PG 34:244Read from the pageαὐτῷ ὁ ἀββᾶς Μακάριος· κέλευσον, ἵνα κἀγὼ βρέξω ἐμαυτῷ. ὁ δὲ εἶπε· βρέξον. καὶ ποιήσας δεσμὸν μέγαν ἔβρεξε· καὶ καθήμενοι ἀπὸ ὀψὲ λαλοῦντες περὶ σωτηρίας ψυχῶν ἔπλεκον· καὶ ἡ σειρὰ διὰ τῆς θυρίδος εἰς τὸ σπήλαιον κατέβαινε. καὶ εἰσελθὼν πρωῒ ὁ μακάριος Ἀντώνιος εἶδε τὸ πλῆθος τῆς σειρᾶς τοῦ ἀββᾶ Μακαρίου, καὶ ἔλεγε· πολλὴ δύναμις ἐκ τῶν χειρῶν τούτων ἐξέρχεται.
to him Abba Macarius: Bid that I also steep for myself. And he said: Steep. And having made a great bundle he steeped it; and sitting from evening speaking concerning the salvation of souls they braided; and the braid went down through the window into the cave. And entering in the morning, the blessed Antony saw the abundance of the braid of Abba Macarius, and said: Great power goes forth out of these hands.
5. Ἔλεγεν ὁ ἀββᾶς Μακάριος περὶ τῆς ἐρημώσεως τῆς Σκήτεως τοῖς ἀδελφοῖς· ὅταν ἴδητε κελλίον οἰκοδομούμενον ἐγγὺς τοῦ ἕλους, μάθετε ὅτι ἐγγύς ἐστιν ἡ ἐρήμωσις αὐτῆς· ὅταν ἴδητε δένδρα, ἐπὶ θυρῶν ἐστιν. ὅταν δὲ ἴδητε παιδία, ἄρατε τὰ μηλωτάρια ὑμῶν, καὶ ἀναχωρήσατε.
5. Abba Macarius said concerning the desolation of Scetis to the brethren: When you see a cell built near the marsh, know that its desolation is near; when you see trees, it is at the doors; and when you see children, take up your sheepskins, and depart.
6. Ἔλεγε πάλιν, παρηγορῆσαι θέλων τοὺς ἀδελφούς· ἦλθεν ὧδε παιδίον δαιμονιζόμενον μετὰ τῆς μητρὸς αὐτοῦ, καὶ ἔλεγε τῇ μητρὶ αὐτοῦ· ἔγειρε, γραῖα, ἄγωμεν ἔνθεν. ἡ δὲ εἶπεν· οὐ δύναμαι πεζεῦσαι. καὶ εἶπεν αὐτῇ τὸ παιδίον· ἐγώ σε βαστάζω. καὶ ἐθαύμασα τὴν πονηρίαν τοῦ δαίμονος, πῶς ἠθέλησεν αὐτοὺς φυγαδεῦσαι.
6. He said again, wishing to console the brethren: There came here a child possessed by a demon with his mother, and he said to his mother: Arise, old woman, let us go hence. And she said: I cannot walk on foot. And the child said to her: I will carry you. And I marvelled at the malice of the demon, how he wished to put them to flight.
7. Ἔλεγεν ὁ ἀββᾶς Σισόης· ὅτε ἤμην εἰς Σκῆτιν μετὰ τοῦ Μακαρίου, ἀνέβημεν θερίσαι μετ' αὐτοῦ ἑπτὰ ὀνόματα. καὶ ἰδοὺ μία χήρα καλαμωμένη ἦν ὀπίσω ἡμῶν, καὶ οὐκ ἐπαύετο κλαίουσα· ἐφώνησεν οὖν ὁ γέρων τὸν κύριον τοῦ χωρίου καὶ εἶπεν αὐτῷ· τί ἔχει ἡ γραῦς αὕτη, ὅτι πάντοτε κλαίει; λέγει αὐτῷ· ὅτι ὁ ἀνὴρ αὐτῆς εἶχε παραθήκην τινός, καὶ ἀπέθανεν ἄφνω, καὶ οὐκ εἶπε ποῦ ἔθηκεν αὐτήν· καὶ θέλει ὁ κύριος τῆς παραθήκης λαβεῖν αὐτὴν καὶ τὰ τέκνα αὐτῆς εἰς δούλους. λέγει αὐτῷ ὁ γέρων· εἰπὲ αὐτῇ, ἵνα ἔλθῃ πρὸς ἡμᾶς, ὅπου ἀναπαυόμεθα τὸ καῦμα. καὶ ἐλθούσης τῆς γυναικὸς εἶπεν αὐτῇ ὁ γέρων· τί πάντα οὕτως κλαίεις; καὶ εἶπεν· ὁ ἀνήρ μου ἀπέθανε λαβὼν παραθήκην τινός, καὶ οὐκ εἶπεν ἀποθνήσκων, ποῦ ἔθηκεν αὐτήν. καὶ εἶπεν ὁ γέρων πρὸς αὐτήν· δεῦρο, δεῖξόν μοι ποῦ ἔθηκας αὐτόν. καὶ λαβὼν τοὺς ἀδελφοὺς μεθ' ἑαυτοῦ, ἐξῆλθε σὺν αὐτῇ· καὶ ἐλθόντων ἐπὶ τὸν τόπον, εἶπεν αὐτῇ ὁ γέρων· ἀναχώρησον εἰς τὸν οἶκόν σου. καὶ προσευξαμένων αὐτῶν, ἐφώ-
7. Abba Sisoes said: When I was in Scetis with Macarius, we went up to reap with him, seven persons. And behold, a widow was gleaning behind us, and did not cease weeping; the elder therefore called the owner of the field and said to him: What ails this old woman, that she is always weeping? He says to him: Because her husband had a deposit belonging to someone, and died suddenly, and did not say where he put it; and the owner of the deposit wishes to take her and her children as slaves. The elder says to him: Tell her to come to us, where we rest during the heat. And when the woman came, the elder said to her: Why do you weep thus in all things? And she said: My husband died having received a deposit from someone, and when dying he did not say where he put it. And the elder said to her: Come, show me where you laid him. And taking the brethren with himself, he went out with her; and when they came to the place, the elder said to her: Withdraw to your house. And when they had prayed,
PG 34:245Read from the pageνησεν ὁ γέρων τὸν νεκρὸν λέγων· ὁ δεῖνα, ποῦ ἔθηκας τὴν ἀλλοτρίαν παραθήκην; ὁ δὲ ἀποκριθεὶς εἶπεν· εἰς τὸν οἶκόν μου κέκρυπται ὑπὸ τὸν πόδα τῆς κλίνης. καὶ λέγει αὐτῷ ὁ γέρων· κοιμῶ πάλιν ἕως τῆς ἡμέρας τῆς ἀναστάσεως. ἰδόντες δὲ οἱ ἀδελφοὶ, ἀπὸ τοῦ φόβου ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ. καὶ εἶπεν αὐτοῖς ὁ γέρων· οὐ δι' ἐμὲ γέγονε τοῦτο· οὐδὲν γάρ εἰμι· ἀλλὰ διὰ τὴν χήραν καὶ τὰ ὀρφανὰ ὁ Θεὸς ἐποίησε τὸ πρᾶγμα· τοῦτο δέ ἐστι τὸ μέγα, ὅτι ἀναμάρτητον θέλει ὁ Θεὸς τὴν ψυχήν· καὶ εἴ τι ἂν αἰτήσεται, λαμβάνει. ἐλθὼν δὲ ἀνήγγειλε τῇ χήρᾳ ποῦ κεῖται ἡ παραθήκη· ἡ δὲ λαβοῦσα αὐτὴν ἔδωκε τῷ κυρίῳ αὐτῆς, καὶ ἠλευθέρωσε τὰ τέκνα αὐτῆς. καὶ πάντες οἱ ἀκούσαντες ἐδόξασαν τὸν Θεόν.
the elder called the dead man, saying: So-and-so, where did you put another's deposit? And he answering said: It is hidden in my house under the foot of the bed. And the elder says to him: Sleep again until the day of the resurrection. And when the brethren saw it, from fear they fell at his feet. And the elder said to them: Not on my account has this happened, for I am nothing; but on account of the widow and the orphans God has done the thing; and this is the great thing, that God wills the soul to be sinless, and whatever it asks for, it receives. And coming he told the widow where the deposit lay; and she, taking it, gave it to its owner, and freed her children. And all who heard glorified God.
8. Ἔλεγεν ὁ ἀββᾶς Πέτρος περὶ τοῦ ἁγίου Μακαρίου, ὅτι παραγενόμενός ποτε πρός τινα ἀναχωρητήν, καὶ εὑρὼν αὐτὸν κακούμενον, ἐπυνθάνετο τί βούλοιτο τραφῆναι οὐδενὸς ὄντος ἐν τῷ κελλίῳ αὐτοῦ. καὶ φήσαντος ἐκείνου, πάστιλον, εἰς τὴν Ἀλεξανδρέων πόλιν οὐκ ὤκνησεν ὁ ἀνδρεῖος παραγενέσθαι καὶ δοῦναι τῷ κάμνοντι· καὶ τὸ θαυμαστὸν μηδενὶ κατάδηλον γενόμενον.
8. Abba Peter said concerning the holy Macarius, that having come once to a certain anchorite, and finding him ill, he inquired what he would like to take for nourishment, since there was nothing in his cell. And when that one said, a pastille, the courageous man did not hesitate to go to the city of the Alexandrians and give it to the sick man; and the wonderful thing became known to no one.
9. Εἶπε πάλιν, ὅτι ἐν ἀκακίᾳ τοῦ ἀββᾶ Μακαρίου πολιτευομένου πρὸς πάντας τοὺς ἀδελφοὺς, ἔφησαν αὐτῷ τινες· διὰ τί οὕτως ἑαυτὸν ποιεῖς; ὁ δὲ εἶπε· δώδεκα ἔτη ἐδούλευσα τῷ κυρίῳ μου, ἵνα μοι χαρίσηται τὸ χάρισμα τοῦτο, καὶ πάντες μοι συμβουλεύετε ἀποθέσθαι αὐτό;
9. He said again, that as Abba Macarius conducted himself in guilelessness towards all the brethren, some said to him: Why do you make yourself thus? And he said: Twelve years I served my Lord, that He might grant me this gift of grace, and do you all advise me to lay it aside?
10. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι εἰ εὐκαίρησε μετὰ ἀδελφῶν, ἐτίθει ἑαυτῷ ὅρον· ὅτι ἐὰν εὑρεθῇ οἶνος, διὰ τοὺς ἀδελφοὺς πίνε, καὶ ἀντὶ ἑνὸς ποτηρίου οἴνου μίαν ἡμέραν μὴ πίῃς ὕδωρ· οἱ οὖν ἀδελφοὶ χάριν ἀναπαύσεως ἐδίδουν αὐτῷ· ὁ δὲ γέρων μετὰ χαρᾶς ἐλάμβανεν, ἵνα ἑαυτὸν βασανίσῃ· ὁ δὲ μαθητὴς, εἰδὼς τὸ πρᾶγμα, ἔλεγε τοῖς ἀδελφοῖς· διὰ τὸν κύριον, μὴ δῶτε αὐτῷ· εἰ δὲ μήγε, εἰς τὸ κελλίον μέλλει ἑαυτὸν δαμάζειν. καὶ μαθόντες οἱ ἀδελφοὶ οὐκ ἔτι αὐτῷ παρεῖχον.
10. They said concerning Abba Macarius, that if he spent time with brethren, he set a rule for himself: If wine be found, drink for the brethren's sake, and in place of one cup of wine do not drink water for one day. The brethren therefore for the sake of refreshment gave to him; and the elder received it with joy, so that he might torment himself. But his disciple, knowing the matter, said to the brethren: For the Lord's sake, do not give to him; otherwise, in the cell he is going to afflict himself. And when the brethren learned this, they no longer offered it to him.
11. Παρερχόμενός ποτε ἀπὸ τοῦ ἕλους εἰς τὸ κελλίον ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, ἐβάσταζε θαλλία, καὶ ἰδοὺ ὑπήντησεν αὐτῷ ὁ διάβολος κατὰ τὴν ὁδὸν μετὰ δρεπάνου. καὶ ὡς ἠθέλησεν αὐτὸν κροῦσαι, οὐκ ἴσχυσε. καὶ λέγει αὐτῷ· πολλὴ βία ἀπὸ σοῦ, Μακάριε, ὅτι οὐ δύναμαι πρὸς σέ· ἰδοὺ γάρ, εἴ τι ποιεῖς, κἀγὼ ποιῶ· σὺ νηστεύεις· κἀγώ· ἀγρυπνεῖς· κἀγὼ ὅλως οὐ κοιμῶμαι· ἕν ἐστι μόνον, ἐν ᾧ νικᾷς με. λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· ποῖον τοῦτο; ὁ δὲ ἔφη· ἡ ταπείνωσίς σου. καὶ διὰ τοῦτο οὐ δύναμαι πρὸς σέ.
11. Passing by once from the marsh to his own cell, Abba Macarius was carrying palm leaves, and behold, the devil met him on the road with a sickle. And when he wished to strike him, he had not the strength. And he says to him: Great violence comes from you, Macarius, in that I have no power against you; for behold, whatever you do, I also do: you fast, and I also; you keep vigil, and I do not sleep at all; there is one thing alone wherein you conquer me. Abba Macarius says to him: What is this? And he said: Your humility. And on this account I have no power against you.
12. Ἠρώτησάν τινες τῶν πατέρων τὸν ἀββᾶν Μακάριον τὸν Αἰγύπτιον, λέγοντες· πῶς ὅτε ἐσθίεις καὶ ὅτε νηστεύεις τὸ σῶμά σου ξηρόν ἐστι; καὶ λέγει
12. Certain of the fathers questioned Abba Macarius the Egyptian, saying: How is it that both when you eat and when you fast your body is dry? And says
PG 34:248Read from the pageαὐτοῖς ὁ γέρων· τὸ ξύλον τὸ στρέφον τὰ καιόμενα φρύγανα δι' ὅλου ἐσθίεται ἐκ τοῦ πυρός. οὕτως ἐὰν καθαρεύσῃ ἄνθρωπος τὸν νοῦν αὐτοῦ ἐν τῷ φόβῳ τοῦ Θεοῦ, αὐτὸς ὁ φόβος τοῦ Θεοῦ κατεσθίει τὸ σῶμα αὐτοῦ.
the elder to them: The wood that stirs the burning brushwood is wholly consumed by the fire. Thus if a man purifies his mind in the fear of God, the fear of God itself consumes his body.
13. Ἀνέβη ποτὲ ὁ ἀββᾶς Μακάριος ἀπὸ Σκήτεως εἰς Τερενοῦθιν· καὶ εἰσῆλθεν εἰς τὸ ἱερὸν κοιμηθῆναι· ἦσαν δὲ ἐκεῖ σκηνώματα Ἑλλήνων παλαιά· καὶ λαβὼν ἓν, ὑπέθηκε τῇ ἑαυτοῦ κεφαλῇ ὡς ἐμβρίμιον· οἱ οὖν δαίμονες ὁρῶντες αὐτοῦ τὸ θαρσαλέον, ἐφθόνησαν· καὶ θέλοντες αὐτὸν πτοῆσαι, ἐφώνουν ὡς γυναικὸς ὄνομα, λέγοντες· ἡ δεῖνα, δεῦρο μεθ' ἡμῶν εἰς τὸ βαλανεῖον· ὑπήκουσε δὲ ἄλλος δαίμων ὑποκάτωθεν αὐτοῦ ὡς ἐκ τῶν νεκρῶν λέγων· ξένον ἔχω ἐπάνω μου, καὶ οὐ δύναμαι ἐλθεῖν. ὁ δὲ γέρων οὐκ ἐπτοήθη, ἀλλὰ θαῤῥῶν ἔτυπτε τὸ σκήνωμα λέγων· ἔγειραι, ὕπαγε εἰς τὸ σκότος, εἰ δύνασαι. καὶ τοῦτο ἀκούσαντες οἱ δαίμονες, ἐβόησαν φωνῇ μεγάλῃ λέγοντες· ἐνίκησας ἡμᾶς· καὶ ἔφυγον καταισχυνόμενοι.
13. Abba Macarius went up once from Scetis to Terenuthis, and entered into the temple to sleep; and there were old corpses of pagans there; and taking one, he placed it under his own head as a pillow. The demons therefore, seeing his boldness, were envious; and wishing to frighten him, they called out as though the name of a woman, saying: So-and-so, come with us to the bath. And another demon answered from underneath him as if from the dead, saying: I have a stranger upon me, and I cannot come. But the elder was not frightened, and taking courage he beat the corpse, saying: Arise, go into the darkness, if you can. And hearing this the demons cried out with a loud voice, saying: You have conquered us; and they fled ashamed.
14. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου, ὅτι ἀναβαίνων ἀπὸ Σκήτεως, καὶ βαστάζων σπυρίδας, κοπιάσας ἐκαθέσθη· καὶ εὔξατο λέγων· ὁ Θεὸς, σὺ οἶδας ὅτι οὐκ ἰσχύω· καὶ εὐθέως εὑρέθη ἐπὶ τὸν ποταμόν.
14. They said concerning Abba Macarius the Egyptian, that going up from Scetis, and carrying baskets, having grown weary he sat down; and he prayed, saying: O God, Thou knowest that I have no strength; and straightway he was found at the river.
15. Ἦν τις ἔχων υἱὸν παραλυτικὸν ἐν Αἰγύπτῳ· καὶ ἤνεγκεν αὐτὸν εἰς τὸ κελλίον τοῦ ἀββᾶ Μακαρίου· καὶ ἀφεὶς αὐτὸν ἐπὶ τὴν θύραν κλαίοντα, ἀνεχώρησε μακράν. παρακύψας οὖν ὁ γέρων εἶδε τὸ παιδίον, καὶ λέγει αὐτῷ· τίς ἤνεγκέ σε ὧδε; καὶ λέγει· ὁ πατήρ μου ἔῤῥιψέ με ὧδε, καὶ ἀπῆλθε. λέγει αὐτῷ ὁ γέρων· ἀναστὰς κατάλαβε αὐτόν. καὶ εὐθέως ὑγιάνας ἀνέστη, καὶ κατέλαβε τὸν πατέρα αὐτοῦ· καὶ οὕτως ἀπῆλθον εἰς τὸν οἶκον αὐτῶν.
15. There was a certain man in Egypt who had a paralytic son; and he brought him to the cell of Abba Macarius; and leaving him weeping at the door, he withdrew afar off. Looking out therefore, the elder saw the child, and says to him: Who brought you here? And he says: My father cast me here, and went away. The elder says to him: Rise up and overtake him. And straightway having been healed he rose up, and overtook his father; and thus they went away to their house.
16. Ὁ ἀββᾶς Μακάριος ὁ μέγας ἔλεγε τοῖς ἀδελφοῖς ἐν τῇ Σκήτει, ὡς ἀπέλυε τὴν ἐκκλησίαν· φεύγετε, ἀδελφοί. καὶ εἶπεν αὐτῷ τις τῶν γερόντων· ποῦ ἔχομεν φυγεῖν πλέον τῆς ἐρήμου ταύτης; ὁ δὲ ἐτίθει τὸν δάκτυλον αὐτοῦ εἰς τὸ στόμα λέγων· τοῦτο φεύγετε. καὶ εἰσήρχετο εἰς τὸ κελλίον ἑαυτοῦ καὶ ἔκλειε τὴν θύραν καὶ ἐκάθητο.
16. Abba Macarius the Great used to say to the brethren in Scetis, when he dismissed the assembly: Flee, brethren. And one of the elders said to him: Where have we to flee further than this desert? And he placed his finger upon his mouth, saying: Flee this. And he entered into his own cell and shut the door and sat down.
17. Εἶπεν ὁ αὐτὸς ἀββᾶς Μακάριος· ἐάν τινι ἐπιτιμῶν εἰς ὀργὴν κινηθῇς, ἴδιον πάθος πληροῖς· οὐ γὰρ ἵνα ἄλλους σώσῃς, σεαυτὸν ἀπολέσεις.
17. The same Abba Macarius said: If in rebuking anyone you are moved to anger, you fulfil your own passion; for you shall not destroy yourself in order to save others.
18. Ὁ αὐτὸς ἀββᾶς Μακάριος, ἐν Αἰγύπτῳ ὤν, εὗρεν ἄνθρωπον ἔχοντα κτῆνος καὶ συλοῦντα τὰς χρείας αὐτοῦ· καὶ αὐτὸς ὡς ξένος παραστὰς τῷ συλοῦντι, συνεγέμου τὸ κτῆνος, καὶ μετὰ πολλῆς ἡσυχίας προέπεμπεν αὐτὸν λέγων, ὅτι οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγ-
18. The same Abba Macarius, being in Egypt, found a man having a beast of burden and plundering his goods; and standing by the plunderer as a stranger, he helped load the beast, and with great quietness sent him on his way, saying: We brought nothing into the world, and it is manifest that neither carry out
Notes, col. 248
On the reading
Printed οὐκ ἰσχύω, for οὐκ ἔτι ἰσχύω.
PG 34:249Read from the pageκεῖν τι δυνάμεθα. ὁ Κύριος ἔδωκεν· ὡς αὐτὸς ἠθέλησεν, οὕτως καὶ ἐγένετο. εὐλογητὸς Κύριος ἐπὶ πᾶσιν.
anything can we. The Lord gave; as He Himself willed, so also it came to pass. Blessed be the Lord in all things.
19. Ἠρώτησάν τινες τὸν ἀββᾶν Μακάριον, λέγοντες· πῶς ὀφείλομεν προσεύχεσθαι; λέγει αὐτοῖς ὁ γέρων· οὐκ ἔστι χρεία βαττολογεῖν, ἀλλ' ἐκτείνειν τὰς χεῖρας, καὶ λέγειν· κύριε, ὡς θέλεις καὶ ὡς οἶδας ἐλέησον· ἐὰν δὲ ἐπίκειται πόλεμος· κύριε, βοήθει· καὶ αὐτὸς οἶδε τὰ συμφέροντα, καὶ ποιεῖ μεθ' ἡμῶν ἔλεος.
19. Certain men questioned Abba Macarius, saying: How ought we to pray? The elder says to them: There is no need to use vain repetitions, but to stretch out the hands, and say: Lord, as Thou wilt and as Thou knowest, have mercy; and if warfare presses: Lord, help; and He Himself knows what is profitable, and shows mercy with us.
20. Εἶπεν ὁ ἀββᾶς Μακάριος· εἰ γέγονεν ἐν σοὶ ἡ ἐξουδένωσις ὡς ὁ ἔπαινος, καὶ ἡ πενία ὡς ὁ πλοῦτος, καὶ ἡ ἔνδεια ὡς ἡ δαψίλεια, οὐκ ἀποθνήσκεις· ἀμήχανον γάρ ἐστι τὸν καλῶς πιστεύοντα, καὶ ἐν εὐσεβείᾳ ἐργαζόμενον, ἐμπεσεῖν εἰς ἀκαθαρσίαν παθῶν καὶ δαιμόνων πλάνην.
20. Abba Macarius said: If contempt has become to you as praise, and poverty as riches, and want as abundance, you do not die; for it is impossible that one who believes rightly, and works in godliness, should fall into the impurity of passions and the error of demons.
21. Ἔλεγον, ὅτι ἐσφάλησαν δύο ἀδελφοὶ [εἰς] Σκῆτιν· καὶ ἐχώρισεν αὐτοὺς ὁ ἀββᾶς Μακάριος ὁ πολιτικός· καὶ ἦλθόν τινες, καὶ εἶπον τῷ ἀββᾷ Μακαρίῳ τῷ μεγάλῳ τῷ Αἰγυπτίῳ. Ὁ δὲ εἶπεν· Οὐκ εἰσὶν οἱ ἀδελφοὶ κεχωρισμένοι, ἀλλὰ Μακάριός ἐστι κεχωρισμένος· ἦν γὰρ ἀγαπῶν αὐτόν. ἤκουσεν ὁ ἀββᾶς Μακάριος, ὅτι ἐχωρίσθη ὑπὸ τοῦ γέροντος, καὶ ἔφυγεν εἰς τὸ ἕλος. ἐξῆλθεν οὖν ὁ ἀββᾶς Μακάριος ὁ μέγας· καὶ εὑρίσκει αὐτὸν τιτρωσκόμενον ὑπὸ τῶν κωνώπων· καὶ λέγει αὐτῷ· σὺ ἐχώρισας τοὺς ἀδελφούς, καὶ ἰδοὺ εἶχον ἀναχωρῆσαι εἰς τὴν κώμην. ἐγὼ δέ σε ἐχώρισα, καὶ σὺ ὡς καλὴ παρθένος εἰς τὸν ἐσώτερον κοιτῶνα ἔφυγες ὧδε. ἐγὼ καλέσας τοὺς ἀδελφοὺς, ἔμαθον παρ' αὐτῶν καὶ εἶπον· οὐδὲν τούτων γέγονε. βλέπε οὖν καὶ σύ, ἀδελφέ, μὴ ἀπὸ δαιμόνων ἐχλευάσθης, οὐδὲν γὰρ ἑώρακας· ἀλλὰ βάλε μετάνοιαν ὑπὲρ τοῦ σφάλματός σου. ὁ δὲ εἶπεν· εἰ θέλεις δός μοι μετάνοιαν. ἰδὼν δὲ ὁ γέρων τὴν ταπείνωσιν αὐτοῦ, ἔλεγεν· ὕπαγε, καὶ νήστευσον τρεῖς ἑβδομάδας, κατὰ ἑβδομάδα ἐσθίων· αὕτη γὰρ ἦν ἡ ἐργασία αὐτοῦ πάντοτε, τὰς ἑβδομάδας νηστεύειν.
21. They said that two brethren fell into a fault in Scetis; and Abba Macarius the citizen excommunicated them; and certain men came and told Abba Macarius the Great, the Egyptian. And he said: It is not the brethren who are excommunicated, but Macarius who is excommunicated; for he loved him. Abba Macarius heard that he had been excommunicated by the elder, and fled into the marsh. Abba Macarius the Great therefore went out, and finds him being bitten by the gnats; and he says to him: You excommunicated the brethren, and behold, they were about to depart to the village; and I excommunicated you, and like a fair virgin you fled here into the inner chamber. Having called the brethren, I learned from them, and they said: Nothing of these things has happened. See therefore you also, brother, lest you were mocked by demons, for you have seen nothing; but do penance for your fault. And he said: If you will, give me a penance. And the elder, seeing his humility, said: Go, and fast three weeks, eating once a week; for this was always his practice, to fast by weeks.
22. Εἶπεν ὁ ἀββᾶς Μωϋσῆς τῷ ἀββᾷ Μακαρίῳ εἰς Σκῆτιν· θέλω ἡσυχάσαι, καὶ οὐκ ἀφιοῦσί με οἱ ἀδελφοί. καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· θεωρῶ, ὅτι ἡ φύσις σου ἁπαλή ἐστι, καὶ οὐ δύνασαι ἀποστρέψαι ἀδελφόν· ἀλλ' ἐὰν θέλῃς ἡσυχάσαι, ὕπαγε εἰς τὴν ἔρημον ἔσω εἰς τὴν πέτραν, κἀκεῖ ἡσυχάζεις. καὶ τοῦτο ἐποίησε καὶ ἀνεπάη.
22. Abba Moses said to Abba Macarius in Scetis: I wish to live in quiet, and the brethren do not suffer me. And Abba Macarius says to him: I perceive that your nature is gentle, and you cannot turn away a brother; but if you wish to live in quiet, go into the inner desert to the rock, and there you will live in quiet. And he did this and found rest.
23. Ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Μακαρίῳ τῷ Αἰγυπτίῳ, καὶ λέγει αὐτῷ· ἀββᾶ, εἰπέ μοι ῥῆμα πῶς σωθῶ. καὶ λέγει ὁ γέρων· ὕπαγε εἰς τὸ μνημεῖον, καὶ ὕβρισον τοὺς νεκρούς. ἀπελθὼν οὖν ὁ ἀδελφὸς ὕβρισε καὶ ἐλίθασε· καὶ ἐλθὼν ἀπήγγειλε τῷ γέροντι. καὶ λένει αὐτῷ· οὐδέν σοι ἐλάλησαν;
23. A brother visited Abba Macarius the Egyptian, and says to him: Abba, speak a word to me, how I may be saved. And the elder says: Go to the tomb, and insult the dead. Having gone away therefore, the brother insulted and stoned them; and coming he told the elder. And he says to him: Did they say nothing to you?
Notes, col. 249
On the reading
Printed λένει, for λέγει.
PG 34:252Read from the pageὁ δὲ ἔφη· οὐχί. λέγει αὐτῷ ὁ γέρων· ὕπαγε πάλιν αὔριον, καὶ δόξασον αὐτούς. ἀπελθὼν οὖν ὁ ἀδελφὸς ἐδόξασεν αὐτοὺς λέγων· ἀπόστολοι, ἅγιοι, καὶ δίκαιοι· καὶ ἦλθε πρὸς τὸν γέροντα, καὶ εἶπεν αὐτῷ· ἐδόξασα. καὶ λέγει αὐτῷ· οὐδέν σοι ἀπεκρίθησαν; ἔφη ὁ ἀδελφός· οὐχί. λέγει αὐτῷ ὁ γέρων· οἶδας πόσα ἠτίμασας αὐτούς, καὶ οὐδὲν ἀπεκρίθησαν, καὶ πόσα ἐδόξασας αὐτούς, καὶ οὐδέν σοι ἐλάλησαν. οὕτως καὶ σύ, ἐὰν θέλῃς σωθῆναι, γενοῦ νεκρός· μήτε τὴν ἀδικίαν τῶν ἀνθρώπων, μήτε τὴν δόξαν αὐτῶν λογίσῃ, ὡς οἱ νεκροί· καὶ δύνασαι σωθῆναι.
And he said, "No." The old man says to him, "Go again tomorrow, and glorify them." So the brother went away and glorified them, saying, "Apostles, saints, and righteous ones!" And he came to the old man, and said to him, "I have glorified them." And he says to him, "Did they answer you nothing?" The brother said, "No." The old man says to him, "You know how much you dishonoured them, and they answered nothing, and how much you glorified them, and they spoke nothing to you. So you also, if you wish to be saved, become dead; take account neither of the injustice of men, nor of their glory, like the dead; and you can be saved."
24. Παρερχόμενός ποτε ὁ ἀββᾶς Μακάριος μετὰ ἀδελφῶν διὰ τῆς Αἰγύπτου, ἤκουσε παιδίου λέγοντος τῇ μητρὶ αὐτοῦ· ἀμμᾶ, πλούσιός τις ἀγαπᾷ με, καὶ μισῶ αὐτόν· καὶ πτωχὸς μισεῖ με, καὶ ἀγαπῶ αὐτόν. καὶ ἀκούσας ὁ ἀββᾶς Μακάριος ἐθαύμασε. καὶ λέγουσιν αὐτῷ οἱ ἀδελφοί· τί ἐστι τὸ ῥῆμα τοῦτο, πάτερ, ὅτι ἐθαύμασας; καὶ λέγει αὐτοῖς ὁ γέρων· ἀληθῶς ὁ κύριος ἡμῶν πλούσιός ἐστι καὶ ἀγαπᾷ ἡμᾶς, καὶ οὐ θέλομεν αὐτοῦ ἀκοῦσαι· ὁ δὲ ἐχθρὸς ἡμῶν διάβολος πτωχός ἐστι καὶ μισεῖ ἡμᾶς, καὶ ἀγαπῶμεν αὐτοῦ τὴν ἀκαθαρσίαν.
24. Once when Abba Macarius was passing through Egypt with brothers, he heard a little child saying to his mother, "Mother, a certain rich man loves me, and I hate him; and a poor man hates me, and I love him." And when Abba Macarius heard this, he marvelled. And the brothers say to him, "What is this saying, father, that you marvelled?" And the old man says to them, "Truly our Lord is rich and loves us, and we do not wish to hear Him; whereas our enemy the devil is poor and hates us, and we love his uncleanness."
25. Παρεκάλεσεν ὁ ἀββᾶς Ποιμὴν αὐτὸν μετὰ πολλῶν δακρύων λέγων· εἰπέ μοι ῥῆμα πῶς σωθῶ. ἀποκριθεὶς δὲ ὁ γέρων εἶπεν αὐτῷ· τὸ πρᾶγμα ὃ ζητεῖς, ἀπῆλθε νῦν ἀπὸ τῶν μοναχῶν.
25. Abba Poemen entreated him with many tears, saying, "Speak a word to me, how I may be saved." And answering, the old man said to him, "The thing that you seek has now departed from the monks."
26. Παρέβαλέ ποτε ὁ ἀββᾶς Μακάριος τῷ ἀββᾷ Ἀντωνίῳ· καὶ λαλήσας αὐτῷ ὑπέστρεψεν εἰς Σκῆτιν· καὶ ἦλθον οἱ πατέρες εἰς ἀπάντησιν αὐτοῦ· καὶ ὡς ἐλάλουν, εἶπεν αὐτοῖς ὁ γέρων· ἔφην τῷ ἀββᾷ Ἀντωνίῳ, ὡς οὐκ ἔχομεν προσφορὰν ἐν τῷ τόπῳ ἡμῶν. καὶ ἤρξαντο οἱ πατέρες λαλεῖν περὶ ἄλλων, καὶ οὐκ ἠρώτησαν ἔτι μαθεῖν τὴν ἀπόκρισιν παρὰ τοῦ γέροντος, οὔτε ὁ γέρων αὐτοῖς εἶπε. τοῦτο οὖν ἔλεγέ τις τῶν πατέρων, ὅτι ἐὰν ἴδωσιν οἱ πατέρες ὅτι λανθάνει τοὺς ἀδελφοὺς τὸ ἐρωτῆσαι περὶ πράγματος ὠφελοῦντος αὐτούς, ἀναγκάζουσιν ἑαυτοὺς εἰπεῖν ἀρχὴν τοῦ λόγου· ἐὰν δὲ μὴ ἀναγκασθῶσι παρὰ τῶν ἀδελφῶν, οὐκ ἔτι λαλοῦσι τὸν λόγον· ἵνα μὴ εὑρεθῶσιν ὡς μὴ ἐπερωτώμενοι καὶ λαλοῦντες, καὶ ὡς ἀργολογία εὑρίσκεται.
26. Once Abba Macarius visited Abba Antony; and after speaking with him, he returned to Scetis; and the fathers came to meet him; and as they were speaking, the old man said to them, "I told Abba Antony that we do not have an oblation in our place." And the fathers began to speak about other things, and did not ask further to learn the answer from the old man, nor did the old man tell them. One of the fathers therefore used to say this, that if the fathers see that it escapes the brothers' notice to ask about a matter that profits them, they compel themselves to speak the beginning of the word; but if they are not compelled by the brothers, they no longer speak the word, lest they be found as though speaking without being asked, and it be found as idle talk.
27. Ἠρώτησεν ὁ ἀββᾶς Ἠσαΐας τὸν ἀββᾶν Μακάριον λέγων· εἰπέ μοι ῥῆμα. καὶ λέγει αὐτῷ ὁ γέρων· φεῦγε τοὺς ἀνθρώπους. ἔλεγε αὐτῷ ὁ ἀββᾶς Ἠσαΐας· τί ἐστι τὸ φεύγειν τοὺς ἀνθρώπους; ὁ δὲ γέρων εἶπεν αὐτῷ· τὸ καθίσαι εἰς τὸ κελλίον σου, καὶ κλαῦσαι τὰς ἁμαρτίας σου.
27. Abba Isaiah asked Abba Macarius, saying, "Speak a word to me." And the old man says to him, "Flee from men." Abba Isaiah said to him, "What is it to flee from men?" And the old man said to him, "To sit in your cell, and to weep for your sins."
28. Ἔλεγεν ὁ ἀββᾶς Παφνούτιος ὁ μαθητὴς τοῦ ἀββᾶ Μακαρίου, ὅτι παρεκάλεσα τὸν πατέρα μου, λέγων· εἰπέ μοι λόγον. ὁ δὲ ἔφη· μὴ κακοποιήσῃς τινά, μηδὲ κατακρίνῃς τινά· ταῦτα τήρει καὶ σώζῃ.
28. Abba Paphnutius, the disciple of Abba Macarius, used to say, "I entreated my father, saying, 'Speak a word to me.' And he said, 'Do no harm to anyone, nor condemn anyone; keep these things and you shall be saved.'"
29. Εἶπεν ὁ ἀββᾶς Μακάριος· μὴ κοιμηθῇς εἰς κελλίον ἀδελφοῦ ἔχοντος κακὴν φήμην.
29. Abba Macarius said, "Do not sleep in the cell of a brother who has a bad reputation."
PG 34:253Read from the page30. Παρέβαλόν ποτε τῷ ἀββᾷ Μακαρίῳ ἀδελφοὶ εἰς Σκῆτιν, καὶ οὐχ εὗρον ἐν τῷ κελλίῳ αὐτοῦ οὐδέν, εἰ μὴ ὕδωρ σαπρόν, καὶ λέγουσιν αὐτῷ· ἀββᾶ, δεῦρο ἄνω εἰς τὴν κώμην, καὶ ἀναπαύομέν σε. λέγει αὐτοῖς ὁ γέρων· οἴδατε, ἀδελφοί, τὸ ἀρτοκοπεῖον τοῦ δεῖνος εἰς τὴν κώμην; καὶ λέγουσιν αὐτῷ· ναί. λέγει αὐτοῖς ὁ γέρων· κἀγὼ οἶδα αὐτό. οἴδατε καὶ τὸ χωρίον τοῦ δεῖνος ὅπου ὁ ποταμὸς κρούει; λέγουσιν αὐτῷ· ναί. λέγει αὐτοῖς ὁ γέρων· κἀγὼ οἶδα αὐτό· ὅτε οὖν θέλω, οὐ χρείαν ὑμῶν ἔχω, ἀλλ' ἐμαυτῷ ἀναβάζω.
30. Brothers once visited Abba Macarius in Scetis, and they found nothing in his cell except putrid water, and they say to him, "Abba, come up to the village, and we will refresh you." The old man says to them, "Do you know, brothers, the bakery of such a one in the village?" And they say to him, "Yes." The old man says to them, "I too know it. Do you also know the field of such a one where the river strikes?" They say to him, "Yes." The old man says to them, "I too know it; therefore when I wish, I have no need of you, but I bring it up for myself."
31. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι εἰ προσήρχετο αὐτῷ ἀδελφὸς ὡς ἁγίῳ γέροντι καὶ μεγάλῳ μετὰ φόβου, οὐδὲν ἐλάλει αὐτῷ. εἰ δὲ ἔλεγεν αὐτῷ τις τῶν ἀδελφῶν ὡς ἐξουθενῶν αὐτόν· ἀββᾶ, ἄρα ὅταν ἦς καμηλίτης καὶ ἔκλεπτες νίτρον καὶ ἐπώλεις αὐτό, οὐκ ἔδερόν σε οἱ τηρηταί; εἰ ταῦτά τις ἔλεγεν αὐτῷ, ἐλάλει αὐτῷ μετὰ χαρᾶς, εἴ τι αὐτὸν ἠρώτα.
31. They used to say concerning Abba Macarius that if a brother approached him with fear as a holy and great old man, he spoke nothing to him. But if one of the brothers spoke to him as though despising him, "Abba, when you were a camel-driver and used to steal nitre and sell it, did not the guards beat you?"—if anyone said these things to him, he spoke to him with joy, whatever he asked him.
32. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ μεγάλου, ὅτι γέγονε, καθώς ἐστι γεγραμμένον, θεὸς ἐπίγειος· ὅτι ὥσπερ ἐστὶν ὁ Θεὸς σκεπάζων τὸν κόσμον, οὕτως γέγονεν ὁ ἀββᾶς Μακάριος σκεπάζων τὰ ἐλαττώματα, ἃ ἔβλεπεν ὡς μὴ βλέπων, καὶ ἃ ἤκουεν ὡς μὴ ἀκούων.
32. They used to say concerning Abba Macarius the Great that he became, even as it is written, an earthly god; because just as God is covering the world, so Abba Macarius became one covering faults, seeing the things he saw as though not seeing them, and hearing the things he heard as though not hearing them.
33. Διηγήσατο ὁ ἀββᾶς Βιτίμιος, ὅτι ἔλεγεν ὁ ἀββᾶς Μακάριος· καθημένου μού ποτε εἰς Σκῆτιν, κατέβησαν δύο νεώτεροι ξενικοὶ ἐκεῖ· καὶ ὁ μὲν εἷς εἶχε γένειον, ὁ δὲ ἄλλος ἀρχὴν βάλλων γενείου. καὶ ἦλθον πρός με λέγοντες· ποῦ ἐστιν ἡ κέλλα τοῦ ἀββᾶ Μακαρίου; κἀγὼ εἶπον· τί θέλετε αὐτόν; καὶ λέγουσιν· ἀκούοντες τὰ περὶ αὐτοῦ καὶ τῆς Σκήτεως ἤλθομεν ἰδεῖν αὐτόν. λέγω αὐτοῖς· ἐγώ εἰμι. καὶ ἔβαλον μετάνοιαν, λέγοντες· ὧδε θέλομεν μεῖναι. ἐγὼ δὲ βλέπων αὐτοὺς τρυφεροὺς καὶ ὡς ἀπὸ πλούτου, λέγω αὐτοῖς· οὐ δύνασθε καθίσαι ὧδε. καὶ λέγει ὁ μειζότερος· ἐὰν μὴ δυνώμεθα καθίσαι ὧδε, ὑπάγομεν ἀλλαχοῦ. λέγω ἐγὼ τῷ λογισμῷ μου· διὰ τί διώκω αὐτοὺς καὶ σκανδαλίζονται; ὁ κόπος ποιεῖ αὐτοὺς δι' ἑαυτῶν φυγεῖν. καὶ λέγω αὐτοῖς· δεῦτε, ποιήσατε ἑαυτοῖς κελλίον εἰ δύνασθε. καὶ λέγουσι· δεῖξον ἡμῖν τόπον, καὶ ποιοῦμεν. ἔδωκε δὲ αὐτοῖς ὁ γέρων πέλεκυν καὶ ἀναβολίδιν μεστὸν ψωμίων καὶ ἅλας. ἔδειξε δὲ αὐτοῖς ὁ γέρων καὶ πέτραν σκληρὰν λέγων· λατομήσατε ὧδε, καὶ φέρετε αὐτοῖς ξύλα ἐκ τοῦ ἕλους, καὶ στεγάσαντες καθίσατε. ἐνόμιζον δὲ ἐγώ, φησίν, ὅτι μέλλουσι διὰ τὸν κόπον ἀναχωρεῖν. ἠρώτησαν δέ με, τί ἐργάζωνται ὧδε. λέγω αὐτοῖς· τὴν σειράν· καὶ λαμβάνω βαΐα ἐκ τοῦ ἕλους, καὶ δεικνύω αὐτοῖς τὴν ἀρχὴν τῆς σειρᾶς, καὶ πῶς ῥάπτειν δεῖ, καὶ εἶπον· ποιεῖτε σπυρίδας, καὶ παρέχετε τοῖς φύλαξι, καὶ φέρουσιν ὑμῖν ψωμία. λοιπὸν οὖν ἐγὼ ἀνεχώρησα. αὐτοὶ δὲ μεθ' ὑπομονῆς πάντα
33. Abba Bitimius related that Abba Macarius used to say: "While I was once sitting in Scetis, two young strangers came down there; and the one had a beard, while the other was beginning to grow a beard. And they came to me saying, 'Where is the cell of Abba Macarius?' And I said, 'Why do you want him?' And they say, 'Hearing the things concerning him and Scetis, we have come to see him.' I say to them, 'I am he.' And they made a prostration, saying, 'We wish to remain here.' But seeing that they were delicate and as though from wealth, I say to them, 'You cannot sit here.' And the elder says, 'If we cannot sit here, we will go elsewhere.' I say in my thought, 'Why do I drive them away and cause them to stumble? The labour will make them flee of themselves.' And I say to them, 'Come, make yourselves a cell if you can.' And they say, 'Show us a place, and we will make it.' And the old man gave them an axe and a sack full of loaves and salt. And the old man also showed them a hard rock, saying, 'Quarry here, and bring wood for yourselves from the marsh, and when you have roofed it, sit down.' Now I supposed," says he, "that they were going to withdraw on account of the labour. And they asked me what they should work at here. I say to them, 'Rope-plaiting'; and I take palm-leaves from the marsh, and show them the beginning of the rope, and how one must sew it, and I said, 'Make baskets, and hand them over to the keepers, and they will bring you loaves.' So then I withdrew. And they with patience all
Notes, col. 253
On the reading
Printed ἀναβάζω, for ἀναβιβάζω.