterly to the evil one, perishes.
ΚΒʹ. Οὕτως ἐπὶ Σοδόμων γέγονε. Πολλὰ γὰρ ἁμαρτάνοντες καὶ οὐκ ἐπιστρέφοντες, ὕστερον οὕτω προσέκοψαν ἐπὶ τῇ τῶν ἀγγέλων κακῇ βουλῇ, ἀῤῥενοκοιτίαν εἰς αὐτοὺς ἐργάσασθαι θελήσαντες, ὥστε μηκέτι αὐτοὺς ἔχειν μετάνοιαν, ἀλλ' εἰς τέλος ἀπεδοκιμάσθησαν. Ἀνεπλήρωσαν γὰρ τὸν ὅρον τῶν ἁμαρτιῶν, καὶ ὑπερέβησαν· διὸ καὶ πυρίκαυστοι ὑπὸ τῆς θείας δίκης γεγόνασιν· οὕτως καὶ ἐπὶ Νῶε γέγονε, προσκόπτοντες πολλὰ καὶ μετανοοῦντες, εἰς τηλικαῦτα ἁμαρτήματα ἔφθασαν, ὥστε εἰς τέλος πᾶσαν τὴν γῆν καταφθαρῆναι. Οὕτως καὶ ἐπὶ τῶν Αἰγυπτίων πολλὰ προσκοψάντων, καὶ εἰς τὸν λαὸν τοῦ Θεοῦ ἁμαρτησάντων, ἐχρηστεύετο ὁ Θεὸς μὴ τοιαύτας αὐτοῖς μάστιγας ἐπιφέρειν, ὥστε εἰς τέλος αὐτοὺς διαφθεῖραι· ἀλλ' εἰς παιδείαν, καὶ ἐπιστροφὴν, καὶ μετάνοιαν ἔφερεν αὐτοῖς ἐκείνας τὰς μικρὰς πληγὰς τῶν μαστίγων, μακροθυμῶν, καὶ εἰς μετάνοιαν αὐτοὺς ἐκδεχόμενος. Οἱ δὲ, πολλὰ ἁμαρτήσαντες εἰς τὸν λαὸν τοῦ Θεοῦ, καὶ ἐπιστρέφοντες, καὶ πάλιν μεταμελόμενοι, καὶ εἰς τὴν ἀρχαίαν ἀπιστίαν τῆς κακῆς προαιρέσεως καθιστάμενοι, καὶ τὸν λαὸν τοῦ Θεοῦ καταπονήσαντες, ὕστερον, ὅτε διὰ θαυμασίων πολλῶν ὁ Θεὸς τὸν λαὸν ἐξ Αἰγύπτου διὰ Μωσέως ἐξέβαλε, μέγα προσέκοψαν, καταδιώξαντες ὀπίσω τοῦ λαοῦ τοῦ Θεοῦ. Διὸ καὶ εἰς τέλος ἡ θεία δίκη τούτους ἀνήλωσε καὶ διέφθειρε, καὶ ἐν τοῖς ὕδασι κατεπόντισε, μηδὲ τῆς ὁρωμένης ζωῆς ἀξίους κρίνασα.
22. Thus it happened in the case of Sodom. For sinning much and not turning back, at last they stumbled in such a way in their evil counsel against the angels, wishing to work male intercourse upon them, that they no longer had repentance, but were utterly rejected. For they filled up the bound of sins, and overstepped it; wherefore also they became burnt with fire by the divine justice; thus also it happened in the days of Noah: stumbling much and repenting, they reached such great sins that utterly all the earth was destroyed. Thus also in the case of the Egyptians, when they stumbled much and sinned against the people of God, God dealt kindly in not bringing upon them such scourges as to destroy them utterly; but for chastening, and turning back, and repentance He brought upon them those small strokes of the scourges, being long-suffering, and awaiting them unto repentance. But they, having sinned much against the people of God, and turning back, and again regretting it, and settling back into the ancient unbelief of their evil purpose, and having worn down the people of God, at last, when through many wonders God brought out the people from Egypt through Moses, stumbled greatly, pursuing after the people of God. Wherefore also at the end the divine justice consumed and destroyed them, and drowned them in the waters, judging them unworthy even of this visible life.
ΚΓʹ. Ὁμοίως ὁ Ἰσραὴλ, ὡς προείρηται, πολλὰ προσκόπτων καὶ ἁμαρτάνων, τοὺς προφήτας τοῦ Θεοῦ ἀποκτείνων, καὶ ἄλλα πολλὰ κακὰ ποιῶν, ἐπεὶ ὁ Θεὸς ἐμακροθύμει ἡσυχάζων, καὶ εἰς μετάνοιαν αὐτοὺς ἐκδεχόμενος, ἔσχατον οὕτω προσέκοψαν, ὅθεν συντριβέντες οὐκέτι ἠγέρθησαν. Εἰς τὸ Δεσποτικὸν γὰρ ἀξίωμα τὰς ἑαυτῶν χεῖρας ἐπέβαλον. Διὸ καὶ εἰς τέλος καταλειφθέντες ἀπεβλήθησαν, καὶ ἤρθη ἀπ' αὐτῶν ἡ προφητεία, καὶ ἡ ἱερατεία, καὶ ἡ λατρεία, καὶ ἐδόθη τοῖς πιστεύσασιν ἔθνεσιν, ὥς φησιν ὁ Κύριος· Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Μέχρι γὰρ τότε ἠνείχετο αὐτῶν, καὶ ὁ Θεὸς ἐμακροθύμει, καὶ οὐκ ἀφίστατο σπλαγχιζόμενος ἐπ' αὐτούς· ὅτι δὲ ἀν-
23. Likewise Israel, as has been said before, stumbling much and sinning, killing the prophets of God, and doing many other evils, while God was long-suffering, keeping silence and awaiting them unto repentance, at the last stumbled in such a way, whence having been crushed they rose no more. For upon the Master's dignity they laid their own hands. Wherefore also, having been forsaken utterly, they were cast away, and prophecy, and the priesthood, and the service of worship were taken away from them, and given to the nations that believed, as the Lord says: The kingdom shall be taken away from you, and shall be given to a nation producing the fruits thereof (Matt. 21:43). For until then He bore with them, and God was long-suffering, and did not depart, being moved with compassion towards them; but because they
Notes, col. 489
On the reading
Printed σπλαγχιζόμενος, for σπλαγχνιζόμενος.
PG 34:492Read from the pageεπλήρωσαν τὸν ὅρον τῶν ἁμαρτιῶν, καὶ ὑπερεπλεόνασαν, εἰς τὸ Δεσποτικὸν ἀξίωμα τὰς χεῖρας αὐτῶν ἐπιβαλόντες, εἰς τέλος ὑπὸ τοῦ Θεοῦ κατελείφθησαν.
filled up the measure of their sins, and abounded exceedingly, laying their hands upon the Lordly dignity, they were finally forsaken by God.
ΚΔʹ. Ταῦτα δὲ διὰ πλειόνων διεξήλθομεν, ἀγαπητοὶ, ἀπὸ Γραφικῶν ἐννοιῶν συνιστῶντες, τὸ δεῖν ἡμᾶς ἐπιστρέφειν τάχιον, καὶ σπεύδειν πρὸς τὸν Κύριον χρηστευόμενον καὶ ἐκδεχόμενον ἡμᾶς ἀπὸ πάσης πονηρίας καὶ προλήψεως κακῆς τελείως ἀναχωροῦντας, καὶ ἐπιστρέφοντας μετὰ πολλῆς χαρᾶς προσδεχόμενον, ἵνα μὴ ἐπαυξήσῃ ἡ καταφρόνησις ἡμῶν ἡμέραν ἐξ ἡμέρας, καὶ τὰ προσκόμματα τιθέμενα πλεονάσῃ εἰς ἡμᾶς, καὶ διὰ τοῦτο τὴν ὀργὴν τοῦ Θεοῦ ἐπενέγκωμεν ἑαυτοῖς. Σπουδάσωμεν τοίνυν ἐπιστραφέντες ἐν ἀληθινῇ καρδίᾳ προσελθεῖν αὐτῷ, μὴ ἀπελπίζοντες τὴν σωτηρίαν, ὅπερ καὶ αὐτὸ τῆς κακίας καὶ πανουργίας τυγχάνει, ὑπομνήσει προλαβουσῶν ἁμαρτιῶν, εἰς ἀπελπισμὸν φερουσῶν τὸν ἄνθρωπον, καὶ εἰς χαύνωσιν καὶ ὀλιγωρίαν, καὶ ῥᾳθυμίαν· ἵνα μὴ ἐπιστρέψας καὶ προσελθὼν τῷ Κυρίῳ, σωτηρίας τύχῃ, πολλῆς χρηστότητος τοῦ Κυρίου ἐπικειμένης τῷ ἀνθρωπίνῳ γένει.
24. And these things we have gone through at length, beloved, establishing from Scriptural conceptions that we ought to return more speedily, and hasten towards the Lord Who shows kindness and awaits us when we withdraw completely from all wickedness and evil preoccupation, and Who receives with great joy those who return, lest our contempt increase day by day, and the stumbling-blocks set before us multiply against us, and through this we bring the wrath of God upon ourselves. Let us be eager therefore, having turned back, to approach Him with a true heart, not despairing of salvation, which very thing also belongs to malice and cunning, through the remembrance of former sins bringing man into despair, and into laxity and negligence, and sloth; so that he may not, by turning back and approaching the Lord, obtain salvation, even though the great kindness of the Lord rests upon the human race.
ΚΕʹ. Εἰ δὲ ὥσπερ δύσκολον ἡμῖν καταφαίνεται, καὶ ἀδύνατον ἐκ πολλῶν ἁμαρτημάτων ἐπιστρέψαι, ὡς προειλημμένους, ὅπερ, ὡς προειρήκαμεν, ὑπόθεσις τυγχάνει τῆς κακίας, καὶ τῆς σωτηρίας ἡμῶν ἐμπόδιον· μνημονεύσωμεν καὶ ἀπίδωμεν, πῶς ὁ Κύριος ἐπιδημήσας τῇ ἀγαθότητι αὐτοῦ τυφλοὺς ἀναβλέψαι ἐποίησε, παραλυτικοὺς ἐθεράπευσε, πᾶσαν νόσον ἰάσατο, νεκροὺς τοὺς εἰς διαφθορὰν καὶ ἀφανισμὸν ἤδη τυγχάνοντας ἀνέστησε, κωφοὺς ἀκοῦσαι πεποίηκε, λεγεῶνα δαιμόνων ἀπὸ ἑνὸς ἀνθρώπου ἐξέβαλε, καὶ εἰς σωφροσύνην κατέστησε τὸν εἰς τοσαύτην μανίαν κεχωρηκότα. Πόσῳ οὖν μᾶλλον ψυχὴν ἐπιστρέφουσαν πρὸς αὐτὸν, καὶ παρ' αὐτοῦ τὸ ἔλεος ἐπιζητοῦσαν, καὶ δεομένην τῆς αὐτοῦ βοηθείας, οὐκ ἐπιστρέψει, καὶ εἰς εὐφροσύνην ἀπαθείας, καὶ κατάστασιν πάσης ἀρετῆς, καὶ νοὸς ἀνακαινισμὸν ἐνεγκεῖ, καὶ μεταβαλεῖ εἰς ὑγιότητα, καὶ ἀνάβλεψιν διανοίας, καὶ λογισμῶν εἰρήνην, ἀπὸ τῆς τυφλώσεως, καὶ κωφώσεως τῆς ἀπιστίας καὶ ἀγνωσίας, καὶ ἀφοβίας, εἰς σωφρονισμὸν ἀρετῆς καὶ καθαρότητα καρδίας ἐνενεγκών! ὁ γὰρ κτίσας τὸ σῶμα, καὶ τὴν ψυχὴν αὐτὸς πεποίηκε. Καὶ ὥσπερ ἐπιδημήσας ἐν τῇ γῇ, τοῖς προσερχομένοις καὶ ζητοῦσι τὴν παρ' αὐτοῦ βοήθειαν καὶ ἴασιν, ἀφθόνως τῇ χρηστότητι αὐτοῦ παρείχετο, καθὼς ἔχρηζον, ὡς ἀγαθὸς καὶ μόνος ἰατρός· οὕτω καὶ ἐπὶ τῶν πνευματικῶν.
25. And if it appears as though difficult to us, and impossible to return from many sins, as being preoccupied, which, as we have said before, is a suggestion of malice, and a hindrance to our salvation; let us remember and look unto how the Lord, having sojourned here in His goodness, made the blind to see again, healed paralytics, cured every disease, raised the dead who were already in corruption and dissolution, made the deaf to hear, cast out a legion of demons from one man, and restored to soundness of mind him who had gone into such madness. How much more, then, will He not convert a soul turning back towards Him, and seeking mercy from Him, and begging for His help, and bring it into the gladness of dispassion, and the state of every virtue, and the renewal of the mind, and change it into health, and recovery of sight for the understanding, and peace of thoughts, bringing it from the blindness and deafness of unbelief and ignorance, and fearlessness, into the discipline of virtue and purity of heart! For He Who created the body has Himself also made the soul. And just as, having sojourned upon the earth, to those who approached and sought help and healing from Him He generously granted it in His kindness, according as they had need, as the good and only physician; so also in spiritual things.
ΚϚʹ. Ει γὰρ ἐπὶ τὰ λυόμενα καὶ ἀποθνήσκοντα πάλιν σώματα, οὕτως εὐσπλαγχνίσθη, καὶ ἑκάστῳ ὃ ἐπεζήτει πεποίηκε προθύμως, καὶ χρηστῶς, πόσῳ μᾶλλον τῇ ἀθανάτῳ ψυχῇ καὶ ἀδιαλύτῳ καὶ ἀφθάρτῳ τυγχανούσῃ ἐν νόσῳ ἀγνοίας, τῆς κακίας, ἀπιστίας τε καὶ ἀφοβίας, καὶ τῶν λοιπῶν τῆς ἁμαρτίας παθῶν· προσερχομένῃ δὲ τῷ Κυρίῳ, καὶ τὴν παρ' αὐτοῦ βοήθειαν ἐπιζητούσῃ, καὶ εἰς τὸ αὐτοῦ ἔλεος ἐπισκοπούσῃ, καὶ τὴν χάριν τοῦ Πνεύματος παρ' αὐτοῦ δέξασθαι ἐπιθυμούσῃ εἰς λύτρωσιν καὶ σωτηρίαν αὐτῆς, καὶ πάσης κακίας καὶ παντὸς πάθους ἀπαλλαγὴν, οὐ δωρήσεται τάχιον καὶ ἑτοιμοτέρως τὴν
26. For if upon bodies that are dissolved and die again He was thus moved with compassion, and did for each what he sought eagerly and kindly, how much more to the immortal soul, which is indissoluble and incorruptible, yet is in the disease of ignorance, of malice, of unbelief and fearlessness, and of the remaining passions of sin, when it approaches the Lord, and seeks help from Him, and looks unto His mercy, and desires to receive the grace of the Spirit from Him for its redemption and salvation, and deliverance from all malice and every passion, will He not grant more speedily and more readily the
Notes, col. 492
On the reading
Printed επλήρωσαν, for ἐπλήρωσαν.
PG 34:493Read from the pageἀπολύτρωσιν τῆς ιασεως, κατὰ τὸν αὐτὸν λόγον· Πόσῳ μᾶλλον ὁ οὐράνιος Πατὴρ ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας τε καὶ νυκτός; καὶ ἐπάγει λέγων, Καὶ λέγω ὑμῖν, ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει· καὶ πάλιν ἐν ἑτέρῳ παραινεῖ· Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται· καὶ διεξελθὼν ἐπιφέρει, Πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν! Ἀμὴν λέγω ὑμῖν, εἰ καὶ διὰ τὸ εἶναι φίλον αὐτοῦ μὴ δώσει αὐτῷ, διά γε τὴν ἀναίδειαν αὐτοῦ δώσει αὐτῷ ἀναστὰς, ὅσον χρήζει.
redemption of healing, according to the same word: How much more will the heavenly Father avenge those who cry out to Him day and night? And He adds, saying, And I say to you, He will avenge them speedily (Luke 18:7-8); and again in another place He exhorts: Ask and it shall be given to you; for everyone who asks receives, and he who seeks finds, and to him who knocks it shall be opened (Matt. 7:7-8); and proceeding further He adds, How much more will your heavenly Father give the Holy Spirit to those who ask Him! Amen I say to you, even if He will not give to him because he is his friend, yet because of his importunity He will rise and give him as much as he needs (Luke 11:8-13).
ΚΖʹ. Ἀναιδῶς οὖν καὶ ἀδιαλείπτως, καὶ ἀπερικακήτως αἰτεῖν ἡμᾶς τὴν παρ' αὐτοῦ τῆς χάριτος ἀντίληψιν, διὰ τούτων πάντων προετρέψατο. Διὰ γὰρ τοὺς ἁμαρτωλοὺς ἦλθεν, ἵνα ἐπιστρέψωσι πρὸς αὐτὸν, καὶ ἰάσηται τοὺς πιστεύοντας αὐτῷ· μόνον ἡμεῖς τῶν κακῶν προλήψεων ἀποστήσωμεν ἑαυτοὺς, ὅσον τὸ ἐν ἡμῖν δυνατὸν, καὶ μισήσωμεν τὰ φαῦλα ἐπιτηδεύματα, καὶ τὰς τοῦ κόσμου ἀπάτας, καὶ τοὺς πονηροὺς καὶ ματαίους λογισμοὺς ἀποστραφῶμεν, καὶ πάντοτε πρὸς αὐτὸν ὅση δύναμις προσκολληθῶμεν· καὶ αὐτὸς ἕτοιμος ποιεῖν ἡμῖν τὴν παρ' αὐτοῦ βοήθειαν. Εἰς τοῦτο γάρ ἐστιν ἐλεῶν, καὶ ζωοποιῶν, καὶ ἰώμενος τὰ ἀνίατα πάθη, καὶ λύτρωσιν ποιῶν τοῖς ἐπικαλουμένοις αὐτὸν καὶ πρὸς αὐτὸν ἐπιστρέφουσι, πάσης κοσμικῆς ἀγάπης ὅση δύναμις ἐκ θελήματος καὶ προαιρέσεως ἀναχωροῦσι, καὶ τὴν διάνοιαν ἀπὸ γῆς ἕλκουσι, καὶ πρὸς αὐτὸν τῇ ἐπιζητήσει καὶ ἐπιποθήσει ἀποκρεμαμένοις· ἡ τοιαύτη ψυχὴ τῆς παρ' αὐτοῦ βοηθείας ἀξιοῦται, ἡ πάντα περισσὰ ἡγουμένη, καὶ ἐπὶ μηδενὶ τοῦ κόσμου ἀναπαυομένη· ἀλλ' εἰς τὴν αὐτοῦ ἀνάπαυσιν τῆς χρηστότητος ἀναπαῆναι καὶ εὐφρανθῆναι ἐκδεχομένη· καὶ οὕτως διὰ τῆς τοιαύτης πίστεως ἐπιτυχοῦσα τῆς ἐπουρανίου δωρεᾶς, καὶ τὴν ἐπιθυμίαν αὐτῆς ἐν πληροφορίᾳ διὰ τῆς χάριτος ἀναπαύσασα, καὶ λοιπὸν συμφώνως καὶ ἀκολούθως τῷ Πνεύματι τῷ ἁγίῳ διακονήσασα, καὶ ὁσημέραι εἰς τὸ ἀγαθὸν προκόπτουσα, καὶ εἰς τὴν ὁδὸν τῆς δικαιοσύνης ἐμμένουσα, καὶ εἰς τὸ τέλος ἄκαμπτος καὶ ἀσυνδύαστος εἰς τὸ κακίας μέρος διαμείνασα, καὶ τὴν χάριν ἐν μηδενὶ λυπήσασα τῆς αἰωνίου σωτηρίας σὺν πᾶσι τοῖς ἁγίοις ⟨…⟩ κατὰ μίμησιν αὐτῶν ἐν κόσμῳ διαστραφεῖσα. Ἀμήν.
27. Shamelessly therefore and unceasingly, and without growing weary in ill, He exhorted us through all these things to ask for the succour of grace from Him. For because of sinners He came, that they might turn back towards Him, and that He might heal those who believe in Him; only let us withdraw ourselves from evil preoccupations, as far as lies in our power, and let us hate base pursuits, and the deceits of the world, and turn away from wicked and vain thoughts, and cleave always to Him with all our strength; and He Himself is ready to grant us help from Himself. For unto this He is merciful, and life-giving, and healing incurable passions, and working redemption for those who call upon Him and turn back towards Him, who withdraw of their own will and choice with all their strength from all worldly love, and draw their understanding away from the earth, and hang upon Him in seeking and longing; such a soul is counted worthy of the help that comes from Him, counting all things superfluous, and resting upon nothing of the world, but waiting to rest and rejoice in the rest of His kindness; and thus through such faith obtaining the heavenly gift, and giving rest to its desire in full assurance through grace, and henceforth ministering harmoniously and conformably to the Holy Spirit, and advancing daily towards the good, and abiding in the way of righteousness, and remaining to the end unbending and unallied towards the side of malice, and having in nothing grieved the grace, of eternal salvation with all the saints [gap] having conducted itself in the world in imitation of them. Amen.
Πολλὴ μετάστασις μεταξὺ τῶν Χριστιανῶν καὶ τῶν ἀνθρώπων τοῦ κόσμου τούτου. Οἱ μὲν γὰρ πνεῦμα τοῦ κόσμου ἔχοντες, τῇ καρδίᾳ καὶ τῷ νῷ ἐν τοῖς γηΐνοις δεσμοῖς δέδενται· οἱ δὲ τὴν ἀγάπην τοῦ ἐπουρανίου Πατρὸς ἐπιποθοῦσιν, αὐτὸν μόνον πρὸ ὀφθαλμῶν ἐν πολλῇ ἐπιθυμίᾳ ἔχοντες.
There is a great difference between Christians and the men of this world. For those who have the spirit of the world are bound in heart and mind in earthly bonds; whereas the others long for the love of the heavenly Father, having Him alone before their eyes in great desire.
Αʹ. Ὁ τῶν Χριστιανῶν κόσμος ἕτερός ἐστι, καὶ διαγωγὴ, καὶ νοῦς, καὶ λόγος, καὶ πρᾶξις ἑτέρα τυγχάνει, καὶ ἡ τῶν ἀνθρώπων τοῦ κόσμου τούτου διαγωγὴ, καὶ νοῦς, καὶ λόγος, καὶ πρᾶξις ἑτέρα. Ἄλλο τί εἰσιν ἐκεῖνοι καὶ ἄλλο τί εἰσιν οὗτοι, καὶ
1. The world of Christians is another, and their way of life, and mind, and word, and conduct is another, and the way of life, and mind, and word, and conduct of the men of this world is another. Those are one thing and these are another thing, and
Notes, col. 493
On the reading
Printed ιασεως, for ἰάσεως.
PG 34:496Read from the pageπολλὴ διάστασις μεταξὺ τουτων κἀκείνων. Οἱ γὰρ τῆς γῆς οἰκήτορες, καὶ τὰ τέκνα τοῦ αἰῶνος τούτου, ἐοίκασι σίτῳ βεβλημένῳ ἐν σινίῳ τῆς γῆς ταύτης, σινιαζόμενοι ἐν ἀστάτοις λογισμοῖς τοῦ κόσμου τούτου, καὶ σάλῳ ἀπαύστῳ τῶν γηΐνων πραγμάτων, ἐπιθυμιῶν, καὶ πολυπλόκων ἐννοιῶν ὑλικῶν, τὰς ψυχὰς κλυδωνίζοντος καὶ σινιάζοντος Σατανᾶ διὰ τοῦ σινίου, τουτέστι τῶν γηΐνων πραγμάτων, πᾶν τὸ ἁμαρτωλὸν γένος τῶν ἀνθρώπων, ἀπὸ τῆς τοῦ Ἀδὰμ ἐκπτώσεως παραβάντος τὴν ἐντολήν· καὶ ὑπὸ τὸν ἄρχοντα τῆς πονηρίας γεγονότος, λαβόντος αὐτοῦ τὴν ἐξουσίαν, καὶ λοιπὸν ἀπαύστοις λογισμοῖς ἀπάτης καὶ κλόνου σινιάζοντος καὶ προσκρούοντος τῷ σινίῳ τῆς γῆς πάντας τοὺς υἱοὺς τοῦ αἰῶνος τούτου.
great is the distance between these and those. For the dwellers of the earth, and the children of this age, are like wheat cast into the sieve of this earth, being sifted in unstable thoughts of this world, and in the ceaseless tossing of earthly affairs, desires, and intricate material notions, while Satan billows and sifts their souls through the sieve, that is, earthly affairs, the whole sinful race of men, since the fall of Adam who transgressed the commandment and came under the ruler of wickedness, he having received authority, and henceforth with ceaseless thoughts of deceit and turmoil sifting and dashing against the sieve of the earth all the sons of this age.
Βʹ. Ὥσπερ γὰρ ἐν τῷ σινίῳ ὁ σῖτος ὑπὸ τοῦ σινιάζοντος προσκόπτει, καὶ ἐν αὐτῷ ἀστάτως σαλευόμενος στρέφεται· οὕτω διὰ τῶν γηΐνων πραγμάτων πάντας τοὺς ἀνθρώπους κατέχει ὁ τῆς πονηρίας ἄρχων, καὶ δι' αὐτῶν σαλεύει, καὶ κλονεῖ, καὶ προσκόπτειν ποιεῖ διαλογισμοῖς ματαίοις, καὶ αἰσχραῖς ἐπιθυμίαις καὶ δεσμοῖς γηΐνοις καὶ κοσμικοῖς, ἀστάτως αἰχμαλωτίζων καὶ κλονῶν, καὶ δελεάζων πᾶν τὸ ἁμαρτωλὸν γένος τοῦ Ἀδὰμ, ὡς ὁ Κύριος τοῖς ἀποστόλοις τὴν τοῦ πονηροῦ κατ' αὐτῶν ἐπανάστασιν μέλλουσαν ἔσεσθαι προέλεγεν· Ἐξητήσατο ὑμᾶς ὁ Σατανᾶς σινιάσαι ὡς τὸν σῖτον· ἀλλ' ἐγὼ ἐδεήθην τοῦ Πατρός μου, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις ὑμῶν. Ὁ γὰρ τῷ Κάϊν ὑπὸ τοῦ Δημιουργοῦ ῥηθεὶς λόγος, καὶ ἡ ἀπόφασις εἰς τὸ προφανὲς, τὸ, Στένων, καὶ τρέμων, καὶ σειόμενος ἔσῃ ἐπὶ τῆς γῆς, τύπος καὶ εἰκὼν πάντων τῶν ἁμαρτωλῶν τυγχάνει κατὰ τὸ κρυπτόν. Οὕτω γὰρ ἐκπεσὸν τῆς ἐντολῆς τὸ γένος Ἀδὰμ, καὶ ἁμαρτωλὸν καταστὰν, ἐκείνην τὴν εἰκόνα κατὰ τὸ κρυπτὸν κέκτηται, σαλευόμενον ἀστάτοις λογισμοῖς δειλίας τε καὶ φόβου, καὶ πάσης ταραχῆς, ἐπιθυμίαις καὶ ἡδοναῖς παντοδαπαῖς καὶ ποικίλαις τοῦ ἄρχοντος τοῦ κόσμου τούτου πᾶσαν ψυχὴν κλυδωνίζοντος, τὴν μὴ γεγεννημένην ἐκ τοῦ Θεοῦ, καὶ ὡς σῖτον ἐν σινίῳ στρεφόμενον ἀστάτως τοὺς τῶν ἀνθρώπων λογισμοὺς ποικίλως κλυδωνίζοντος, ἐν ἀπάταις κοσμικαῖς σαρκὸς, καὶ φόβοις, καὶ ταραχαῖς πάντας σαλεύοντος, καὶ δελεάζοντος.
2. For just as in the sieve the wheat is dashed about by him who sifts, and being unstably shaken in it is turned round; so through earthly affairs the ruler of wickedness holds fast all men, and through them shakes, and agitates, and causes them to stumble with vain reasonings, and shameful desires and earthly and worldly bonds, unstably taking captive and agitating, and enticing the whole sinful race of Adam, as the Lord foretold to the apostles the future rising up of the evil one against them: Satan has demanded to sift you as wheat; but I have prayed to My Father, that your faith may not fail (Luke 22:31-32). For the word spoken to Cain by the Creator, and the sentence pronounced openly, Groaning, and trembling, and shaken shall you be upon the earth (Gen. 4:12), is secretly a type and image of all sinners. For thus the race of Adam, having fallen from the commandment and become sinful, has secretly acquired that image, being shaken by unstable thoughts of cowardice and fear, and of every turmoil, while the ruler of this world billows with manifold and varied desires and pleasures every soul that has not been born of God, and variously billows the thoughts of men like wheat turned about unstably in a sieve, shaking and enticing all in worldly deceits of the flesh, and fears, and turmoils.
Γʹ. Καὶ γὰρ ὁ Κύριος τοὺς ταῖς ἀπάταις καὶ τοῖς θελήμασι τοῦ πονηροῦ ἐξακολουθοῦντας δεικνύων, ὅτι τὴν εἰκόνα τοῦ Κάϊν τῆς πονηρίας φέρουσιν, ἐλέγχων αὐτοὺς ἔλεγεν· Ὑμεις, φησὶ, τὰς ἐπιθυμίας τοῦ Πατρὸς ὑμῶν θέλετε ποιεῖν· Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπαρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν. Ὥστε πᾶν ἁμαρτωλὸν γένος τοῦ Ἀδὰμ τὴν καταδίκην ἐκείνην κατὰ τὸ κρυπτὸν κέκτηται, τὸ, Στένοντες καὶ τρέμοντες ἔσεσθε σειόμενοι ἐν τῷ σινίῳ τῆς γῆς, ὑπὸ τοῦ σινιάζοντος Σατανᾶ. Ὥσπερ γὰρ ἐξ ἑνὸς τοῦ Ἀδὰμ πᾶν τὸ γένος τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς ἐξηπλώθη· οὕτω μία τις κακία τῶν παθῶν εἰς τὸ ἁμαρτωλὸν γένος τῶν ἀνθρώπων ἐγκατέδυσε, καὶ πάντας ὁ τῆς κακίας ἄρχων ἐν ἀστάτοις, καὶ ὑλικοῖς, καὶ ματαίοις, καὶ ταραχώδεσι
3. For indeed the Lord, showing that those who follow after the deceits and the wills of the evil one bear Cain's image of wickedness, reproving them said: You, He says, wish to do the desires of your father; he was a manslayer from the beginning, and has not stood in the truth (John 8:44). So that the whole sinful race of Adam has secretly acquired that condemnation: Groaning and trembling you shall be shaken in the sieve of the earth, by Satan who sifts. For just as from the one Adam the whole race of men was spread abroad upon the earth; so one single malice of the passions sank deep into the sinful race of men, and the ruler of malice sifts all in unstable, and material, and vain, and turbulent
Notes, col. 496
On the reading
Printed τουτων, for τούτων.
Printed Ὑμεις, for Ὑμεῖς.
PG 34:497Read from the pageλογισμοῖς σινιάζειν ἐπαρκεῖ. Ὥσπερ γὰρ εἷς ἄνεμος πάντα τὰ φυτὰ καὶ τὰ σπέρματα ἐπαρκεῖ κλονεῖν καὶ σείειν· ἢ ὥσπερ ἓν σκότος τῆς νυκτὸς ἐπὶ πᾶσαν τὴν οἰκουμένην ἐφαπλοῦται, οὕτως ὁ τῆς πονηρίας ἄρχων, σκότος τι λογικὸν κακίας καὶ θανάτου ὑπάρχων, καὶ ἄνεμός τις κρυπτὸς καὶ ἄγριος τυγχάνων, πᾶν τὸ ἐπὶ τῆς γῆς γένος τῶν ἀνθρώπων κλυδωνίζει, καὶ περιφέρει ἀστάτοις λογισμοῖς, καὶ ἐπιθυμίαις κόσμου δελεάζων τὰς καρδίας τῶν ἀνθρώπων, καὶ σκότους ἀγνωσίας, πηρώσεως καὶ λήθης ἐμπίμπλησι πᾶσαν ψυχήν, τὴν μὴ ἄνωθεν γεγεννημένην, καὶ τῷ φρονήματι καὶ τῷ νῷ ἐν ἄλλῳ αἰῶνι μεταβεβη⟨…⟩τευμα ἐν οὐρανοῖς ὑπάρχει.
thoughts is sufficient to sift them. For just as one wind is sufficient to agitate and shake all plants and seeds; or just as one darkness of the night spreads out over the whole inhabited earth, so the ruler of wickedness, being a rational darkness of malice and death, and being a hidden and wild wind, billows the whole race of men upon the earth, and whirls them about with unstable thoughts, enticing the hearts of men with desires of the world, and fills with darkness of ignorance, blindness and forgetfulness every soul that has not been born from above, and in mindset and mind passed over into another age [gap] citizenship is in the heavens (Phil. 3:20).
Δʹ. Ἐν τούτῳ γὰρ διαφέρουσιν οἱ ἀληθεῖς Χριστιανοὶ παντὸς τοῦ γένους τῶν ἀνθρώπων, καὶ πολλὴ διάστασις μεταξὺ ἀμφοτέρων τυγχάνει, ὡς προελέγομεν, ἐν τῷ τὸν νοῦν καὶ τὴν διάνοιαν πάντοτε ἐν τῷ οὐρανίῳ φρονήματι τυγχάνειν, καὶ τὰ αἰώνια ἀγαθὰ ἐνοπτρίζεσθαι διὰ τὴν μετουσίαν καὶ μετοχὴν τοῦ Πνεύματος τοῦ ἁγίου, τῷ ἄνωθεν αὐτοὺς ἐκ Θεοῦ γεγεννῆσθαι, καὶ τέκνα Θεοῦ ἐν ἀληθείᾳ καὶ δυνάμει γενέσθαι κατηξιῶσθαι, καὶ εἰς στάσιν καὶ ἑδραιότητα, καὶ ἀταραξίαν καὶ κατάπαυσιν αὐτοὺς διὰ πολλῶν ἀγώνων καὶ κόπων, καὶ χρόνων κατηντηκέναι, μηκέτι σινιαζομένους καὶ κυμαινομένους ἐν ἀστάτοις, καὶ ματαίοις λογισμοῖς· ἐν τούτῳ εἰσὶ μείζους καὶ κρείττονες τοῦ κόσμου, διὰ τὸ τὸν νοῦν αὐτῶν καὶ τὸ φρόνημα τῆς ψυχῆς ἐν τῇ τοῦ Χριστοῦ εἰρήνῃ, καὶ ἐν τῇ τοῦ Πνεύματος ἀγάπῃ τυγχάνειν· ὥσπερ καὶ ὁ Κύριος περὶ τῶν τοιούτων διεξερχόμενος ἔλεγε μεταβεβηκέναι ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Τοιγαροῦν οὐκ ἐν σχήμασι καὶ τύποις ἐξωτέροις ἡ ἀλλοίωσις τῶν Χριστιανῶν ὑπάρχει, ὡς οἱ πολλοὶ ἐν τούτῳ οἴονται εἶναι τὴν διαφορὰν καὶ διάκρισιν μεταξὺ καὶ αὐτῶν ἐν σχήμασι καὶ τύποις· καὶ ἰδοὺ τῷ νῷ καὶ τῇ διανοίᾳ ὅμοιοι τῷ κόσμῳ τυγχάνουσι, τὸν σεισμὸν καὶ ἀκαταστασίαν τῶν λογισμῶν, καὶ ἀπιστίαν, καὶ σύγχυσιν, καὶ ταραχὴν, καὶ δειλίαν ὡς πάντες οἱ ἄνθρωποι ἔχοντες. Καὶ τῷ μὲν σχήματι, καὶ τῷ δοκεῖν τοῦ κόσμου διαφέρουσι, καί τισιν ἐξωτέροις κατορθώμασι· τῇ δὲ καρδίᾳ, καὶ τῷ νῷ, ἐν τοῖς γηΐνοις δεσμοῖς δέδενται, ἀνάπαυσιν ἐκ τοῦ Θεοῦ καὶ εἰρήνην τὴν τοῦ Πνεύματος οὐράνιον ἐν τῇ καρδίᾳ μὴ κεκτημένοι· ἐπεὶ οὖν οὐκ ἐζήτησαν παρὰ Θεοῦ, καὶ οὐκ ἐπίστευσαν τούτων καταξιωθῆναι.
4. For in this true Christians differ from the whole race of men, and a great distance exists between both, as we said before, in that their mind and understanding are always in the heavenly mindset, and they behold as in a mirror the eternal good things through communion and participation in the Holy Spirit, by their having been born from above of God, and having been counted worthy to become children of God in truth and power, and having arrived through many struggles and labours, and times, at stability and steadfastness, and tranquillity and rest, being no longer sifted and tossed in unstable and vain thoughts; in this they are greater and better than the world, because their mind and the mindset of their soul are in the peace of Christ, and in the love of the Spirit; just as the Lord also, discoursing concerning such, said that they have passed over from death into life (John 5:24). Wherefore it is not in outward forms and figures that the transformation of Christians consists, as the many suppose the difference and distinction between them also to be in this, in forms and figures; and behold, in mind and understanding they are like the world, having the shaking and instability of thoughts, and unbelief, and confusion, and turmoil, and cowardice like all men. And in form indeed, and in appearance they differ from the world, and in certain outward achievements; yet in heart, and in mind, they are bound in earthly bonds, not possessing rest from God and the heavenly peace of the Spirit in their heart; since therefore they did not seek from God, and did not believe that they would be counted worthy of these things.
Εʹ. Ἐν γὰρ τῇ τοῦ νοὸς ἀνακαινίσει καὶ τῇ τῶν λογισμῶν εἰρήνῃ, καὶ τῇ τοῦ Κυρίου ἀγάπῃ καὶ οὐρανίῳ ἔρωτι, ἡ καινὴ κτίσις τῶν Χριστιανῶν πάντων ἀνθρώπων τοῦ κόσμου διαφέρει. Διὸ καὶ ἡ ἔλευσις τοῦ Κυρίου γέγονε, τούτων τῶν πνευματικῶν ἀγαθῶν καταξιῶσαι τοὺς ἀληθῶς πιστεύοντας εἰς αὐτόν. Χριστιανῶν γὰρ ἡ δόξα, καὶ τὸ κάλλος, καὶ ὁ πλοῦτος ὁ οὐράνιος ἀλάλητός ἐστι, καὶ μετὰ πόνου, καὶ ἱδρώτων, καὶ δοκιμασιῶν, καὶ ἀγώνων πολλῶν ποριζόμενος· τὸ δὲ ὅλον, χάριτι Θεοῦ. Εἰ γὰρ ἡ τοῦ ἐπιγείου βασιλέως θέα ἐπιθυμητὴ παρὰ πᾶσιν
5. For in the renewal of the mind and the peace of thoughts, and in the love of the Lord and heavenly longing, the new creation of Christians differs from all men of the world. Wherefore also the coming of the Lord took place, to count those who truly believe in Him worthy of these spiritual good things. For the glory of Christians, and their beauty, and their heavenly wealth is unspeakable, and is acquired with labour, and sweat, and trials, and many struggles; and the whole of it, by the grace of God. For if the sight of the earthly king is desired among all
PG 34:500Read from the pageἀνθρώποις τυγχάνει, καὶ πᾶς τις ἐπιδημῶν ἐν πόλει βασιλέως, ἐπιθυμεῖ κἂν μόνον θεάσασθαι τὸ κάλλος αὐτοῦ, ἢ τὴν ὡραιότητα τῶν ἐνδυμάτων, ἢ τῆς πορφύρας τὴν δόξαν, τῶν ποικίλων μαργαριτῶν τὸ κάλλος, τοῦ διαδήματος τὴν εὐπρέπειαν, τῶν σὺν αὐτῷ ἀξιωμάτων τὴν τιμιότητα· ἐκτὸς εἰ μὴ οἱ πνευματικοὶ ἐξουδενοῦσιν αὐτὰ, διὰ τὸ ἄλλης δόξης ἐπουρανίου καὶ ἀσωμάτου πεπειρᾶσθαι, καὶ ἄλλῳ κάλλει ἀῤῥήτῳ τετρῶσθαι, καὶ ἄλλου πλούτου κεκοινωνηκέναι, καὶ τῷ ἔσω ἀνθρώπῳ ἔσεσθαι, καὶ ἄλλου πνεύματος μετέχειν. Ἐπεὶ οὖν τοῦ κόσμου τούτου ἄνθρωποι, οἱ τὸ πνεῦμα τοῦ κόσμου ἔχοντες, ἐν πολλῇ ἐπιθυμίᾳ εἰσὶ τοῦ τὸν ἐπίγειον βασιλέα θεάσασθαι, μόνον συν πάσῃ τῇ εὐπρεπείᾳ καὶ δόξῃ αὐτοῦ· ὅσον γὰρ ἐν τοῖς φαινομένοις πολλῷ μείζων ἡ μερὶς αὐτοῦ ἐστι παρὰ πάντας τοὺς ἀνθρώπους, οὕτως ἔνδοξον, οὕτως ἐπιθυμητὸν ὑπὸ πάντων, κἂν τῷ θεαθῆναι μόνον· καὶ ἕκαστος ἐν ἑαυτῷ λέγει· Εἴθε τις ἔδωκέ μοι ἐκείνην τὴν δόξαν, καὶ τὴν εὐπρέπειαν, καὶ τὴν ὡραιότητα, μακαρίζων ἐκεῖνον τὸν ὅμοιον αὐτοῦ γήϊνον, καὶ ὁμοιοπαθῆ καὶ θνητὸν ὄντα, διὰ δὲ τὴν πρόσκαιρον εὐπρέπειαν, καὶ δόξαν, ἐπιθυμητόν.
men, and everyone sojourning in a king's city desires if only to behold his beauty, or the comeliness of his garments, or the glory of the purple, the beauty of the varied pearls, the splendour of the diadem, the honour of the dignities that are with him; except that spiritual men despise them, because they have experienced another glory, heavenly and incorporeal, and have been wounded by another ineffable beauty, and have shared in another wealth, and come to be in the inner man, and partake of another spirit. Since therefore the men of this world, who have the spirit of the world, are in great desire to behold the earthly king, if only with all his splendour and glory; for inasmuch as among visible things his portion is much greater beyond all men, so glorious is it, so desired by all, even if only to be seen; and each one says within himself: Would that someone gave me that glory, and splendour, and comeliness, counting blessed that man who is earthly like himself, and of like passions and mortal, yet desirable on account of temporal splendour and glory.
Ϛʹ. Εἰ οὖν οὕτως οἱ σαρκικοὶ ἄνθρωποι ἐπιθυμοῦσι τῆς δόξης τοῦ γηΐνου βασιλέως, πόσῳ μᾶλλον οἷς ἐνέσταξεν ἐκείνη ἡ ῥανὶς τοῦ Πνεύματος τῆς ζωῆς τῆς θεότητος, καὶ ἔτρωσε τὴν καρδίαν αὐτῶν ἔρωτι θείῳ, πρὸς τὸν ἐπουράνιον βασιλέα Χριστὸν, εἰς ἐκεῖνο τὸ κάλλος δέδενται καὶ τὴν ἀνεκλάλητον δόξαν καὶ ἄφθαρτον εὐπρέπειαν, καὶ τὸν ἀνεννόητον πλοῦτον τοῦ ἀληθινοῦ καὶ αἰωνίου βασιλέως Χριστοῦ, οὗ τῇ ἐπιθυμίᾳ, καὶ τῷ πόθῳ αἰχμαλωτίζονται, ὅλοι ἐξ ὅλου πρὸς αὐτὸν τυγχάνοντες, καὶ ἐπιθυμοῦσι τυχεῖν ἐκείνων ὧν ἐνοπτρίζονται διὰ τοῦ Πνεύματος ἀλαλήτων ἀγαθῶν, οὗ ἕνεκεν πάντα τὰ ἐπὶ γῆς κάλλη καὶ εὐπρεπείας, καὶ δόξας, καὶ τιμὰς, καὶ πλοῦτον βασιλέων καὶ ἀρχόντων ἐξουδενοῦσι· θείῳ γὰρ κάλλει ἐτρώθησαν, καὶ ζωὴ ἀθανασίας οὐρανίου ἐν ταῖς ψυχαῖς αὐτῶν ἐνέσταξε. Διὸ καὶ εἰς ἐκείνην τὴν ἀγάπην τοῦ ἐπουρανίου βασιλέως ἐπιποθοῦσι, καὶ αὐτὸν μόνον πρὸ ὀφθαλμῶν ἐν πολλῇ ἐπιθυμίᾳ ἔχοντες δι' αὐτοῦ πάσης ἀγάπης κόσμου λύουσιν ἑαυτοὺς, καὶ ἀναχωροῦσι παντὸς γηΐνου δεσμοῦ, ἵνα δυνηθῶσιν ἐκεῖνον μόνον τὸν πόθον ἐν ταῖς ἑαυτῶν καρδίαις ἔχειν πάντοτε], καὶ μηδὲν ἕτερον σὺν ἐκείνῳ μιγνύειν· ὀλίγοι δέ εἰσι πάνυ οἱ τῇ ἀγαθῇ ἀρχῇ τέλος ἀγαθὸν πορισάμενοι, καὶ διεξερχόμενοι, ἕως τέλους ἄπτωτοι, τὴν μίαν ἀγάπην πρὸς μόνον τὸν Θεὸν ἔχοντες, καὶ πάντων ἑαυτοὺς λελυκότες. Πολλοὶ γὰρ κατανύσσονται, καὶ πολλοὶ χάριτος οὐρανίου μέτοχοι γίνονται, καὶ ἔρωτι οὐρανίῳ τιτρώσκονται, ἀλλὰ διὰ τοὺς ἐν μέσῳ ἀγῶνας καὶ ἀθλήσεις καὶ πόνους καὶ πειρασμοὺς διαφόρους τοῦ πονηροῦ μὴ ὑπομένοντες, ἐν ποικίλαις καὶ διαφόροις ἐπιθυμίαις κοσμικαῖς τρεπόμενοι, διὰ τὸ θέλημα ἔχειν ἕκαστον τοῦ ἀγαπῆσαί τι τοῦ κόσμου τούτου, καὶ μὴ λελυκέναι πάντοθεν τὴν ἀγάπην αὐ-
6. If therefore carnal men thus desire the glory of the earthly king, how much more are those into whom that drop of the Spirit of the life of the Godhead has distilled, and has wounded their heart with divine longing towards the heavenly King Christ, bound to that beauty and the unutterable glory and incorruptible splendour, and the inconceivable wealth of the true and eternal King Christ, by desire and yearning for Whom they are taken captive, being wholly and entirely turned towards Him, and desire to obtain those unspeakable good things which they behold as in a mirror through the Spirit, for the sake of which they despise all the beauties and splendours upon earth, and glories, and honours, and the wealth of kings and rulers; for they have been wounded by divine beauty, and the life of heavenly immortality has distilled into their souls. Wherefore also they long for that love of the heavenly King, and having Him alone before their eyes in great desire, through Him they loose themselves from all love of the world, and withdraw from every earthly bond, that they may be able to have that yearning alone in their hearts always, and to mingle nothing else with it; yet very few are those who for a good beginning have procured a good end, and pass through unfallen to the end, having the one love towards God alone, and having loosed themselves from all things. For many are pricked in heart, and many become partakers of heavenly grace, and are wounded with heavenly longing, yet because of the struggles and contests and labours and various temptations of the evil one that lie between, not enduring, turning aside in manifold and various worldly desires, because each one has the will to love something of this world, and has not loosed on every side his love
Notes, col. 500