δεινως καὶ ἀλλοιοῦσθαι καὶ λέγειν πρὸς τοὺς ἀγγέλους τοῦ Θεοῦ· ποίῳ τρόπῳ ὑμεῖς τὴν ψυχὴν ταύτην ἕλκετε ἡμετέραν ὑπάρχουσαν; λέγουσιν οἱ ἄγγελοι πρὸς αὐτόν· τί σοι τὸ σόφισμα ἐν αὐτῇ, εἰπέ; λέγει οὖν αὐτοῖς· ὅτι ἕως τῆς τελευτῆς αὐτοῦ ἐπόρνευε, καὶ τὴν σοδομινὴν ἁμαρτίαν πολλάκις ἰδίᾳ προαιρέσει εἰργάζετο. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἔκρινε τὸν πλησίον αὐτοῦ λοιδόρως, καὶ τί οὖν δεινότερον τούτων τῶν ἐγκλημάτων ἔχετε εὑρεῖν ἐν αὐτῷ; λέγουσιν οἱ ἄγγελοι· εἰ καὶ ἦν δεδουλωμένη ἡ ψυχὴ αὕτη τοῖς τοιούτοις πάθεσιν, ἀλλ' ἐξέκοψε ταῦτα ἐξ αὐτῆς πρὶν ἢ τὸ τέλος αὐτῆς ἐλθεῖν. λέγει δὲ ὁ διάβολος· οὐχί, οὐκ ἔστι, ὡς λέγετε, ἀλλὰ ἀμετανόητος ἐτελεύτησεν ἕως ἐσχάτης ἀναπνοῆς, μηδ' ὅλως παυσάμενος τὰς ἀνομίας· οὐδαμοῦ εὑρέθη ἐξαγόρευσιν ποιησάμενος τῶν ἁμαρτιῶν αὐτοῦ πασῶν, ἢ ἀποχὴν τῶν πονηρῶν ποιησάμενος, ἀλλ' οὕτως ἐτελεύτησε, δοῦλος ὢν τῆς ἁμαρτίας καὶ ἐμὸς συνεργάτης. τότε λέγει εἷς τῶν ἀγγέλων τοῦ Θεοῦ· ἀληθῶς σοι τῷ ἐχθρῷ οὐ πιστεύομεν· ὅλως γὰρ ψεῦδος ὑπάρχεις, ἀκάθαρτε· ἀλλὰ κληθήτω ὁ ἄγγελος ὁ ἀπὸ τοῦ βαπτίσματος δοθεὶς αὐτῷ εἰς παραφυλακήν, κἀκεῖνος φράσει τὴν ἀλήθειαν, ὡς ἔστιν. ὡς δὲ ἐκλήθη ἐκεῖσε, ἦν γὰρ ἀσχολούμενος περὶ τῆς ταφῆς τοῦ σώματος αὐτοῦ, λέγουσιν οἱ ἄγγελοι αὐτῷ· εἰπὲ ἡμῖν, ἑταῖρε· ἡ ψυχὴ αὕτη μετενόησεν ἐπὶ ταῖς ἁμαρτίαις αὐτῆς ἢ συναπέθανεν αὐταῖς; καὶ ἀποκριθεὶς αὐτοῖς εἶπεν ὁ ἄγγελος· ἀπὸ τῆς ὥρας, ἐν ᾗ κατέπεσεν ἐν τῇ νόσῳ, πρὶν ἢ αὐτὸν βαρυνθῆναι εἰς μνήμην ἐλθὼν τοῦ θανάτου, ἤρξατο θρηνεῖν καὶ δακρύειν, καὶ ἐκάλεσεν ἐλθεῖν τὸν πρεσβύτερον τῆς ἐκκλησίας, καὶ κατὰ μόνας ἤρξατο θρηνεῖν καὶ δακρύειν καὶ ἐξομολογεῖσθαι πάσας τῷ Θεῷ τὰς ἁμαρτίας αὐτοῦ ἐνώπιον τοῦ ἱερέως, ἐκτείνων τὰς χεῖρας αὐτοῦ πρὸς τὸν οὐρανόν, πικρῶς στενάζων καὶ ὀδυρόμενος. εἰ οὖν συνεχώρησεν ὁ Θεὸς ταύτην τῇ αὐτοῦ ἐξουσίᾳ, καὶ μάλα εἰκότως, εἶτ' οὐχὶ δόξα τῇ δικαιοκρισίᾳ αὐτοῦ; ταῦτα ἀκούσαντες οἱ τοῦ φωτὸς ἄγγελοι κατεγέλέλετο τῷ διαβόλῳ ἐάσαντες αὐτόν. καὶ ὄντως παρῆλθεν ἡ ψυχὴ ἐκείνη ἐκ τῆς παγίδος τῶν θηρευόντων. καὶ πάλιν θεωρῶ, καὶ ἐφαίνετο ἑτέρα ψυχή· ἦν δὲ φύσει εὐνοῦχος, καὶ κατηγόρουν αὐτῷ μεγάλως οἱ δαίμονες ἐλέγχοντες αὐτοῦ μιᾶς ἑκάστης ἁμαρτίας κατ' εἶδος καὶ τὸν τρόπον καὶ τὸν τόπον, λέγοντες τὰς αὐτοῦ πονηρίας καὶ πράξεις αἰσχράς. καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀντέλεγον, δικαιώματά τινα ἔχειν αὐτόν· ἐν τῇ ζωῇ γὰρ αὐτοῦ πολλάκις καὶ πτωχοῖς τι ἐδίδω, ἀλλ' εἰ καὶ πονηρόν τι ἐποίησεν, εὐθέως ἐστρέφετο μετανοῶν, καὶ ὠνείδιζεν ἑαυτὸν καὶ ἐμέμφετο καὶ ἐστέναζε δακρύων. καὶ ταῦτα λέγοντες οἱ ἄγγελοι τοῦ Θεοῦ διισχυρίζοντο καὶ κατεγέλων μὴ κτερίζοντας τοὺς δαίμονας ἀνθιστάμενοι καὶ πείθοντες, [ὡς]
dreadfully and to be altered in countenance and to say to the angels of God: In what way do you draw away this soul which is ours? The angels say to him: What is your subtle claim upon it, tell us? He says therefore to them: Because until his end he committed fornication, and oftentimes of his own choice wrought the sin of Sodom. And not only this, but he also judged his neighbour revilingly; and what then more dreadful than these charges have you to find in him? The angels say: Even if this soul was enslaved to such passions, yet it cut these off from itself before its end came. But the devil says: No, it is not as you say, but he died unrepentant until his last breath, not having ceased from his iniquities at all; nowhere was he found having made confession of all his sins, or having practised abstinence from evil things, but thus he died, being a slave of sin and my fellow-worker. Then one of the angels of God says: Truly we do not believe you, the enemy; for you are altogether falsehood, unclean one; but let the angel given to him from baptism for guardianship be called, and he will declare the truth as it is. And when he was called thither, for he was occupied about the burial of his body, the angels say to him: Tell us, comrade: did this soul repent over its sins or did it die together with them? And answering them, the angel said: From the hour in which he fell into his sickness, having come to remembrance of death before he grew heavy, he began to lament and weep, and called the presbyter of the church to come, and in private began to lament and weep and confess all his sins to God before the priest, stretching out his hands towards heaven, bitterly groaning and wailing. If therefore God forgave this soul by His authority, and quite reasonably, is there not then glory to His righteous judgement? Hearing these things, the angels of light laughed the devil to scorn, leaving him behind. And truly that soul passed through out of the snare of the hunters. And again I behold, and another soul appeared; and he was by nature a eunuch, and the demons accused him greatly, convicting him of each single sin according to its kind and manner and place, stating his wickednesses and shameful deeds. And the angels of God spoke against them, that he had certain righteous deeds; for in his life he oftentimes also gave something to the poor, and even if he did some evil thing, straightway he turned back repenting, and reproached himself and blamed himself and groaned weeping. And saying these things, the angels of God affirmed confidently and laughed to scorn the demons who did not bury him, withstanding them and persuading them [how]