νομίζων, ὅτι παρ' αὐτῷ ἔμελλε καταλύειν ὁ γέρων. ὁ δὲ ἐζήτει, τίς εἴη ὁ καλούμενος Θεόπεμπτος ἐν τῷ ὄρει. καὶ εὑρὼν εἰσῆλθε εἰς τὸ κελλίον αὐτοῦ. ὁ δὲ Θεόπεμπτος ὑπεδέξατο αὐτὸν χαίρων. ὡς δὲ ἤρξατο ἰδιάζειν αὐτὸν, ὁ γέρων λέγει· πῶς τὰ κατὰ σὲ, ἀδελφέ; ὁ δὲ εἶπεν· εὐχαῖς σου, καλῶς. εἶπε δὲ ὁ γέρων· μὴ πολεμοῦσί σε οἱ λογισμοί; ὁ δὲ εἶπε· τέως καλῶς εἰμι· ᾐδεῖτο γὰρ εἰπεῖν. λέγει αὐτῷ ὁ γέρων· ἰδοὺ πόσα ἔτη ἀσκῶ, καὶ τιμῶμαι παρὰ πάντων, καὶ ἐμοὶ τῷ γέροντι ὀχλεῖ τὸ πνεῦμα τῆς πορνείας. ἀπεκρίθη λέγων ὁ Θεόπεμπτος· πίστευε, ἀββᾶ, καὶ ἐμοί· ὁ δὲ γέρων προεφασίζετο καὶ ἑτέρους λογισμοὺς πολεμεῖν αὐτῷ, ἕως ποιήσει αὐτὸν ὁμολογῆσαι· εἶτα λέγει αὐτῷ· πῶς νηστεύεις; ὁ δὲ λέγει αὐτῷ· τὴν ἐνάτην. λέγει αὐτῷ ὁ γέρων· νήστευε ἕως ὀψὲ, καὶ ἄσκει· καὶ ἀποστήθιζε τοῦ εὐαγγελίου καὶ τῶν ἄλλων γραφῶν· καὶ ἐάν σοι ἀναβῇ λογισμός, μηδέποτε πρόσχῃς κάτω, ἀλλὰ πάντοτε ἄνω· καὶ εὐθέως σοι ὁ κύριος βοηθεῖ. καὶ τυπώσας ὁ γέρων τὸν ἀδελφὸν ἐξῆλθεν εἰς τὴν ἰδίαν ἔρημον. καὶ παρατηρῶν πάλιν ὁρᾷ ἐκεῖνον τὸν δαίμονα, καὶ λέγει αὐτῷ· ποῦ πάλιν ἀπέρχῃ; ὁ δὲ λέγει· ὑπομνῆσαι τοὺς ἀδελφούς, καὶ ἀπῆλθεν. ὡς δὲ πάλιν ἐπανῆλθε, λέγει αὐτῷ ὁ ἅγιος· πῶς οἱ ἀδελφοί; ὁ δὲ λέγει· κακῶς· ὁ δὲ γέρων λέγει· διὰ τί; ὁ δὲ εἶπεν· ἄγριοί εἰσιν ὅλοι· καὶ τὸ μεῖζον κακόν, ὅτι καὶ ὃν εἶχον φίλον ὑπακούοντά μοι, καὶ αὐτὸς οὐκ οἶδα πόθεν διεστράφη, καὶ οὐδὲ αὐτός μοι πείθεται, ἀλλὰ πάντων ἀγριώτερος ἐγένετο· καὶ ὤμοσα μηκέτι τὰ ἐκεῖ πατῆσαι, εἰ μὴ μετὰ χρόνον. καὶ οὕτως εἰπὼν ἀπῆλθεν ἐάσας τὸν γέροντα· καὶ ὁ ἅγιος εἰσῆλθε εἰς τὸ κελλίον αὐτοῦ.
supposing that the elder was about to lodge with him. But he inquired who it might be on the mountain that was called Theopemptus. And having found him, he entered into his cell. And Theopemptus received him rejoicing. And when he began to speak privately with him, the elder says: How are things with you, brother? And he said: By your prayers, well. And the elder said: Do not thoughts war against you? And he said: Thus far I am well; for he was ashamed to speak. The elder says to him: Behold how many years I practise asceticism, and am honoured by all, and the spirit of fornication troubles me, an old man. Theopemptus answered, saying: Believe, Abba, me also. And the elder feigned that other thoughts also warred against him, until he should make him confess; then he says to him: How do you fast? And he says to him: Till the ninth hour. The elder says to him: Fast until evening, and practise asceticism; and recite by heart from the Gospel and the other Scriptures; and if a thought rises up in you, never look downwards, but always upwards; and straightway the Lord will help you. And when the elder had instructed the brother, he went out to his own desert. And watching again, he sees that demon, and says to him: Where are you going again? And he says: To stir up the minds of the brethren; and he went away. And when he returned again, the saint says to him: How are the brethren? And he says: Badly. And the elder says: Why? And he said: They are all fierce; and the greater evil is that even he whom I had as a friend obeying me, he also, I know not whence, has been turned aside, and not even he obeys me, but has become fiercer than all; and I swore to tread those parts no more, save after a time. And having spoken thus he went away, leaving the elder; and the saint entered into his cell.
4. Παρέβαλεν ὁ ἀββᾶς Μακάριος ὁ μέγας τῷ ἀββᾷ Ἀντωνίῳ εἰς τὸ ὄρος, καὶ κρούσαντος αὐτοῦ τὴν θύραν ἐξῆλθε πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ· σὺ τίς εἶ; ὁ δὲ ἔφη· ἐγώ εἰμι Μακάριος· καὶ κλείσας τὴν θύραν εἰσῆλθε καὶ ἀφῆκεν αὐτόν. καὶ ἰδὼν τὴν ὑπομονὴν αὐτοῦ ἤνοιξεν αὐτῷ. καὶ χαριεντιζόμενος μετ' αὐτοῦ ἔλεγεν· ἀπὸ πολλοῦ χρόνου ἐπεθύμουν σε ἰδεῖν, ἀκούων τὰ περὶ σοῦ. καὶ φιλοξενήσας αὐτὸν ἀνέπαυσεν· ἦν γὰρ ἀπὸ καμάτου πολλοῦ. ὀψίας δὲ γενομένης ἔβρεξεν ἑαυτῷ ὁ ἀββᾶς Ἀντώνιος θαλλία· καὶ λέγει
4. Abba Macarius the Great visited Abba Antony on the mountain, and when he knocked at the door, he came out to him and said to him: Who are you? And he said: I am Macarius. And shutting the door he went in and left him. And seeing his patience he opened to him. And conversing pleasantly with him he said: For a long time I was desiring to see you, hearing the things concerning you. And having entertained him hospitably he gave him rest; for he was from great toil. And when evening came, Abba Antony steeped palm leaves for himself; and says