Migne Reading Room

PG 34 · cols. 1130–1135 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:1130Read from the page
Ὥστε οὖν καὶ ὑμεῖς τὴν ἡσυχίαν μεταδιώξατε πρὸς τὴν θεωρίαν ἀεὶ γυμναζόμενοι, ἵνα καθαρὸν νοῦν κτήσησθε τῷ Θεῷ προσευχόμενοι. Καλὸς μὲν γὰρ κἀκεῖνος ὁ ἀσκητὴς ὁ συνεχῶς ἐν τῷ κόσμῳ γυμναζόμενος, καὶ περὶ τὰς καλὰς πράξεις ἐπασχολούμενος, ὁ τὴν φιλαδελφίαν ἐπιδεικνύμενος, καὶ τὴν φιλοξενίαν, καὶ ἀγάπην, καὶ ἐλεημοσύνας διαπραττόμενος, καὶ εὐεργετῶν τοὺς παρόντας καὶ τοῖς κάμνουσι βοηθῶν, καὶ ἀσκασδάλιστος διαμένων. Καλὸς μὲν οὗτος καὶ πάνυ καλός· πρακτικὸς γὰρ οὗτος καὶ ἐργάτης ἐστὶ τῶν ἐντολῶν, ἀλλὰ περὶ τὰ γήϊνα ἀσχολεῖται. Κρείττων γε μὴν τούτου καὶ μείζων ὁ θεωρητικὸς ἐκεῖνος ὁ ἀπὸ τῶν πρακτικῶν ἐπὶ τὴν νόησιν ἀναδραμών, παρεὶς ἑτέροις ταῦτα φροντίζειν, αὐτὸς δὲ καὶ ἑαυτὸν ἀπαρνησάμενος, καὶ ἑαυτοῦ λήθην ἔχων πολυπραγμονεῖ τὰ οὐράνια, εὔλυτος πάντων τῷ Θεῷ παριστάμενος, ὑπ' οὐδεμιᾶς φροντίδος ἑτέρας ὄπισθεν κατασπώμενος. Ὁ τοιοῦτος γὰρ Θεῷ συνάγει, Θεῷ συμπολιτεύεται, ἀπαύστοις ὕμνοις ἀεὶ ὑμνῶν Θεόν.
Wherefore do you also pursue stillness, ever exercising yourselves towards contemplation, so that you may acquire a pure mind as you pray to God. For good indeed is that ascetic also who continually exercises himself in the world, and is busied about good deeds, who displays brotherly love, and practises hospitality, and charity, and almsgiving, both doing good to those present and helping the sick, and remaining unoffended. Good indeed is this man, and very good; for he is practical and a doer of the commandments, yet he is busied about earthly things. Better, however, than this man and greater is that contemplative one who has ascended from practical things to spiritual perception, leaving it to others to take thought for these things, while he himself, having both denied himself and become forgetful of himself, busies himself with heavenly things, standing before God unentangled by all things, dragged back from behind by no other care. For such a man gathers with God, and shares his citizenship with God, ever singing hymns to God with unceasing hymns.
Οἶδα γὰρ ἐγὼ ἄνθρωπον ἐν τῇ ἐρήμῳ, μηδὲν γήϊνον βρῶμα ἐπὶ δέκα ἔτη γευσαμένον· ἀλλ' ἄγγελος αὐτῷ κατὰ τρεῖς ἡμέρας οὐράνιον βρῶμα ἐκόμιζεν, καὶ ἔβαλλεν αὐτοῦ εἰς τὸ στόμα, καὶ τοῦτο αὐτῷ ἀντὶ τροφῆς καὶ πότου ἐγίνετο. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον, ὅτι ἦλθον πρὸς αὐτὸν ἐν φαντασίαις οἱ δαίμονες, ἀγγελικὰς στρατιὰς ἐπιδείκνυντες, καὶ ἅρματα πυρὸς, καὶ δορυφορία πολλὴ [al. δορυφορίαν πολλήν], οἷά τε βασιλέως τινὸς ἐπιδημοῦντος, καὶ λέγοντες [al. λέγουτος] αὐτῷ· Κατώρθωσας πάντα, ἄνθρωπε, λοιπὸν προκύνησόν με, καὶ ὡς Ἠλίαν σε ἀναλήψομαι. Ἔλεγε δὲ ὁ μοναχὸς ἐν τῇ αὐτοῦ διανοίᾳ· Καθημέραν προσκυνῶ τῷ ἐμῷ βασιλεῖ τῷ Σωτῆρι, καὶ εἰ ἦν οὗτος ἐκεῖνος, οὐκ ἂν παρ' ἐμοῦ τοῦτο ᾔτει. Ὡς δὲ μόνον εἶπεν ἐν ἑαυτῷ τὰ τῆς διανοίας, ὅτι Ἔχω ἐγὼ τὸν ἐμὸν βασιλέα [καὶ] τὸν Θεὸν, ὃν ἀεὶ προσκυνῶ, σὺ δὲ οὐκ εἶ ἐμὸς βασιλεὺς, εὐθὺς ἄφαντος γέγονεν. Ταῦτα δὲ ὡς περὶ ἄλλου διαλεγόμενος, τὰς ἑαυτοῦ πολιτείας κρύπτειν ἠβούλετο. Οἱ δὲ συνόντες αὐτῷ Πατέρες, αὐτὸν ἔλεγον ταῦτα ἑωρακέναι.
For I know a man in the desert who for ten years tasted no earthly food; but an angel every three days brought him heavenly food, and placed it into his mouth, and this served him instead of food and drink. And I know concerning such a man, that the demons came to him in apparitions, displaying angelic hosts, and chariots of fire, and a great bodyguard [variant: a great bodyguard], as though some king were arriving, and saying [variant: saying] to him: You have accomplished all things, O man; henceforth worship me, and I will take you up like Elijah. But the monk said in his mind: Daily I worship my King the Saviour, and if this were He, He would not demand this of me. And as soon as he had merely spoken the thoughts of his mind within himself, namely, I have my King [and] God, Whom I ever worship, and you are not my King, immediately he vanished. And conversing of these things as though concerning another, he wished to conceal his own way of life. But the Fathers who were with him said that he himself had seen these things.
Ταῦτα καὶ ἄλλα πάμπολλα ἡμῖν διηγούμενος ὁ μακάριος Ἰωάννης ἐπὶ τρεῖς ἡμέρας ἕως ἐννάτης ὥρας διαλεγόμενος, τὰς ψυχὰς ἡμῶν ἐθεράπευε. Δοὺς δὲ ἡμῖν εὐλογίας, ἐν εἰρήνῃ πορευθῆναι προσέταξεν· εἰπὼν ἡμῖν καὶ προφητείαν τινά· ὅτι σήμερον τὰ ἐπινίκια τοῦ εὐσεβοῦς βασιλέως Θεοδοσίου εἰς τὴν Ἀλεξάνδρειαν εἰσεληλύθασιν, κατὰ τῆς τοῦ τυράννου Εὐγενίου ἀναιρέσεως· καὶ ὅτι δεῖ τὸν βασιλέα οἰκείῳ θανάτῳ τελευτῆσαι· ἅπερ συνέβη κατὰ ἀλήθειαν οὕτως γενέσθαι.
Narrating these and very many other things to us, the blessed John, conversing for three days until the ninth hour, healed our souls. And having given us blessings, he commanded us to depart in peace; having also spoken to us a certain prophecy: that today the news of the victory of the pious Emperor Theodosius has entered into Alexandria, regarding the slaying of the tyrant Eugenius; and that the emperor must die a natural death; which things in truth happened so to come to pass.
Ἦν δὲ ἰδεῖν τὸ πλῆθος τῶν συνόντων αὐτῷ μοναχῶν ἐν τῇ ἐκκλησίᾳ, οἱονεὶ χορούς τινας δικαίων λαμπροφοροῦντας, καὶ ἀπαύστοις ὕμνοις τὸν Θεὸν δοξάζοντας.
And one could see the multitude of the monks who were with him in the church, like choirs of the righteous clad in bright raiment, glorifying God with unceasing hymns.
Notes, col. 1130

On the reading

Printed ἀσκασδάλιστος, for ἀσκανδάλιστος.

Printed γευσαμένον, for γευσάμενον.

Printed λέγουτος, for λέγοντος.

Printed προκύνησόν, for προσκύνησόν.

PG 34:1131Read from the page
Ὡς δὲ πολλοὺς καὶ ἄλλους Πατέρας ἐθεασάμεθα, ἥκασιν ἀδελφοὶ ἀπαγγέλλοντες ἡμῖν τετελειῶσθαι τὸν μακάριον Ἰωάννην θαυμαστόν τινα τρόπον· ἐντειλάμενος γὰρ ἐπὶ τρεῖς ἡμέρας μηδένα συγχωρεῖν πρὸς αὐτὸν ἀνιέναι, κλίνας τὰ γόνατα εἰς προσευχὴν ἐτελειώθη, ἀπελθὼν πρὸς Θεόν. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
And when we had beheld many other Fathers also, brethren came reporting to us that the blessed John had been perfected in a certain marvellous manner; for having given command for three days to allow no one to come up to him, bowing his knees for prayer he was perfected, departing to God, to Whom be the glory unto the ages. Amen.
ΚΕΦΑΛ. ΜΖʹ. Περὶ Ποιμενίης.
Chapter XLVII. Concerning Poemenia.
Οὗτος καὶ τῇ δούλῃ τοῦ Χριστοῦ Ποιμενίῃ παραβαλούσῃ αὐτῷ ἱστορίας χάριν, οὐ συντετύχηκε μὲν αὐτῇ κατὰ πρόσωπον, ἐδήλωσεν δὲ αὐτῇ τινα, καὶ τῶν ἀπορρήτων, παρήγγειλεν δὲ αὐτῇ κατερχομένῃ ἀπὸ Θηβαΐδος μὴ ἐκνεῦσαι ἐπὶ Ἀλεξάνδρειαν, ἐπεὶ πειρασμοῖς ἔχει περιπεσεῖν. Ἡ δὲ, ἢ παραλογισαμένη τοῦ μεγάλου τὴν πρόρρησιν, ἢ ἐπιλαθομένη, ἐξένευσεν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἱστορίας χάριν, τάχα θέλουσα ἰδεῖν τὴν πόλιν. Κατὰ δὲ τὴν ὁδὸν πλησίον Νικιοῦς τῆς πόλεως παρέλαβεν αὐτῆς τὰ πλοῖα ἀναπαύσεως χάριν. Ἐξελθόντες οὖν οἱ παῖδες ἐξ ἀταξίας τινὸς συνέβαλον μάχην μετὰ τῶν ἐπιχωρίων ἀνδρῶν ἀπονενοημένων· οἵ τινες ἑνὸς μὲν εὐνούχου δάκτυλον ἀπέκοψαν, ἄλλον δὲ ἐφόνευσαν· Διονύσιον δὲ τὸν ἅγιον ἐπίσκοπον καὶ εἰς τὸν ποταμὸν ἔβαψαν ὅμως ἀγνοήσαντες· κἀκείνην αὐτὴν ἔπλυναν λοιδορίαις καὶ ἐφόβησαν ἀπειλαῖς, τοὺς λοιποὺς παῖδας πάντας τραυματίσαντες.
This man also, when the handmaid of Christ Poemenia visited him for the sake of seeing him, did not indeed meet her face to face, but revealed to her certain things, even of hidden matters, and charged her as she went down from the Thebaid not to turn aside to Alexandria, since she would fall into trials. But she, either disregarding the prediction of the great man or forgetting it, turned aside to Alexandria for the sake of a visit, perhaps wishing to see the city. And along the way, near the city of Nikiou, she drew up her boats for the sake of rest. Then her servants, going out, through some indiscipline joined battle with the reckless men of the country; who cut off the finger of one eunuch, and slew another; and Dionysius the holy bishop they even plunged into the river, albeit in ignorance; and her herself they drenched with revilings and terrified with threats, having wounded all the rest of the servants.
ΚΕΦΑΛΑ. ΜΗʹ. Περὶ ἀββᾶ Ἀμμωνᾶ.
Chapter XLVIII. Concerning Abba Ammonas.
Ἐθεασάμεθα ἐν Θηβαΐδι καὶ ἕτερον ἄνδρα ὀνόματι Ἀμμωνᾶν, Πατέρα μοναχῶν ὡσεὶ τρεῖς χιλιάδας· οὓς καὶ Ταβεννησίωτας ὠνόμαζον, μεγάλην ἔχοντας πολιτείαν, καὶ μηλωτὰς φοροῦντας, καὶ κεκαλυμμένῳ προσώπῳ ἐσθίοντας, κάτω νεύοντας, μήτις τὸν πλησίον θεάσηται ἐσθίοντα, καὶ σιωπὴν ἀσκοῦντας πολλήν, ὡς δοκεῖ ἐν ἐρημίαις εἶναι, ἑκάστου τὴν ἑαυτοῦ πολιτείαν κρύφα ἐκτελοῦντος, μόνον δὲ σχήματι καθημένους ἐπὶ τὴν τράπεζαν, καὶ δοκεῖν ἐσθίειν, πειρωμένους δὲ λανθάνειν ἀλλήλους. Οἱ μὲν γὰρ αὐτῶν ἅπαξ ἢ δεύτερον τῷ στόματι τὴν χεῖρα προσήγαγον, ἄρτου ἢ ἐλαίων, ἤ τινος τῶν παρακειμένων ἁψάμενοι, καὶ ἑκάστου προσφαγίου ἅπαξ γευόμενοι, ἠρκοῦντο τῇ τροφῇ ταύτῃ. Ἄλλοι δὲ τὸν ἄρτον ἠρέμα μασσώμενοι ἀπροσποιήτως τε τῶν ἄλλων ἔχοντες, οὕτως ἐνεκαρτέρουν. Ἄλλοι δὲ τοῦ ζωμοῦ μόνου τρίτον ἐγεύοντο, ἐνεκρατεύοντο δὲ τῶν ἄλλων. Ἅπερ πάντα κατὰ λόγον θαυμάσας οὐ παρῆκα τὴν ἐκ τούτων ὠφέλειαν.
We beheld in the Thebaid also another man by name Ammonas, Father of about three thousand monks, whom they also called Tabennesiotes, maintaining a great way of life, wearing sheepskins, and eating with covered face, looking downwards lest anyone should behold his neighbour eating, and practising great silence, so that one seems to be in the deserts, each accomplishing his own rule of life in secret, sitting at the table only in outward form and seeming to eat, while striving to escape one another's notice. For some of them brought their hand to their mouth once or twice, touching bread or olives or something of the things set before them, and tasting once of each dish, were content with this food. And others, quietly chewing their bread and keeping themselves unfeignedly from the other things, thus persevered. And others tasted only thrice of the broth, and abstained from the other things. All which things having reasonably admired, I did not pass over the benefit derived from them.
ΚΕΦΑΛ. ΜΘʹ. Περὶ τοῦ ἀββᾶ Βῆ.
Chapter XLIX. Concerning Abba Bes.
Ἴδομεν δὲ καὶ ἄλλον πρεσβύτην πραότητι πάντας ἀνθρώπους ὑπερβαλλόμενον, ἀββᾶ Βῆ ὀνόματι· Ὃν διεβεβαιοῦντο οἱ περὶ αὐτὸν ἀδελφοὶ, μηδέ ποτε ὀμόσαι, μηδὲ ψεύσασθαι, μηδὲ ὀργισθῆναι κατά τινος, μηδὲ ἐπιπλῆξαι λόγῳ τινὶ πώποτε. Ἦν γὰρ ὁ βίος αὐτοῦ λίαν ἡσύχιος, καὶ ὁ τρόπος ἐπιεικής, ἀγγελικὴν κατάστασιν ἔχοντος. Ἦν καὶ ταπεινόφρων ἄγαν, καὶ ἑαυτὸν εὐτελίζων. Πολλὰ γὰρ αὐτὸν ἡμῶν
And we saw also another elder surpassing all men in meekness, Abba Bes by name; concerning whom the brethren around him affirmed firmly that he had never sworn, nor lied, nor been angry against anyone, nor ever rebuked anyone with a word. For his life was exceedingly quiet, and his manner gentle, as of one possessing an angelic state. He was also exceedingly humble-minded, and esteeming himself of no account. For when we much
Notes, col. 1131

On the reading

Printed ΚΕΦΑΛΑ., for ΚΕΦΑΛ..

Printed Ταβεννησίωτας, for Ταβεννησιώτας.

PG 34:1132Read from the page
παρακαλούντων εἰπεῖν πρὸς ἡμᾶς προτρεπτικόν τινα λόγον, μόλις ἠνέσχετο· περὶ πραότητος ἡμῖν μόνον ὀλίγα διαλεχθῆναι. Οὗτος ἱπποποτάμου ποτὲ λυμηναμένου τὴν γείτονα χώραν, ἐπιστὰς τῷ τόπῳ ὑπὸ τῶν γεωργῶν παρακληθεὶς, καὶ ἰδὼν τὸ θηρίον ἐξαίσιον μέγεθος ἔχον, πραείᾳ φωνῇ ἐνετέλλετο αὐτῷ λέγων· Παραγγέλλω σοι ὀνόματι τοῦ Χριστοῦ μηκέτι λυμήνασθαι τὴν χώραν. Ὁ δὲ, ὡς ὑπὸ ἀγγέλου ἀπελασθεὶς τοῦ τόπου, παντάπασιν ἀφανὴς γέγονεν. Οὕτω καὶ κροκόδειλον ἀπεδίωξεν ἄλλοτε.
entreated him to speak to us some word of exhortation, he scarcely consented to discourse to us only a few things concerning meekness. Once, when a hippopotamus was ravaging the neighbouring countryside, he stood by the place at the entreaty of the husbandmen, and seeing the beast to be of monstrous size, he commanded it in a gentle voice, saying: I charge you in the name of Christ no longer to ravage the countryside. And it, as though driven away from the place by an angel, became altogether unseen. Thus also at another time he drove away a crocodile.
ΚΕΦΑΛ. Νʹ. Περὶ τοῦ ἀββᾶ Θέωνος.
Chapter L. Concerning Abba Theon.
Ἴδομεν δὲ καὶ ἄλλον οὐ μακρὰν τῆς πόλεως ἐπὶ τὴν ἔρημον, ὀνόματι Θεωνᾶν, ἄνδρα ἅγιον, ἐν οἰκίσκῳ κατὰ μόνας ἐγκεκλεισμένον, ἐπὶ τριακονταετῆ χρόνον σιωπὴν ἀσκήσαντα· ὃς πλείστας δυνάμεις ἐπιτελῶν, ὡς προφήτης παρ' αὐτοῖς ἐνομίζετο. Ἐξήρχετο γὰρ πρὸς αὐτὸν ἡμέριον τὸ πλῆθος τῶν ἀσθενούντων. Καὶ διὰ θυρίδος ἐπιτεθεὶς αὐτοῖς τὰς χεῖρας ὑγιεῖς ἀπέπεμπεν. Ἦν δὲ ἰδεῖν αὐτὸν πρόσωπον ἀγγέλου ἔχοντα, χαροποιὸν τοῖς ὀφθαλμοῖς, καὶ πολλῆς χάριτος ὅλον μεστόν. Ὅς οὐ πρὸ πολλοῦ τινος χρόνου λῃστῶν αὐτῷ ἐπελθόντων νυκτὸς μακρόθεν, οἰηθέντων χρυσίον παρ' αὐτῷ εὑρήσειν, καὶ βουλομένων αὐτὸν ἀναιρεῖν, ηὔξατο, καὶ ἀκίνητοι παρὰ τὰς θύρας ἄχρι πρωῒ ἔμειναν. Παραγενομένων δὲ πρὸς αὐτὸν τῶν ὄχλων, καὶ πυρὶ παραδοῦναι νοουμένων, ἀναγκασθεὶς ἕνα πρὸς αὐτοὺς ἀπεφθέγξατο λόγον· Ἄφετε τούτους ὑγιεῖς ἀπελθεῖν· εἰ δὲ μὴ, ἡ χάρις των ἰαμάτων ἀπ' ἐμοῦ φεύξεται. Οἱ δὲ ἤκουσαν αὐτοῦ. Οὐδὲ γὰρ ἀντειπεῖν ἐτόλμων. Καὶ ἦσαν εὐθὺς οἱ λῃσταὶ ἐν τοῖς πέριξ μοναστηρίοις σὺν τοῖς μοναχοῖς μεταβαλόντες τὸν τρόπον, καὶ ἐπὶ τοῖς πεπραγμένοις μετανοοῦντες. Πεπαίδευτο δὲ ὁ ἀνὴρ τριπλῇ τῶν λέξεων χάριτι ἔν τε Ἑλληνικοῖς, καὶ Ῥωμαϊκοῖς, καὶ Αἰγυπτιακοῖς ἀναγνώσμασι, καθὼς παρὰ πολλῶν καὶ παρ' αὐτοῦ ἐκείνου ἐμάθομεν. Ἐπιγνοὺς γὰρ ἡμᾶς ξένους ὄντας, γράψας ἐν πινακιδίῳ τῷ Θεῷ ἐφ' ἡμῖν εὐχαρίστησεν. Ἤσθιεν δὲ τῶν σπερμάτων τὰ ἄνεφθα. Ἐξήει δὲ, ὥς φασι, νύκτωρ τοῦ κελλίου, καὶ ἀγρίοις θηρίοις συνηγελάζετο, καὶ ἐξ οὗ εἶχεν ὕδατος αὐτὰ ἐπότιζεν. Ἦν γὰρ ἰδεῖν ἴχνη βουβάλων καὶ ὀνάγρων καὶ δορκάδων τινῶν περὶ τὴν μονὴν αὐτοῦ οἷς ἀεὶ προσετέρπετο.
And we saw also another man not far from the city towards the desert, by name Theonas, a holy man, shut up alone in a small cell, who had practised silence for thirty years' time; who, performing very many mighty works, was accounted as a prophet among them. For the multitude of the sick came out to him daily. And laying his hands upon them through a window, he sent them away whole. And one could see him having the face of an angel, gladdening to the eyes, and wholly filled with much grace. When not long before certain robbers had come upon him by night from afar, thinking that they would find gold with him, and wishing to slay him, he prayed, and they remained immovable beside the doors until morning. And when the crowds came to him and were minded to deliver them to fire, being compelled he uttered one word to them: Let these men depart unharmed; otherwise, the grace of healings will depart from me. And they hearkened to him; for they did not even dare to gainsay him. And immediately the robbers were in the surrounding monasteries with the monks, having changed their way of life and repenting over the things they had done. And the man had been educated in a threefold grace of languages, in Greek, and Roman, and Egyptian readings, as we learned from many and from that man himself. For having recognised that we were strangers, writing on a small tablet he gave thanks to God over us. And he ate uncooked seeds. And he went out, as they say, by night from his cell, and herded together with wild beasts, and gave them to drink of the water that he had. For one could see tracks of antelopes and wild asses and certain gazelles around his dwelling, in which he always took delight.
ΚΕΦΑΛ. ΝΑʹ. Περὶ τοῦ ἀββᾶ Ἠλία.
Chapter LI. Concerning Abba Elias.
Ἴδομεν δὲ καὶ ἕτερον πρεσβύτερον τῆς Ἀντινόου μητροπόλεως τῆς Θηβαΐδος ἑκατὸν δέκα ἐτῶν λοιπὸν ὄντα· ἐφ' ὃν ἐλέγετο τοῦ προφήτου Ἠλίου πνεῦμα ἀναπεπαῦσθαι. Διαβόητος γὰρ ἦν οὗτος, ἐν τῇ φοβερᾷ ἐκείνῃ ἐρήμῳ ἑβδομήκοντα ἔτη ποιήσας. Οὐ δύναται δὲ λόγος ἐπάξιος τὴν τραχεῖαν ἐκείνην ἔρημον διηγήσασθαι τῆς ἐν τῷ ὄρει, ἐν ᾧ ἐκεῖνος ἐκαθέζετο, μηδέποτε κατελθὼν εἰς τὴν οἰκουμένην. Ἄτραπος δὲ στενή τις ἦν τῶν πρὸς αὐτὸν ἀπιόντων, ὡς μόλις ἐπιβαίνειν τοῖς ἴχνεσι τοὺς ἀφικνουμένους, ἔνθεν κἀκεῖθεν λίθων ἀγρίων παρακειμένων. Ἦν δὲ καθήμενος ὑπὸ πέτραν τινὰ εἰς
And we saw also another elder of Antinoe, the metropolis of the Thebaid, who was now a hundred and ten years old; upon whom the spirit of the prophet Elijah was said to have rested. For this man was renowned, having spent seventy years in that dreadful desert. Nor can any worthy discourse describe that rugged desert in the mountain wherein that man sat, never coming down into the inhabited land. And there was a certain narrow path for those going away to him, so that those arriving could scarcely set foot in the tracks, with rough stones lying on this side and on that. And he was sitting under a certain rock in
Notes, col. 1132

On the reading

Printed των, for τῶν.

PG 34:1133Read from the page
Postquam autem multos quoque alios Patres vidimus, venerunt fratres nobis annuntiantes consummatum esse beatum Joannem modo quodam admirabili : nam cum jussisset ut tres dies neminem sinerent ad se venire, genibus flexis ad orationem, consummatus est, ad Deum veniens, cui gloria in saecula.
And after we had seen many other Fathers also, brethren came announcing to us that the blessed John had been perfected in a certain admirable manner: for when he had commanded that for three days they should allow no one to come to him, having bowed his knees to prayer, he was perfected, coming to God, to Whom be glory unto the ages.
CAPUT XLVII. De Poemenia.
Chapter XLVII. Concerning Poemenia.
Is quoque cum Christi ancilla Poemenia, quae ad eum videndum accesserat, non est quidem collocutus, significavit autem ei quoque quaedam arcana. Ei autem praecepit, dicens : Descendens a Thebaide, ne deflectas Alexandriam, quandoquidem futurum est ut cadas in tentationes. Ea autem magni Joannis praedictionem vel nihili ducens, vel ejus oblita, deflexit Alexandriam, ut videret civitatem. In itinere autem prope urbem Niciae, ad eam accesserunt naves ejus quiescendi gratia. Egressi autem famuli ex quadam insolentia cum illius loci habitatoribus, amentibus et profligatis hominibus, manus conseruerunt : qui quidem unius quidem eunuchi digitum secuerunt, alium autem occiderunt, Dionysium autem sanctissimum episcopum in fluvium ignorantes projecerunt, et illam ipsam conviciis et maledictis impetierunt, et reliquos omnes servos sauciarunt.
He also, when the handmaid of Christ Poemenia had come to see him, did not indeed converse with her, yet he signified to her also certain secret things. And he charged her, saying: As you go down from the Thebaid, do not turn aside to Alexandria, since it will come to pass that you will fall into temptations. But she, either counting the prediction of the great John as nothing, or having forgotten it, turned aside to Alexandria to see the city. And on the journey, near the city of Nicia, her ships drew in to land for the sake of resting. And her servants, having gone ashore, out of a certain insolence joined battle with the inhabitants of that place, mad and dissolute men: who indeed cut off the finger of one eunuch, and slew another, and unknowingly cast Dionysius the most holy bishop into the river, and assailed her herself with revilings and curses, and wounded all the remaining servants.
CAPUT XLVIII. Vita abbatis Ammonae, et eorum qui cum ipso erant.
Chapter XLVIII. The life of Abba Ammonas, and of those who were with him.
Vidimus autem alium quoque virum Thebaide, nomine Ammonam (Ruff., l. II, cap. 3), Patrem ter mille monachorum : quos etiam nominabat Tabennesiotas, qui habebant magnum vitae agendae institutum, ut qui et ovillas pelles ferrent, et vultu tecto comederent, et se deorsum inclinantes, ne quis proximum comedentem aspiceret; et tantum exercerent silentium, ut viderentur esse in solitudine, unoquoque occulte peragente suum vitae institutum; solum autem specie quadam in mensa sederent, conantes se invicem latere. Aliqui enim ex his semel vel bis manum ori admovebat, tangentes panem vel oleum, vel aliquid ex iis quae erant apposita, et cum de unoquoque obsonio semel gustassent, contenti erant hoc alimento; alii autem panem sensim mandentes, alia autem accipientes citra simulationem, sic perseverabant; alii autem jusculum ter tantum degustabant, a reliquis autem abstinebant. Quae cum, ut erat consentaneum, essem admiratus, non praetermisi eam quae ex eis capitur utilitatem.
And we saw another man also in the Thebaid, by name Ammonas (Rufinus, Book II, Chapter 3), Father of three thousand monks: whom he also called Tabennesiotes, who had a great rule of conducting life, as men who both wore sheepskins, and ate with covered face, bending themselves downwards lest anyone should look upon his neighbour eating; and practised such great silence that they seemed to be in solitude, each one secretly accomplishing his own rule of life; and sat at table only in a certain outward appearance, striving to conceal themselves from one another. For some of these brought their hand to their mouth once or twice, touching bread or oil, or something of those things which were set before them, and when they had tasted once of each dish, they were content with this nourishment; while others, slowly chewing their bread, and taking other things without pretence, thus persevered; and others tasted the broth only thrice, and abstained from the rest. Which things when I had admired, as was fitting, I did not pass over the benefit which is derived from them.
CAPUT XLIX. De abbate Be.
Chapter XLIX. Concerning Abba Bes.
Vidimus autem alium quoque senem, qui lenitate superabat omnes homines, nomine abbatem Be (Ruffin., l. II, cap. 4) : de quo affirmabant fratres qui apud ipsum versabantur, eum nunquam jurasse, nunquam de aliquo mentitum esse, neque aliquo verbo increpasse, neque iratum fuisse; erat enim ejus vita valde quieta, et mores mansueti, ut qui statum haberet angelicum; erat autem valde quoque humilis,
And we saw another old man also, who surpassed all men in gentleness, by name Abba Bes (Rufinus, Book II, Chapter 4): of whom the brethren who dwelt with him affirmed that he had never sworn, never lied concerning anything, nor rebuked with any word, nor been angry; for his life was very quiet, and his manners gentle, as one who possessed an angelic state; and he was also very humble,
Notes, col. 1133

On the reading

Printed admovebat, for admovebant.

PG 34:1134Read from the page
et seipsum vilipendens. Cum nos autem multum rogaremus, ut adhortatorium nobis sermonem diceret, vix in animum induxit ut nobis pauca dissereret de mansuetudine. Is, cum hippopotamus aliquando vastaret vicinam regionem, stans prope fluvium, rogatus ab agricolis, visa bellua ingentis magnitudinis, ei praecepit, dicens : Denuntio tibi in nomine Jesu Christi, ne amplius vastes hanc regionem. Illa autem tanquam ab angelo loco pulsa, omnino evanuit. Sic etiam aliquando abegit crocodilum.
and esteeming himself of little worth. And when we besought him much to speak an exhortatory word to us, he was scarcely induced to discourse a few things to us concerning meekness. He, when a hippopotamus was once laying waste the neighbouring region, standing near the river at the entreaty of the husbandmen, having seen the beast of vast size, commanded it, saying: I charge you in the name of Jesus Christ, lay waste this region no longer. And it, as though driven from the place by an angel, vanished altogether. Thus also at another time he drove away a crocodile.
CAPUT L. De abbate Theona.
Chapter L. Concerning Abba Theonas.
Vidimus etiam alium non procul a civitate, in solitudine, nomine Theona, virum sanctum, in domuncula seorsum inclusum, qui tempore triginta annorum silentium exercuerat (Ruff., lib. II, cap. 6). Is cum plurimas virtutes perageret, habebatur ab eis pro propheta. Exibat enim ad ipsum per dies singulos multitudo aegrotantium, quibus manus imponens per fenestram, dimittebat eos abire salvos. Licebat enim videre ipsum habentem vultum angeli, ⟨l⟩aetis oculis, et totum plenum maxima gratia. Is, cum non multo ante tempore latrones eum noctu invasissent, existimantes se multum auri apud eum inventuros, et vellent eum occidere, precatus est, et manserunt immobiles ad portas ejus usque ad matutinum. Cum turbae autem mane ad eum accessissent, et eos igni mandare in animo haberent, unum tantum verbum ad eos est locutus : Sinite eos abire sanos; sin minus, a me fugiet gratia curationum. Ii vero ipsum audierunt; non audebant enim contra eum dicere, et protinus abiere latrones ad ea quae erant circumcirca monasteria, mutati moribus, et de iis quae fecerant ducti poenitentia. Erat autem vir eruditus in triplici gratia sermonum, in scriptis Romanis, Graecis, et AEgyptiacis, sicut a multis et ab illo ipso audimus. Cum enim nos agnovisset esse hospites, scribens in tabella, Deo propter nos egit gratias. Comedebat autem semina non cocta. Noctu autem, ut aiunt, egrediebatur e cella, et congregabatur cum feris, et eas potabat ex ea quam habebat aqua. Erat enim videre vestigia bubalorum, et onagrorum, et quarumdam caprearum, circa ejus monasterium, quibus semper delectabatur.
We saw also another man not far from the city, in the wilderness, by name Theonas, a holy man, shut up apart in a small house, who for the space of thirty years had practised silence (Rufinus, Book II, Chapter 6). Since he wrought very many miracles, he was accounted by them as a prophet. For there went out to him day by day a multitude of the sick, upon whom laying his hands through a window, he sent them away healed. For one might see him having the countenance of an angel, with joyful eyes, and wholly filled with the greatest grace. He, when not long before robbers had attacked him by night, thinking that they would find much gold with him, and wished to kill him, prayed, and they remained immovable at his doors until morning. And when the crowds came to him in the morning, and had it in mind to commit them to the fire, he spoke only one word to them: Allow them to depart unharmed; otherwise, the grace of healings will depart from me. And they hearkened to him; for they did not dare to speak against him, and forthwith the robbers departed to the monasteries that were round about, changed in their ways, and led to repentance for the things they had done. Moreover, the man was learned in a threefold grace of speech, in Roman, Greek, and Egyptian writings, as we heard from many and from that man himself. For when he had recognised that we were strangers, writing on a tablet, he gave thanks to God on our account. And he ate uncooked seeds. And by night, as they say, he went forth from his cell, and gathered with the wild beasts, and gave them to drink of the water which he had. For one might see the tracks of wild oxen, and wild asses, and certain roe deer around his monastery, in which he always delighted.
CAPUT LI. De abbate Elia.
Chapter LI. Concerning Abba Elias.
Vidimus autem alium quoque senem in solitudine Antinoi, quae est metropolis Thebaidis, Eliam nomine, qui natus erat centum et decem annos (Ruff., lib. II, cap. 12). Super eum dicebant spiritum Eliae prophetae requievisse; erat enim valde celebratus, ut qui in terribili illa solitudine egisset septuaginta annos. Non potest autem oratio pro dignitate narrare asperam illam solitudinem, quae est in monte in quo ille sedebat, nunquam descendens in eam quae habitatur regionem. Est enim quaedam semita eorum qui ad ipsum accedunt ejusmodi, ut vix possint insistere vestigiis ii qui accedunt, hinc et inde lapidibus asperis obvallata. Erat autem sedens sub quadam petra
And we saw another old man also in the wilderness of Antinoe, which is the metropolis of the Thebaid, Elias by name, who was a hundred and ten years old (Rufinus, Book II, Chapter 12). Upon him they said that the spirit of Elijah the prophet had rested; for he was greatly renowned, as one who had spent seventy years in that dreadful wilderness. Now no speech can worthily describe that rough wilderness which is in the mountain wherein he sat, never coming down into the inhabited region. For there is a certain path for those who approach him of such a kind that those who approach can scarcely keep their footing in the tracks, hemmed in on this side and on that by rough stones. And he sat under a certain rock
PG 34:1135Read from the page
in spelunca, adeo ut ipsum quoque videre esset formidabile. Tremebat autem jam totus, ut quem senectus opprimeret. Multa autem signa quotidie peragebat, nec cessabat mederi aegrotantibus. Dicebant autem qui apud ipsum erant Patres, neminem meminisse ejus ascensus in montem. Comedebat autem in senectute tres uncias panis, et tres oleas vespere. In juventute autem semper semel comedebat in hebdomada.
in a cave, so that even to see him was formidable. And he now trembled all over, as one weighed down by old age. Yet he wrought many signs daily, and did not cease to heal the sick. And the Fathers who were with him said that no one remembered his ascent into the mountain. In his old age he ate three ounces of bread and three olives in the evening; whereas in his youth he always ate once a week.
CAPUT LII. Vita abbatis Apollo.
Chapter LII. The life of Abba Apollo.
Vidimus autem alium quoque virum sanctum in Thebaide, in finibus Hermopolis (Ruff., l. II, cap. 7) : in quam Servator venit cum sancta Maria et Joseph, implens prophetiam Isaiae, quae dicit : Ecce Dominus sedet super nubem levem, et veniet in AEgyptum; et quatientur manufacta AEgypti a facie ejus, et cadent in terram (Isaiae XIX). Vidimus enim illic quoque templum, in quo, ingresso urbem Servatore, ceciderunt omnia simulacra in faciem super terram. Vidimus autem illic in solitudine virum, Apollo nomine, qui monasteria habebat super montem. Erat enim pater monachorum circiter quingentorum, qui erat valde clarus et celebratus in Thebaide; erantque ejus magna opera, et magnas virtutes per eum faciebat Dominus, et plurima signa et admirabilia per eum efficiebantur. Hic enim cum a pueritia multam ostendisset exercitationem, in perfecta aetate talem est consecutus gratiam. Cum enim esset octogenarius, sibi magnum congregavit monasterium virorum perfectorum, qui poterant omnes fere signa efficere. Is cum quindecim annos natus a mundo secessisset, et quadraginta annos in solitudine transegisset, et in ea omnem virtutem exercuisset : visus est postea audire Dei vocem, dicentis ei : Apollo, Apollo, per te sapientium in AEgypto, et prudentiam gentium prudentium abolebo. Perdes autem mihi cum eis etiam sapientes Babylonis, et de medio tolles omnem cultum daemoniacum; et nunc vade in eam quae habitatur regionem; generabis enim mihi populum peculiarem, aemulatorem bonorum operum. Is autem respondens, dixit : Aufer a me, Domine, arrogantiam, ne forte elatus supra fraternitatem, priver omni bono opere (Tit. II). Ei autem rursus dixit vox divina : Mitte manum tuam super collum tuum, et deinde comprehendes, et infodies arena. Is autem cum statim manum misisset super collum, apprehendit parvum AEthiopem, et eum infodit in arena clamantem et dicentem : Ego sum daemon superbiae. Et rursus facta est vox ad eum, dicens : Vade, quoniam quod a Deo petieris, accipies. Is autem cum primum hoc audisset, profectus est in eam quae habitatur regionem, tempore Juliani tyranni, et tunc venit in propinquam solitudinem.
And we saw another holy man also in the Thebaid, in the borders of Hermopolis (Rufinus, Book II, Chapter 7): into which the Saviour came with holy Mary and Joseph, fulfilling the prophecy of Isaiah, which says: Behold, the Lord sits upon a swift cloud, and will come into Egypt; and the handiworks of Egypt shall be shaken before His face, and shall fall to the ground (Isa. 19). For we saw there also the temple wherein, when the Saviour entered the city, all the idols fell upon their faces on the ground. And we saw there in the wilderness a man, Apollo by name, who had monasteries upon the mountain. For he was the father of about five hundred monks, and was very famous and renowned in the Thebaid; and his works were great, and the Lord wrought great miracles through him, and very many signs and wonders were performed through him. For since he had shown great ascetic training from his boyhood, in mature age he attained such grace. For when he was eighty years old, he gathered for himself a great monastery of perfect men, nearly all of whom were able to work signs. When at fifteen years of age he had withdrawn from the world, and had spent forty years in the wilderness, and had practised every virtue therein, he seemed afterwards to hear the voice of God saying to him: Apollo, Apollo, through you I will destroy the wisdom of the wise in Egypt, and the prudence of the prudent nations. And together with them you shall destroy for Me the wise men of Babylon also, and shall take away from the midst all demonic worship; and now go into the inhabited region; for you shall beget for Me a peculiar people, zealous of good works. And he answering said: Take away from me, O Lord, arrogance, lest perchance being lifted up above the brotherhood, I be deprived of every good work (Tit. 2). And again the divine voice said to him: Put your hand upon your neck, and then you shall seize it, and bury it in the sand. And when he had immediately put his hand upon his neck, he caught hold of a small Ethiopian, and buried him in the sand as he cried out and said: I am the demon of pride. And again a voice came to him, saying: Go, because whatever you shall ask of God, you shall receive. And as soon as he heard this, he set out into the inhabited region, in the time of Julian the tyrant, and then came into the neighbouring wilderness.
Cum quamdam autem parvam occupasset speluncam, manebat subter montem. Ejus autem opus erat, toto diurno spatio preces edere; noctu quidem centies, interdiu autem toties, flexis genibus. Ejus autem alimentum tunc quoque sicut prius, admirabili et
And having occupied a certain small cave, he remained beneath the mountain. And his work was to offer prayers throughout the whole space of the day; bending his knees a hundred times by night, and as many times by day. And his nourishment then also, as before, in a wonderful manner and