καὶ εὑρέσεις καὶ ἀποβολὰς θανάτου ἐν διαφόροις τρόποις. ἀλλὰ καὶ δαιμόνια, φησίν, ἐξέβαλε κατὰ τὸ ἐν Εὐαγγελίοις εἰρημένον, ὅτι δώσουσι σημεῖα καὶ τέρατα, ὥστε εἰ δυνατὸν πλανῆσαι καὶ τοὺς ἐκλεκτούς· σφόδρα γὰρ τὰ ἀρχοντικὰ δαιμόνια περὶ ταῦτα ἰσχύει, τὸ αὐτὰ ἐκεῖνα δῆθεν καταργεῖν. πάνυ γὰρ συμφωνοῦσιν ἐπὶ ἀπώλειαν ψυχῶν. ὁ οὖν τοῦ τόπου ἐκείνου ἐπίσκοπος μετὰ τοῦ κλήρου παραγίνεται πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ ἀββᾶν Μακάριον, ἀξιῶν αὐτόν· ὅτι ὡς θέλεις ἐλθὲ καὶ βοήθησον ἡμῖν. ἐὰν γὰρ μὴ σοῦ ζῶντος τὴν γειτονίαν ἡμῶν καθάρωμεν, πάντες αὐτῷ πρόσκεινται, καὶ εὐχερῶς περὶ τὰ φαινόμενα τῇ πλάνῃ ὑπαγόμενοι ἀπάγονται. ὁ δὲ πρὸς αὐτὸν ἔφη· καὶ ἰδοὺ ἔρχομαι ἰδιώτης ἄνθρωπος, τί αὐτῷ ποιήσω; ὁ δὲ ἐπίσκοπος ἐπέμενεν ἀξιῶν καὶ λέγων, ὅτι οὕτως πιστεύω, ὅτι, ἐὰν ἔλθῃς, ὁ Θεὸς εἰρηνεύσει τὴν ἐκκλησίαν αὐτοῦ. πολλάκις γὰρ προθέμενος ἐλθεῖν ἐκωλύθην ἀπὸ τοῦ κλήρου, ὡς καταγελώμενος ἀπὸ τῶν κοσμικῶν. νῦν οὖν μὴ φέρων τὴν ἀπώλειαν τοῦ λαοῦ, ἄλλως δὲ καὶ τὸ ἔγκλημα τοῦ Θεοῦ φοδούμενος λέγοντος· ὅτι τὸ αἷμα αὐτοῦ ἐκζητήσω ἐκ τῆς χειρὸς ὑμῶν, ἦλθον πρὸς σὲ πέμψαντός με τοῦ Θεοῦ. ὁ δὲ ἀναστὰς ἠκολούθησε αὐτῷ. καὶ ἔρχονται ἕως ἐκείνου τοῦ πλάνου. καὶ ὁρᾷ αὐτὸν καὶ λέγει τῷ ἐπισκόπῳ· οὗτος πνεῦμα ἔχει ἀρχοντικόν, καὶ ἵνα οἶδας, ὅτι ἐμὸν ἔργον τοῦτο οὐκ ἔστιν. οὐδὲ γὰρ πρὸς ταῦτα τὰ πνεύματα ὅλως ἐπάλαισα. δύο γὰρ τάγματα λέγουσιν οἱ ἅγιοι δαιμόνων, ἓν τὸ τὰς ἡδονὰς ἐμβάλλον τῷ σώματι, καὶ ἓν τὸ τὰς ψυχικὰς ἐμπνοῦν πλάνας, ὃ καὶ σφόδρα ἐστὶ δυσυπότακτον. ταῦτα γὰρ ἀφορίζει ὁ σατανᾶς τοῖς γόησι καὶ πλάνοις καὶ αἱρεσιάρχαις καὶ φαρμακομάντεσι, καὶ εἴ τινι τοιούτῳ. λέγει ὁ ἐπίσκοπος· τί οὖν ποιήσομεν; λέγει ὁ γέρων· εὐχῶν χρεία· λόγος γὰρ οὐκ ἰσχύει. κελεύουσιν οὖν ἐξελθεῖν· ὁ δὲ ἐξέρχεται πρὸς αὐτούς. καὶ παραχρῆμα δέχεται αὐτὸν ὁ ἐπίσκοπος χείλεσιν καὶ λέγει πρὸς αὐτόν· πῶς τοσοῦτον χρόνον οὐ παρέλαβες ἡμῖν; ὁ δὲ εἶπεν· ὅτι οὐ φρονεῖτε ὀρθῶς. λέγει αὐτῷ ὁ ἅγιος Μακάριος· σὺ οὖν καλῶς φρονεῖς; ὁ δέ· καὶ πάνυ, φησί. τί δέ ἐστι, φησίν, ὃ ὑμεῖς; Φρονοῦμεν ὀρθῶς, ὅτι σάρκα καὶ ὀστᾶ ἀνειληφέναι; Λέγει ὁ ἅγιος Μακάριος· εἰ μὲν ἀφ' ἑαυτῶν λέγωμεν, καλῶς· εἰ δὲ ἀλήθεια οὕτως ἠθέλησε, σὺ τί ἂν λέγεις; ἵνα δὲ μὴ πολλοὺς ἀναλώσωμεν λόγους, λέγωμέν σοι, ὡς φρονοῦμεν, καὶ εἰ μὲν πεισθείης, καλῶς ποιεῖς, εἰ δὲ μή, πρὸς τὸν Θεὸν ἔχεις, οὗ τὰ δόγματα ἀθετεῖς. ὁ δὲ ἔφη· ἐγὼ πρῶτος λέγω μου τὴν πίστιν. εἶτα λέγει ὁ ἅγιος· κακὴ πίστις μηδὲ ὀνομαζέσθω, ἀλλὰ λέγωμεν τὴν καθολικὴν τῆς Ἐκκλησίας πίστιν. καὶ λέγει τῷ ἐπισκόπῳ εἰπεῖν. ἑστῶτος οὖν τοῦ λαοῦ ἄρχεται ἐκτίθεσθαι τὴν πίστιν οὕτως· πιστεύω εἰς ἕνα Θεὸν πατέρα παντοκράτορα, καὶ εἰς τὸν ὁμοούσιον αὐτοῦ Λόγον, δι' οὗ ἐποίησε τοὺς αἰῶνας, τὸν ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας ἐπιδημήσαντα ἐν σαρκί, ἣν ἐκ τῆς ἁγίας παρθένου
both inventions and castigation of death in diverse ways. Moreover, it says, he even cast out demons according to what is said in the Gospels, that they will give signs and wonders, so as to lead astray, if possible, even the elect; for the ruling demons are exceedingly strong in these matters, namely to abolish those very things forsooth. For they altogether agree unto the perdition of souls. The bishop of that place, therefore, together with the clergy, comes to the man of God, Abba Macarius, entreating him: Come as you will and help us. For unless while you are alive we cleanse our neighbourhood, all are devoted to him, and being easily led under error regarding visible things, they are led away. And he said to him: Behold, I come, a simple man; what shall I do to him? But the bishop persisted in entreating and saying: Thus I believe, that if you come, God will bring peace to His Church. For oftentimes having purposed to come, I was hindered by the clergy, as being laughed at by worldly men. Now therefore, not bearing the perdition of the people, and otherwise also fearing the accusation of God who says: His blood I will require at your hand, I have come to you, God having sent me. And he arose and followed him. And they come as far as that deceiver. And he sees him and says to the bishop: This man has a ruling spirit, and know that this is not my work. For I have not wrestled at all against these spirits. For the saints say there are two orders of demons, one that casts pleasures into the body, and one that breathes in errors of the soul, which is also exceedingly hard to subject. For Satan sets these apart for sorcerers and deceivers and heresiarchs and poison-diviners, and anyone of the sort. The bishop says: What then shall we do? The elder says: There is need of prayers; for speech does not avail. They command him, therefore, to come out; and he comes out to them. And immediately the bishop engages him with his lips and says to him: How is it that for so long a time you have not joined us? And he said: Because you do not think rightly. Saint Macarius says to him: Do you then think well? And he: Very much so, says he. And what is it, says he, that you think? Do we think rightly, that He has taken up flesh and bones? Saint Macarius says: If we speak from ourselves, well and good; but if truth so willed, what would you say? But lest we spend many words, let us tell you how we think, and if indeed you should be persuaded, you do well; but if not, you have to deal with God, Whose dogmas you reject. And he said: I will state my faith first. Then the saint says: Let an evil faith not even be named, but let us state the catholic faith of the Church. And he tells the bishop to speak. While the people stand by, therefore, he begins to set forth the faith thus: I believe in one God, the Father Almighty, and in His consubstantial Word, through Whom He made the ages, Who at the consummation of the ages for the putting away of sin sojourned in the flesh, which from the holy Virgin