Ἥρων τις γέγονεν Ἀλεξανδρεύς, γειτνιῶν μοι, ἀστεῖος, νεώτερος, εὐφυὴς τὴν διάνοιαν, καθαρὸς τὸν βίον, καθ' ὑπερβολὴν λεπτὸς τῇ ἀρίστῃ πολιτείᾳ, ὡς πολλοὺς τῶν συνήθων αὐτοῦ λέγειν, ὅτι πολλάκις διὰ τριῶν μηνῶν ἤσθιεν, μόνῃ τῇ κοινωνίᾳ ἀρκούμενος καὶ εἴ που παραφανείη ἀγριολάχανον. πεῖραν δὲ τούτου ἔσχον κἀγὼ σὺν τῷ μακαρίτῃ Ἀλβίνῳ ἐπὶ τὴν Σκῆτιν ἀπιόντι ἀπέχουσαν ἀφ' ἡμῶν ἐπὶ μʹ σημείοις. καὶ ἐν τούτοις ὁδεύοντες ἡμεῖς δεύτερον ἐφάγομεν καὶ τρίτον ἐπίομεν, ἐκεῖνος δὲ μηδ' ὅλως γευσάμενος πεζεύων ἀπεστήθιζεν ψαλμοὺς τὸν μέγαν καὶ ἄλλους ιεʹ, τὴν πρὸς Ἑβραίους ἐπιστολὴν καὶ Ἠταῖαν, καὶ μέρος Ἱερεμίου τοῦ προφήτου, καὶ Λουκᾶν τὸν Εὐαγγελιστὴν, καὶ τὰς Παροιμίας, καὶ τοῦτον καταλαβεῖν οὐκ ἠδυνήθημεν βαδίζοντα. ὃς καὶ αὐτὸς μετὰ πόνους μεγάλους καὶ ἱδρῶτας γενναίους τῷ τύφῳ τῆς ἀπονοίας ἀρθεὶς εἰς ὕψος μετέωρον, κἀκεῖθεν ἐλεεινὸν πᾶσι πτῶμα κατενεχθεὶς, καὶ κατὰ τῶν ἁγίων πατέρων οἰήσει ματαίᾳ μεγαλοφρονήσας, πάντας ἐξύβρισε λέγων· ὅτι οἱ πειθόμενοι ὑμῶν τῇ διδασκαλίᾳ ἀπατῶνται· οὐ χρὴ γὰρ διδασκάλοις ἑτέροις χρῆσθαι παρεκτὸς τοῦ Χριστοῦ μόνου, ὅτι αὐτὸς ὁ Σωτὴρ εἶπεν· « μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς. » ὃς ἐπὶ τοσοῦτον καὶ αὐτὸς ἐσκοτίσθη τὴν διάνοιαν τῇ κενοδοξίᾳ τῆς οἰήσεως ἄνωθεν κάτω ἐλθών, ὡς αὐτὸν μηδὲ τοῖς θείοις μυστηρίοις θέλειν προσέρχεσθαι. τελευταῖον δέ, ὡς ὑπὸ σφοδροτάτου πυρὸς ὑπὸ τοῦ δαίμονος ἐλασθεὶς, κατῆλθεν εἰς Ἀλεξάνδρειαν προνοίᾳ τῆς θείας οἰκονομίας, ὥστε ἥλῳ τὸν ἧλον ἀποκρούσασθαι· περιέπεσεν γὰρ ἀδιαφορίαις, καὶ θεατρικαῖς ἱπποδρομίαις, καὶ καπηλείοις τὰς διατριβὰς εἶχεν. τέλος καὶ εἰς τὴν ἐπιθυμίαν τῆς γυναικομανίας ληφθεὶς καὶ, ὡς ἐσκέπτετο ἁμαρτῆσαι, μιμάδι τινὶ συνεχῶς τὰ πρὸς τὸ ἕλκος αὐτοῦ διελέγετο. καὶ ἐν τοῖς τοιούτοις ὄντι γέγονεν αὐτῷ κατά τινα οἰκονομίαν ἄνθραξ κατὰ τῆς βαλάνου, καὶ ἐπὶ ἓξ μῆνας τοσοῦτον ἐνόσησεν, ὡς κατασαπῆναι αὐτοῦ τὰ μόρια καὶ αὐτομάτως ἀποπεσεῖν. ὕστερον δὲ ὑγιάνας καὶ εἰς συναίσθησιν ἐλθὼν ἐπανῆλθεν ἄνευ τῶν μελῶν τούτων, καὶ εἰς μνήμην τῆς οὐρανίου πολιτείας ἐν θείῳ φρονήματι γεγονώς, καὶ ἐξομολογησάμενος τοῖς ἁγίοις πατράσι πάντα τὰ συμβεβηκότα αὐτῷ, ἐνεργῆσαι τῇ πολιτείᾳ μὴ φθάσας μετ' ὀλίγας ἡμέρας κεκοίμηται.
There was a certain Heron, an Alexandrian, a neighbour of mine, refined, a young man, gifted in understanding, pure in life, exceedingly subtle in the noblest conduct, so that many of his intimates said that oftentimes he ate once every three months, being sufficed by communion alone and by wild herbs if anywhere they appeared. And I myself also had experience of him together with the blessed Albinus as we were going off to Scete, which was distant from us forty miles. And as we journeyed amongst these places, we ate twice and drank thrice, whereas he, having tasted nothing at all while travelling on foot, recited by heart the great psalm and fifteen others, the Epistle to the Hebrews and Esaias, and part of Jeremias the prophet, and Luke the Evangelist, and the Proverbs, and we were not able to overtake him as he walked. He too, after great labours and noble sweats, having been lifted up to a lofty height by the pride of arrogance, and having been brought down from thence in a fall pitiable to all, and having boasted himself in vain conceit against the holy fathers, insulted all, saying: Those who obey your teaching are deceived; for one ought not to use other teachers save Christ alone, because the Saviour Himself said: « Call no man teacher upon the earth. » And he himself also was darkened in understanding to such a degree by the vainglory of conceit, having come down from above to beneath, that he was unwilling even to approach the divine mysteries. And finally, being driven by the demon as though by a most violent fire, he went down to Alexandria by the providence of the divine dispensation, so that nail might be knocked out by nail; for he fell into laxities and theatrical horse-races, and spent his time in taverns. At last, being seized also unto the lust of madness after women and, as he purposed to sin, he continually conversed with a certain mime-actress concerning the matters tending to his wound. And whilst he was in such courses, there befell him according to a certain dispensation a carbuncle upon the glans, and for six months he was so sick that his parts rotted away and fell off of their own accord. Afterwards, having recovered health and come to his senses, he returned without those members, and having come into remembrance of the heavenly conduct in a godly mind, and having confessed to the holy fathers all the things that had befallen him, without having time to be active in the rule of life, after a few days he fell asleep.