σπήλαιον, ὥστε καὶ τὸ ἰδεῖν αὐτὸν λίαν ἦν φοβερόν. Ἔτρεμε δὲ λοιπὸν ὅλος ὑπὸ τοῦ γήρως συνεχόμενος. Πολλὰ δὲ καθ' ἑκάστην ἡμέραν σημεῖα ἐπιτελῶν, καὶ ἰώμενος τοὺς κάμνοντας οὐκ ἐπαύετο. Ἔλεγον δὲ περὶ αὐτοῦ οἱ Πατέρες, ὅτι οὐδεὶς μέμνηται τὴν αὐτοῦ ἐν τῷ ὄρει γεγενημένην ἄνοδον. Ἤσθιεν δὲ ἐν τῷ γήρει τρεῖς οὐγγίας ἄρτου εἰς ἑσπέραν, καὶ τρεῖς ἐλαίας. Ἐν νεότητι δὲ ἀεὶ δι' ἑβδομάδος ἐσθίων ἅπαξ διετέλει.
a cave, so that even to behold him was exceedingly fearful. And he now trembled all over, being held fast by old age. Yet performing many signs every day, he did not cease healing the sick. And the Fathers said concerning him that no one remembers his ascent that took place on the mountain. And in his old age he ate three ounces of bread in the evening, and three olives; whereas in his youth he always continued eating once a week.
Ἐθεασάμεθα δὲ καὶ ἕτερον ἄνδρα ἅγιον ὀνόματι Ἀπολλῶ, ἐν Θηβαΐδι, ἐν ὁρίοις Ἑρμουπόλεως· ἐν ᾗ ὁ Σωτὴρ μετὰ τῆς παρθένου Μαρίας καὶ τοῦ δικαίου Ἰωσὴφ παρεγένετο, Ἠσαΐου τὴν προφητείαν ἀναπληρῶν, λέγοντος· Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσονται χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ πεσοῦνται ἐπὶ τὴν γῆν. Ἴδομεν ἐκεῖ καὶ τὸν ναὸν ἔνθα, εἰσελθόντος τοῦ Σωτῆρος ἐν τῇ πόλει, τὰ εἴδωλα πάντα κατέπεσεν ἐπὶ πρόσωπον εἰς τὴν γῆν. Ἴδομεν οὖν τὸν ἄνδρα τοῦτον ἐν τῇ ἐρήμῳ ὑπὸ τὸ ὄρος ἔχοντα μοναστήριον, Πατέρα ὡς πεντακοσίων μοναχῶν· ὃς διαβόητος ἐν Θηβαΐδι· καὶ ἔργα μεγάλα ἦν αὐτῷ, καὶ δυνάμεις μεγάλας ἐποίει δι' αὐτοῦ ὁ Κύριος. Σημεῖα δὲ πάνυ πολλὰ δι' αὐτοῦ ἐπετελοῦντο. Οὗτος γὰρ ἐκ παιδόθεν πολλὴν ἄσκησιν ἐνδειξάμενος, ἐν τῷ τέλει τῆς ἡλικίας τοσαύτης ἔτυχε χάριτος. Ὀγδοηκοστοῦ γὰρ ὢν ἔτους μέγα μοναστήριον ἑαυτῷ συνεκρότησεν τελείων ἀνδρῶν πεντακοσίων δυναμένων σχεδὸν πάντων σημεῖα ἐπιτελεῖν. Οὗτος δεκαπέντε ἐτῶν ἀναχωρήσας τοῦ κόσμου καὶ τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ διατελέσας, πᾶσαν ἀρετὴν ἀκριβῶς ἐξασκήσας, ὕστερον φωνῆς ἀκούειν ἔδοξε τοῦ Θεοῦ, πρὸς αὐτὸν λέγοντος· Ἀπολλῶ, Ἀπολλῶ, διὰ σοῦ τὴν σοφίαν τῶν Αἰγυπτίων καὶ τὴν σύνεσιν τῶν συνετῶν ἐθνῶν ἀθετήσω. Ἀπολεῖς δέ μοι σὺν αὐτοῖς καὶ τοὺς σοφοὺς Βαβυλῶνος, καὶ πᾶσαν τὴν δαιμονικὴν λατρείαν ἐξαφανίσεις. Καὶ νῦν πορεύου εἰς τὴν οἰκουμένην. Γεννήσεις γάρ μοι λαὸν περιούσιον ζηλωτὴν καλῶν ἔργων. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἄφελε ἀπ' ἐμοῦ, Δέσποτα, τὴν ἀλαζονίαν, μή πως ὑπεραρθεὶς ὑπὲρ τὴν ἀδελφότητα, τὸ πᾶν ἀγαθὸν ζημιωθῶ. Εἶπε δὲ πάλιν ἡ θεία φωνὴ πρὸς αὐτόν· Ἐπίβαλον τὴν χεῖρά σου ἐπὶ τὸν αὐχένα σου· καὶ καθέξεις, καὶ κατορύξεις αὐτὴν ἐν τῇ ἄμμῳ. Ὁ δὲ ταχέως τὴν χεῖρα ἐπὶ τὸν αὐχένα ἐπιβαλὼν, ἐδράξατο Αἰθίοπος μικροῦ· καὶ κατέχωσεν αὐτὸν ἐν τῇ ἄμμῳ, βοῶντα καὶ λέγοντα· Ἐγώ εἰμι ὁ τῆς ὑπερηφανίας δαίμων. Καὶ πάλιν φωνὴ ἐγένετο πρὸς αὐτὸν, λέγουσα· Πορεύου, ὅτι πᾶν ὃ ἐὰν αἰτήσῃ παρὰ τοῦ Θεοῦ λήψῃ. Ὁ δὲ εὐθὺς ἀκούσας εἰς τὴν οἰκουμένην ἐξώρμησε, κατὰ τὸν καιρὸν Ἰουλιανοῦ τοῦ τυράννου, καὶ παραβάλλει τέως ἐν τῇ πλησίον ἐρήμῳ.
And we beheld also another holy man by name Apollo, in the Thebaid, in the borders of Hermopolis; into which the Saviour came with the Virgin Mary and the righteous Joseph, fulfilling the prophecy of Isaiah, who says: Behold, the Lord sits upon a light cloud, and will come into Egypt, and the handiworks of Egypt shall be shaken before His face, and shall fall to the ground. We saw there also the temple where, when the Saviour entered into the city, all the idols fell down upon their faces to the ground. We saw therefore this man in the desert under the mountain having a monastery, the Father of about five hundred monks; who was renowned in the Thebaid; and he had great works, and the Lord wrought great mighty works through him. And very many signs were performed through him. For having displayed much ascetic training from childhood, at the end of his life he obtained such great grace. For being in his eightieth year, he gathered together for himself a great monastery of five hundred perfect men, nearly all of whom were able to perform signs. Having withdrawn from the world at fifteen years of age and having continued forty years in the desert, having accurately practised every virtue, afterwards he seemed to hear the voice of God saying to him: Apollo, Apollo, through you I will set at naught the wisdom of the Egyptians and the understanding of the prudent nations. And together with them you shall destroy for Me the wise men of Babylon also, and shall blot out all demonic worship. And now go into the inhabited land; for you shall beget for Me a peculiar people, zealous of good works. And answering he said: Take away from me, O Master, boastfulness, lest perchance being lifted up above the brotherhood, I suffer the loss of all good. And again the divine voice said to him: Put your hand upon your neck, and you shall seize it, and bury it in the sand. And quickly putting his hand upon his neck, he grasped a small Ethiopian; and he buried him in the sand, crying out and saying: I am the demon of pride. And again a voice came to him, saying: Go, for whatever you ask from God you shall receive. And immediately upon hearing this, he set out into the inhabited land, in the time of Julian the tyrant, and stayed for the time being in the neighbouring desert.
Σπήλαιον δέ τι μικρὸν καταλαβὼν, ἐκεῖ κατέμενεν ὑπὸ τὸ ὄρος. Τὸ δὲ ἔργον αὐτοῦ ἦν τὸ πᾶν, ἡμερίους εὐχὰς ἀποδοῦναι τῷ Θεῷ, ἑκατοντάκις μὲν ἐν νυκτὶ,
And having occupied a certain small cave, he remained there under the mountain. And his whole work was to offer daily prayers to God, a hundred times by night,